bannerbannerbanner
полная версияСочинения. Том 2

Гален
Сочинения. Том 2

Полная версия

Трактаты

ΤΕΧΝΗ ΙΑΤΡΙΚΗ[130]

1. Τρεῖς εἰσὶν αἱ πᾶσαι διδασκαλίαι τάξεως ἐχόµεναι. πρώτη µὲν, ἡ ἐκ τῆς τοῦ τέλους ἐννοίας κατ’ ἀνάλυσιν γινοµένη. δευτέρα δὲ, ἡ ἐκ συνθέσεως τῶν κατὰ τὴν ἀνάλυσιν εὑρεθέντων. τρίτη δὲ, ἡ ἐξ ὅρου διαλύσεως, ἣν νῦν ἐνιστάµεθα. καλεῖν δ’ ἔξεστι τὴν τοιαύτην διδασκαλίαν, οὐ µόνον ὅρου διάλυσιν, ἀλλὰ καὶ διάπτυξιν, ὥς τινες ὠνόµασαν, ἢ ἀνάλυσιν, ἢ διαίρεσιν, ἢ, ὡς ἕτεροί τινες, ἐξάπλωσιν, ἢ ἐξήγησιν, ὡς ἄλλοι. ἐπεχείρησαν µὲν οὖν ἔνιοι τῶν ῾Ηροφιλείων τοιαύτην ποιήσασθαι διδασκαλίαν, ὥσπερ καὶ ῾Ηρακλείδης ὁ ᾿Ερυθραῖος. ἐπεχείρησαν δὲ καὶ τὴν κατὰ σύνθεσιν, αὐτοί τε οἱ ῾Ηροφίλειοι, καί τινες τῶν ᾿Ερασιστρατείων τε, καὶ ᾿Αθηναῖος ὁ ᾿Ατταλεύς. οὐδεὶς µέντοι γε τῶν πρὸ ἡµῶν ἔγραψε τὴν ἐκ τῆς τοῦ τέλους ἐννοίας ἀρχοµένην διδασκαλίαν, ἐξ ἧς αἱ τέχναι πᾶσαι συνίστανται κατὰ µέθοδον. ἀλλ’ ἐκείνην µὲν ἑτέρωθι διήλθοµεν, ἐνταυθοῖ δὲ τὴν ὁρικὴν ποιησόµεθα διδασκαλίαν. ὅσον γὰρ ἀπολείπεται τῆς κατὰ ἀνάλυσιν ἀξιώµατί τε καὶ µεθόδῳ, τοσοῦτον πλεονεκτοῦσαν εὑρήσοµεν εἰς σύνοψίν τε τοῦ ὅλου καὶ µνήµην τῶν κατὰ µέρος. εὐµνηµόνευτα γὰρ ἱκανῶς ἐστι τὰ ἐκ τῆς τοῦ ὅρου διαλύσεως ἅπαντα, διὰ τὸ περιέχειν ὅλης τῆς τέχνης ἐν ἑαυτῷ τὰ κεφάλαια τὸν ἄριστον ὅρον, ὅν πέρ τινες καὶ οὐσιώδη ὀνοµάζουσιν, ἀντιδιαιρούµενοι τοῖς ἐννοηµατικοῖς προσαγορευοµένοις. ἐκεῖνοι µὲν γὰρ ἀπὸ τῶν συµβεβηκότων οἷς ὁρίζονται πράγµασιν, οὗτοι δὲ ἀπὸ τῆς οὐσίας αὐτῆς συνίστανται. ἡ δὲ κατὰ µέρος ἐξεργασία συµπάσης τῆς ἰατρικῆς θεωρίας ἐν πολλαῖς ἡµῖν ἑτέραις γέγραπται πραγµατείαις, αἷς ἔξεστι χρῆσθαι πρὸς τὰς τρεῖς διδασκαλίας. ἀλλὰ νῦν γε τῆς ὁριστικῆς ὑπαρξόµεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς µόνα τὰ κεφάλαια καὶ οἷον συµπεράσµατα τῶν κατὰ διέξοδον ἀποδεδειγµένων εἰρήσεται νῦν.

2. ᾿Ιατρική ἐστιν ἐπιστήµη ὑγιεινῶν, καὶ νοσωδῶν, καὶ οὐδετέρων. οὐ διαφέρει δὲ οὐδ’ εἰ νοσερῶν τις εἴποι. τοῦ µὲν οὖν τῆς ἐπιστήµης ὀνόµατος κοινῶς τε καὶ οὐκ ἰδίως ἀκούειν χρή. τὸ δὲ ὑγιεινὸν, καὶ τὸ νοσῶδες, καὶ τὸ οὐδέτερον, τριχῶς ἕκαστον λέγεταιἴ τὸ µὲν ὡς σῶµα, τὸ δὲ ὡς αἴτιον, τὸ δὲ ὡς σηµεῖον. καὶ γὰρ τὸ ἐπιδεκτικὸν σῶµα τῆς ὑγείας, καὶ τὸ ποιητικὸν καὶ φυλακτικὸν αὐτῆς αἴτιον, καὶ τὸ δηλωτικὸν σηµεῖον, ἅπαντα ταῦτα καλοῦσιν οἱ ῞Ελληνες ὑγιεινά. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσώδη τά τε ἐπιδεκτικὰ νόσων σώµατα, καὶ τὰ ποιητικά τε καὶ φυλακτικὰ νόσων αἴτια, καὶ τὰ δηλωτικὰ σηµεῖα. καὶ δὴ καὶ τὰ οὐδέτερα κατὰ τὸν αὐτὸν λόγον σώµατά τε καὶ αἴτια καὶ σηµεῖα. καί ἐστι κατὰ πρῶτον µὲν λόγον ἐπιστήµη τῶν ὑγιεινῶν αἰτίων ἰατρικὴ, δι’ ἐκεῖνα δ’ ἤδη καὶ τῶν ἄλλων. δεύτερον δὲ τῶν νοσωδῶν. τρίτον δὲ τῶν οὐδετέρων. καὶ δὴ καὶ µετὰ ταῦτα τῶν σωµάτων, πρῶτον µὲν κἤνταῦθα τῶν ὑγιεινῶν, ἐφεξῆς δὲ τῶν νοσερῶν, εἶτα τῶν οὐδετέρων. καὶ περὶ τῶν σηµείων δὲ κατὰ τὸν αὐτὸν λόγον. ἐν µέντοι ταῖς πράξεσι, πρότερον µὲν τῶν σωµάτων ἡ διάγνωσις, ἐκ τῶν σηµείων δηλονότι, µετὰ ταῦτα δὲ ἡ τῶν ἐπ’ αὐτοῖς αἰτίων εὕρεσις. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιητικὸν, καὶ τὸ δηλωτικὸν, καὶ τὸ ἐπιδεκτικὸν, διχῶς ἕκαστον λέγεται, τὸ µὲν ἁπλῶς, τὸ δὲ ἐν τῷ νῦν, ἰστέον ἀµφοῖν οὖσαν ἐπιστήµην τὴν ἰατρικήν. καὶ αὐτὸ δὲ τὸ ἁπλῶς διχῶς λέγεται, τό τε διὰ παντòς καὶ ὡς ἐπὶ τὸ πολύ· καὶ ἔστιν ἀµφοτέρων τούτων ἐπιστήµη ἡ ἰατρική. τὸ δὲ οὐδέτερον, αἴτιόν τε, καὶ σηµεῖον, καὶ σῶµα, τό τε ἁπλῶς λεγόµενον καὶ τὸ ἐν τῷ νῦν, τριχῶς ἕκαστον λέγεται· τὸ µὲν τῷ µηδ’ ἑτέρου τῶν ἐναντίων µετέχειν, τὸ δὲ τῷ τῶν ἀµφοτέρων, τὸ δὲ τῷ ποτὲ µὲν τοῦδε, ποτὲ δὲ τοῦδε. τούτων δ’ αὐτῶν τὸ δεύτερον κατὰ δύο τρόπους λέγεται· ποτὲ µὲν τῷ µετέχειν ἑκατέρου τῶν ἐναντίων ἐξ ἴσου, ποτὲ δὲ τῷ πλέον θατέρου. ἔστι δὲ καὶ καθ’ ὅλου τοῦ ὅρου κατὰ τὴν λέξιν ἀµφιβολία τις, ἣν καὶ αὐτὴν χρὴ διαλύεσθαι. ἐν γὰρ τῷ λέγειν τὴν ἰατρικὴν ἐπιστήµην ὑπάρχειν ὑγιεινῶν, καὶ νοσερῶν, καὶ οὐδετέρων, σηµαίνεται µὲν καὶ τὸ πάντων τῶν κατὰ µέρος, σηµαίνεται δὲ καὶ τὸ ὁποίων, σηµαίνεται δὲ καὶ τό τινων. ἀλλὰ τὸ µὲν πάντων ἀπεριόριστόν τε καὶ ἀδύνατον, τὸ δέ τινων ἐλλιπές τε καὶ οὐ τεχνικόν· τὸ δ’ ὁµοίων τεχνικόν τε ἅµα καὶ διαρκὲς εἰς ἅπαντα τῆς τέχνης τὰ κατὰ µέρος, ὅπερ καὶ περιέχεσθαί φαµεν ἐν τῷ τῆς ἰατρικῆς ὅρῳ. ἀρξόµεθα οὖν ἀπὸ τῶν σωµάτων πρῶτον, ὁποῖά τινα τά θ’ ὑγιεινὰ, καὶ τὰ νοσώδη, καὶ τὰ οὐδέτερα τετύχηκεν ὄντα. µετὰ δὲ ταῦτα τὸν περὶ τῶν σηµείων τε καὶ αἰτίων διεξέλθωµεν λόγον.

3. ῾Υγιεινόν ἐστιν ἁπλῶς σῶµα τὸ ἐκ γενετῆς εὔκρατον µὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις µορίοις· σύµµετρον δὲ τοῖς ἐκ τούτων συγκειµένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶµα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύµµετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συµµετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώµατος, διὰ παντὸς µὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συµµετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόµενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶµα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον τοῖς ὀργανικοῖς, ἢ ἀµφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶµα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀµφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις µορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυµµετρότατον, ὁµοίως καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶµα, τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόµενον, οὔπω δ’ ἐν τῷ µέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶµα τριχῶς ἐλέγετο, τὸ µὲν µηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων µετέχον, τὸ δὲ τῷ ἀµφοτέρων, τὸ δὲ τῷ, ποτὲ µὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ µὲν τὸ πρῶτον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ µέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώµατος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ µὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ µέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ µὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαµένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ µεταβολάς τινας λαµβάνον. κατὰ δὲ τὸ δεύτερον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ ἐναντίων ἅµα διαθέσεων µετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν µόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν µὲν, εἰ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀµφοτέρας µὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν τῶν µορίων, ἢ τὴν θέσιν ἐσφαλµένον, ἢ ἔµπαλιν ἐν τούτοις µὲν κατωρθωµένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διηµαρτηµένον. ἐν διαφέρουσι δὲ µορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅµα µετέχειν. καὶ διὰ παντὸς µὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας µένον ὅµοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ µεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶµα, κατὰ τὸ δεύτερον σηµαινόµενον, ἢ τῷ περὶ ἓν µόριον, τὰ µὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ τῷ περὶ διαφέροντα µέρη. κατὰ δὲ τὸ τρίτον σηµαινόµενον, οὐδέτερον ἔσται σῶµα τὸ ποτὲ µὲν ὑγιεινὸν, ποτὲ δὲ νοσερὸν ἐν µέρει γινόµενον, ὥσπερ ἐνίοις ὑπῆρξε, παισὶ µὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενοµένοις, νοσεροῖς, ἢ ἔµπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως οὐδέτερον, ἀκριβῶς µὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος δ’ ἐγχωρεῖ. ἴσµεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ µὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶµα ποσαχῶς λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως διώρισται.

4. Περὶ δὲ τῶν σηµείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ µὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς µελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενηµένης ἀναµνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενηµένης ἀναµνηστικὰ, καὶ τῆς µελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναµνηστικὰ, καὶ τὰ µηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ µηδὲν µᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι µὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ µὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη, καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁµοίως τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σηµεῖα προγνωστικὰ, καν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία µεγάλη µὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναµνηστικῶν.

5. ῎Οντων οὖν σωµάτων ὑγιεινῶν, τῶν µὲν ἁπλῶς, τῶν δὲ ἐν τῷ νῦν, ἅπερ δὴ καὶ ὑγιαίνοντα λέγεται, τῶν ἁπλῶς ὑγιεινῶν σωµάτων διττὴν ἔφαµεν εἶναι τὴν διαφορὰν, τῷ τὰ µὲν διὰ παντὸς ὑπάρχειν τοιαῦτα, τὰ δὲ ὡς τὸ πολύ. διὰ παντὸς µὲν, ὅσα τὴν ἀρίστην ἔχει κατασκευήν· ὡς τὸ πολὺ δὲ, ὅσα µὴ πολλῷ ταύτης ἀπολείπεται. τὰς διαγνώσεις δὲ αὐτῶν ἀπό τε τῶν ὑπαρχόντων κατὰ τὸν τῆς οὐσίας αὐτῶν λόγον χρὴ ποιεῖσθαι, καὶ τῶν ἐξ ἀνάγκης τούτοις ἑποµένων ἐνεργειῶν τε καὶ συµπτωµάτων, ἃ δὴ καὶ συµβεβηκότα καλοῦµεν ἰδίως. ἀπὸ µὲν τῆς οὐσίας αὐτῆς, τῶν ἐν ἀρίστῃ κατασκευῇ συµµετρία τῶν ὁµοιοµερῶν ἐν θερµότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι· τῶν δ’ ὀργανικῶν ἐν ποσότητι, καὶ πηλικότητι τῶν συντιθέντων αὐτὰ, καὶ προσέτι διαπλάσει τε καὶ θέσει τῶν µορίων ἑκάστου καὶ ὅλου τοῦ ὀργάνου. ἀπὸ δὲ τῶν ἐξ ἀνάγκης ἑποµένων τοῖς ὁµοιοµερέσιν, ὡς µὲν πρὸς τὴν ἁφὴν, ἐν σκληρότητι καὶ µαλακότητι συµµετρία, πρὸς δὲ τὴν ὄψιν εὔχροιά τε καὶ ἡ κατὰ λειότητα καὶ δασύτητα συµµετρία. κατὰ δὲ τὰς ἐνεργείας ἡ τελειότης, ἣν δὴ καὶ ἀρετὴν αὐτῶν ὀνοµάζοµεν. ἀπὸ δὲ τῶν τοῖς ὀργανικοῖς ἑποµένων, ἐν συµµετρίᾳ τε καὶ κάλλει τῶν τοῦ παντὸς σώµατος ὀργάνων, ἔτι τε τῇ τῶν ὑπαρχουσῶν αὐτοῖς ἐνεργειῶν ἀρετῇ. τῆς µὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώµατος τὰ διαγνωστικὰ σηµεῖα ταῦτά ἐστι. τῶν δ’ ἀπολειποµένων µὲν αὐτῆς, ὑγιεινῶν δ’ ἔτι, τὰ µὲν ἐν τῇ τῶν ὁµοιοµερῶν ἔσφαλται κράσει µικρόν τι σφάλµα, τὰ δὲ ἐν τῇ τῶν ὀργανικῶν µικρόν τι κᾀνταῦθα, καὶ ἤτοι πάντων, ἤ τινων, ἢ καθ’ ἑκάτερον. τὰ δὲ γένη τῶν σφαλµάτων τὰ αὐτὰ τοῖς µὲν ἀρετὴν αὐτῶν συµπληροῦσι, κρᾶσις µὲν ἐν τοῖς ὁµοιοµερέσιν, ἀριθµὸς δὲ, καὶ διάπλασις, καὶ µέγεθος, καὶ θέσις ἐν τοῖς ὀργανικοῖς. ἀµφοῖν δὲ κοινὸν ἡ ἕνωσις, ἣν δὴ καὶ συνέχειαν αὐτῶν ὀνοµάζοµεν. ἐν δὲ τοῖς αὐτοῖς τούτοις γένεσι καὶ ἡ τῶν νοσωδῶν σωµάτων ἐστὶ κακία, καθ’ ἑκάτερον τοῦ νοσώδους τὸ σηµαινόµενον. ὅρος δ’ ἀµφοῖν ἐστι διακριτικὸς ἡ τῆς ἐνεργείας αἰσθητὴ βλάβη. τὰ δὲ τῆς ἀρίστης ἀπολειπόµενα κατασκευῆς σώµατα βραχύ τι βέβλαπται µὲν δή που καὶ αὐτὰ κατά γε τὴν ἀλήθειαν, οὐ µὴν αἰσθητόν γε τοῦτο. διορίζει τοιγαροῦν αὐτὰ τὸ µᾶλλόν τε καὶ ἧττον, ἔν τε ταῖς ἐνεργείαις καὶ τῷ τοῖς νοσώδεσιν αἰτίοις ἀποµάχεσθαι. τὰ δέ γε ἁπλῶς νοσώδη σώµατα διώρισται τῷ τε ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι, καὶ τῷ πολύ τι κατὰ τὴν ἀρετὴν τῶν ἐνεργειῶν ἀπολείπεσθαι. γίνεται γοῦν ἀµφοῖν ἐν µέσῳ τὰ οὐδέτερά τε καὶ ἁπλῶς λεγόµενα, καὶ τὰ σύν τινι πλάτει. καὶ τµηθήσεται τὸ τῆς ὅλης ὑγείας πλάτος εἰς τρία µόρια, πλάτος ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ µὲν πρῶτον ἔσται τῶν ὑγιαινόντων σωµάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα σώµατα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισµένα. τὰ µὲν οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πληµµελεῖς εἰσιν, ἢ ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους κέκτηται τὰς ἐνεργείας, ἐν µὲν ταῖς µεγίσταις ἀποστάσεσιν εὐδιάκριτα, κατὰ δὲ τὰς µικροτέρας ἀµφίβολα, καὶ διὰ τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ µηδετέρου τῶν ἐναντίων ἐνεργειῶν µετέχουσα συνίσταται διάθεσις, ἣν καὶ αὐτὴν ἔφαµεν οὐδετέραν ὀνοµάζεσθαι, πάντων τούτων αἰσθήσει διακρινοµένων, οὐκ αὐτῇ τῶν πραγµάτων τῇ φύσει· κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγµα. καὶ τοίνυν καὶ τὰ σηµεῖα τῶν ὑγιαινόντων µὲν σωµάτων, ἀλλ’ ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς ἀποστάσεως διοίσει, θεµένων ἡµῶν ἄκρους µὲν ὅρους ἐναντίους ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτι γενοµένην νόσον, ἐπισκοπουµένων δὲ, ὁποτέρῳ τούτων ἐστὶν ἐγγυτέρω τὰ δοκιµαζόµενα σώµατα. τὸ µὲν γὰρ ἐγγυτέρω τῆς ἀρίστης κατασκευῆς ὑγιεινὸν, τὸ δὲ ταύτης µὲν ποῤῥωτέρω, τοῦ δ’ ἤδη νοσοῦντος ἐγγυτέρω, νοσῶδες. τὸ δ’ ἀµφοῖν µεταξὺ, καὶ ἴσον ἑκατέρων ἀπέχειν φαινόµενον, οὐδέτερον ἔσται τοῦτο.

 

6. Τῆς µὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώµατος εἴρηται τὰ γνωρίσµατα. τῶν δ’ ἀπολειποµένων αὐτῆς ἰσάριθµα µὲν τὰ γένη, ἐν τῷ µᾶλλόν τε καὶ ἧττον τέµνεσθαι δυναµένων. ἀφωρισµένων δὲ εἰς τρία µέρη, τὰ σηµεῖα τοῦ νοσώδους σώµατος ἁπλῶς ἐροῦµεν. ἐξ αὐτῶν γὰρ ἔσται δῆλα καὶ τὰ λοιπὰ δύο πλάτη. κατὰ γένος µὲν οὖν εἴρηται πρόσθεν ἐν τῷ τῆς ἀρίστης κατασκευῆς λόγῳ, κατ’ εἶδος δὲ νῦν εἰρήσεται, διελοµένων ἡµῶν πρότερον τὰ µόρια. τέσσαρες δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τὰ µὲν γὰρ ἀρχαί τινές εἰσιν, τὰ δὲ ἀπ’ ἐκείνων ἐκπέφυκε. τὰ δὲ, οὔτ’ ἄλλων ἄρχει τῆς διοικήσεως, οὔθ’ ὑπ’ ἄλλων ἄρχεται, συµφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάµεις. ἔνια δὲ συµφύτους τε ἅµα καὶ ἐπιῤῥύτους ἔχει. ἀρχαὶ µὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ, καὶ ὄρχεις. ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε, κᾀκείνοις ὑπηρετεῖ, νεῦρα µὲν καὶ νωτιαῖος µυελὸς ἐγκεφάλῳ, τῇ καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερµατικὰ δ’ ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσµος, ὑµὴν, ἀδὴν, πιµελὴ, σὰρξ ἁπλῆ. τὰ δ’ ἄλλα πάντα µόρια κοινὴν τούτοις ἔχοντα τὴν ἐξ ἑαυτῶν διοίκησιν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων προσδεῖται. τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς τίς ἐστιν, ἀλλὰ γένεσις µόνη. αὐταὶ µὲν οὖν αἱ τῶν µορίων διαφοραί.

7. Σηµεῖα δ’ ἑκάστου τῆς κράσεως ἐφεξῆς εἰρήσεται, τὴν ἀρχὴν ἀπ’ ἐγκεφάλου ποιησαµένων ἡµῶν. ἔστι δὲ πέντε τὰ σύµφυτα γένη τῶν γνωρισµάτων αὐτοῦ. ἓν µὲν ἡ τῆς συµπάσης κεφαλῆς διάθεσις, δεύτερον δὲ ἡ τῶν αἰσθητικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία, καὶ τρίτον ἡ τῶν πρακτικῶν, καὶ τέταρτον ἡ τῶν ἡγεµονικῶν, καὶ πέµπτον ἡ τῶν φυσικῶν. ἄλλο δὲ γένος ἐπὶ τούτοις ἅπασιν, ἡ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἀλλοίωσις. ἡ µὲν δὴ τῆς συµπάσης κεφαλῆς διάθεσις ἐκ µεγέθους τε καὶ σχήµατος αὐτῆς λαµβάνεται καὶ τριχῶν. ἡ µὲν οὖν µικρὰ κεφαλὴ µοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σηµεῖον. ἡ µεγάλη δὲ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς κατασκευῆς σηµεῖον. ἀλλ’ εἰ µὲν διὰ ῥώµην ἐγένετο τῆς ἐγχωρίου δυνάµεως, ὕλην χρηστήν τε καὶ πολλὴν δηµιουργούσης, ἀγαθὸν σηµεῖον· εἰ δὲ διὰ µόνης τῆς ὕλης τὸ πλῆθος, οὐκ ἀγαθόν. διοριστέον οὖν ἐστιν αὐτὰ τῷ τε σχήµατι καὶ τοῖς ἀπ’ αὐτοῦ πεφυκόσι. τῷ σχήµατι µὲν, εἰ εὔρυθµος, ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σηµεῖον. τοῖς δ’ ἀπ’ αὐτοῦ πεφυκόσιν, εἰ κρατεραύχην τέ ἐστιν καὶ τοῖς ἄλλοις ὀστοῖς ἄριστα διάκειται, καὶ εἰ τὸ νευρῶδες αὐτῇ σύµπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον. οἰκεῖον δὲ σχῆµα κεφαλῆς, ὥσπερ ἂν εἰ νοήσαις σφαῖραν ἀκριβῆ κηρίνην ἑκατέρωθεν ἀτρέµα πεπιληµένην. ἀνάγκη γὰρ τῆς τοιαύτης κυρτότερα µὲν, ἢ κατὰ σφαῖραν, γενέσθαι τά τε ὄπισθεν καὶ τὰ ἔµπροσθεν, εὐθύτερα δὲ τὰ ἑκατέρωθεν. εἰ δ’ ἡ κατ’ ἰνίον ἐξοχὴ µειωθείη τινὶ, συνεπισκέπτου τά τε νεῦρα καὶ τὸν αὐχένα σὺν τοῖς ἄλλοις ὀστοῖς. κατὰ φύσιν µὲν γὰρ ἐχόντων, ἐνδείᾳ τῆς ὕλης, οὐ δυνάµεως ἀῤῥωστίᾳ τοιοῦτος ἐγένετο. φαυλοτέρων δὲ ὑπαρχόντων, ἀσθενὴς ἡ ἀρχή. τὰ πολλὰ δὲ ταῖς κατ’ ἰνίον ἐνδείαις ἀσθένεια τῶν εἰρηµένων ἕπεται, καὶ σπάνιον πάνυ τὸ µὴ τοιοῦτον. καὶ τὴν φοξοτέραν δὲ κατ’ ἰνίον ἐπισκέπτου κεφαλὴν, ὡσαύτως τοῖς ἐφ’ ὅλης αὐτῆς µεγάλης γενοµένης διορισµοῖς. ὡς τὰ πολλὰ δὲ κᾀνταῦθα σὺν εὐρύθµῳ τῷ σχήµατι γενοµένης τῆς παρεγκεφαλίδος, ἀγαθὸν σηµεῖον, ἣν ἔνιοι τῶν ἰατρῶν ὀπίσθιον ἐγκέφαλον ὀνοµάζουσιν, ὥσπερ οὖν καὶ ἔστιν ὀπίσθιος, ὁριζόµενος τῇ λαµβδοειδεῖ ῥαφῇ. τοῦ νωτιαίου δέ ἐστιν ἀρχὴ τὸ µόριον τοῦτο, καὶ δι’ ἐκεῖνον ἁπάντων τῶν καθ’ ὅλον τὸ ζῶον νεύρων πρακτικῶν. αὐτὸ δὲ τὸ ὄπισθεν µέρος καθ’ αὑτὸ παντάπασιν ὀλίγων αἰσθητικῶν µετέχει, παµπόλλων δὲ τῶν πρακτικῶν, ὥσπερ γε καὶ θάτερον τὸ πρόσθιον, αἰσθητικῶν µὲν παµπόλλων, ὀλίγων δὲ τῶν πρακτικῶν. ὥστε καὶ καλῶς διακείµενα ῥωµαλέας ἕξει τὰς ἀποφύσεις ἑκάτερον τὰς ἰδίας. οἱ αὐτοὶ δὲ κᾀπὶ τῶν ἔµπροσθεν τῆς κεφαλῆς τῶν κατὰ τὸ µέτωπον διορισµοὶ τοῖς ὄπισθεν, εἰς σµικροτητά τε καὶ µέγεθος αὐτοῦ βλεπόντων, καὶ σχῆµα, καὶ τὰς ἐνταῦθα αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ ὄσφρησιν. ἀλλήλων γάρ ἐστι γνωρίσµατα, καὶ ἀλλήλοις µαρτυρεῖ, τά τε ἀπὸ τῆς ἀρχῆς πεφυκότα, τῇ τῆς ἀρχῆς ἀρετῇ τε καὶ κακίᾳ, καὶ ἡ ἀρχὴ τοῖς ἀπ’ αὐτῆς. ἡ µέντοι τῶν ἡγεµονικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία τῆς ἀρχῆς µόνης ἐστὶν αὐτῆς καθ’ ἑαυτὴν γνώρισµα. καλῶ δὲ ἡγεµονικὰς ἐνεργείας τὰς ἀπὸ τῆς ἀρχῆς µόνης γινοµένας. ἀγχίνοια µὲν οὖν λεπτοµεροῦς οὐσίας ἐγκεφάλου γνώρισµα, βραδυτὴς δὲ διανοίας παχυµεροῦς· εὐµάθεια δ’ εὐτυπώτου, καὶ µνήµη µονίµου. οὕτω δὲ καὶ ἡ µὲν δυσµάθεια δυστυπώτου. ἡ δ’ ἐπιλησµοσύνη διαῤῥεούσης, καὶ τὸ µὲν εὐµετάβολον ἐν δόξαις θερµῆς, τὸ δὲ µόνιµον ψυχρᾶς.

8. ἔτι δέ µοι δοκῶ λείπεσθαι δύο γένη γνωρισµάτων, ὧν ἐξ ἀρχῆς ὑπεσχόµην ἐρεῖν, ἓν µὲν τὸ τῶν φυσικῶν ἐνεργειῶν, ἕτερον δὲ τὸ τῶν ἔξωθεν προσπιπτόντων· ἔσται δὲ κοινὸς ὑπὲρ ἀµφοῖν ὁ λόγος. εἰ µὲν εὔκρατος ὁ ἐγκέφαλος ὑπάρχει κατὰ τὰς τέσσαρας ποιότητας, ἁπάντων τῶν εἰρηµένων ἕξει µετρίως, καὶ τῶν περιττωµάτων, ὅσα δι’ ὑπερώας, ἢ ὤτων, ἢ µυκτήρων ἐκκαθαίρεται, καὶ τούτων ἕξει µετρίως, ἥκιστά τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξωθεν προσπιπτόντων, ὅσα θερµαίνει, καὶ ψύχει, καὶ ξηραίνει, καὶ ὑγραίνει. τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς, βρέφεσι µὲν οὖσιν ὑπόπυῤῥοι, παισὶ δὲ ὑπόξανθοι, τελειουµένοις δὲ γίνονται ξανθαὶ, µεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ ἁπλῶν, οὐ µὴν οὐδὲ φαλακροῦνται ῥᾳδίως. ἀκούειν δὲ χρὴ τῶν εἰρηµένων τε καὶ ῥηθησοµένων γνωρισµάτων ὡς ἐπὶ εὐκράτων οἰκήσεων. ὅσα δὲ κατὰ τὰς τρίχας οὐκ ἐπὶ χωρίων µόνον, ἀλλὰ καὶ τῆς τῶν χυµῶν κράσεως, ἀνάλογον ἐχούσης τῇ κράσει τῶν κατὰ τὸν ἐγκέφαλον. εἰ δὲ θερµότερος εἴη τοῦ συµµέτρου, κατὰ δὲ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, εἰ µὲν ἐπὶ πλέον εἴη θερµότερος, ἰσχυρὰ πάντα τὰ ῥηθησόµενα γενήσεται γνωρίσµατα, βραχείας δὲ τῆς ὑπερβολῆς ὑπαρχούσης, ἀµυδρά. κοινὸς δὲ οὗτος ὁ λόγος ἐπὶ πάντων εἰρήσθω µοι τῶν µορίων, τῶν ἐν πάσαις ταῖς κράσεσι µελλόντων λέγεσθαι γνωρισµάτων.

9. ῾Εξῆς δ’ οὖν σηµεῖα τῆς ἐν ἐγκεφάλῳ θερµότητος, ἐπὶ τοῖς ἔµπροσθεν εἰρηµένοις, ἐρυθρότερα καὶ θερµότερα τὰ περὶ τὴν κεφαλὴν σύµπαντα, καὶ αἱ ἐν τοῖς ὀφθαλµοῖς φλέβες αἰσθηταὶ, αἱ τρίχες τούτοις γεννηθεῖσι, ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται. πολλῷ µὲν οὖσι θερµοτέροις τῶν εὐκράτων, µέλαιναι, καὶ ἰσχυραὶ, καὶ οὖλαι γίνονται· µὴ πολλῷ δὲ, ὑπόξανθοι µὲν τὸ πρῶτον, εἶτα µελαίνονται· προϊόντων δὲ ταῖς ἡλικίαις φαλακροῦνται, καὶ µᾶλλόν γε οἱ ἐπὶ πλέον θερµότεροι. περιττώµατα δὲ καθ’ ὑπερώαν καὶ µυκτῆρας, ὀφθαλµούς τε καὶ ὦτα, βραχέα καὶ πέπονα τούτοις ἐστὶν, ὅταν ἀµέµπτως ὑγιαίνωσι. πεπλησµένης δὲ τῆς κεφαλῆς ἐνίοτε, συνεχῶς γὰρ καὶ µάλιστα αὐτοῖς, ὅταν ἀφυλάκτως διαιτῶνται, τὸ τοιοῦτον συµβαίνει, πλείω µὲν, ἀλλ’ οὐκ ἄπεπτα τὰ περιττώµατα γίνεται. πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ θερµαινόντων ἐδεσµάτων τε καὶ ποµάτων, καὶ ὀσµῶν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ἁπάντων, ἐν οἷς ἐστι καὶ ὁ περιέχων ἡµᾶς ἀήρ. ἔτι τε µᾶλλον, εἰ µὴ µόνον εἴη θερµὰ τὰ τοιαῦτα τὴν φύσιν, ἀλλὰ καὶ ὑγρὰ, βραχέσιν ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται, πρὸς τῷ µηδὲ βαθεῖς αὐτοὺς γίνεσθαι. ψυχροτέρου δὲ ἢ προσῆκεν ἐγκεφάλου γνωρίσµατα, περιττώµατα πλείω κατὰ τὰς οἰκείας ἐκροὰς, καὶ αἱ τρίχες εὐθεῖαί τε καὶ πυῤῥαὶ, καὶ µόνιµοι, καὶ µετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι φυόµεναι, λεπταὶ καὶ ἄτροφοι τὸ πρῶτον, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων βλάπτονται, καὶ κατ’ αὐτὸν τὸν χρόνον τῆς βλάβης κατάῤῥοις τε καὶ κορύζαις ἁλίσκονται. οὐ µὴν οὐδ’ ἁπτοµένοις θερµὰ τὰ περὶ τὴν κεφαλὴν, οὐδ’ ὁρῶσιν ἐρυθρὰ, καὶ τῶν ὀφθαλµῶν αἱ φλέβες ἀόρατοι, καὶ ὑπνωδέστεροί πώς εἰσι. ξηροτέρου δ’ ἐγκεφάλου γνωρίσµατα, τὸ ἀπέριττον ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές. ἀγρυπνητικοὶ δέ εἰσι, καὶ τρίχας ἰσχυροτάτας µὲν ἔχουσι, καὶ τάχιστα φύουσι γεννηθέντες, οὔλας µᾶλλον ἢ εὐθείας, φαλακροῦνται δ’ ἐν τάχει. ὑγροτέρου δὲ τρίχες ἁπλαῖ, καὶ οὐδ’ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσὶ, καὶ περιττωµάτων πλῆθος, ὕπνοι τε πολλοὶ καὶ βαθεῖς. αὗται µὲν αἱ ἁπλαῖ δυσκρασίαι.

10. Σύνθετοι δὲ, θερµὴ µὲν καὶ ξηρὰ πρώτη, καθ’ ἣν ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι, καὶ ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη µέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, µελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερµοὶ, ψαυόντων τῆς κεφαλῆς, ἐρυθροί τε µέχρι τῶν τῆς ἀκµῆς χρόνων. εἰ δ’ ὑγρότης προσίοι τῇ θερµότητι, βραχὺ µὲν ὑπερβαλλουσῶν ἀµφοτέρων τὸ σύµµετρον, εὔχροιά τε καὶ θερµότης, καὶ αἱ ἐν τοῖς ὀφθαλµοῖς φλέβες µεγάλαι, καὶ περιττώ µατα πλείω, µετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ, καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερµαινόντων. εἰ δὲ καὶ ὑγραίνοιντο, πολὺ δή που µᾶλλον, ἡνίκα καὶ πλῆθος ἴσχουσι περιττωµάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε καὶ θερµότη-τος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωµατικὴ, καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερµαινόντων βλαπτοµένη. νότος δ’ αὐτοῖς πολέµιος ἀεί. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ µὴν οὐδ’ ἐγρηγορέναι δύνανται µέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς, ἅµα τε κωµατώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ µὲν εἴη τοῦ συµµέτρου θερµότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει µὲν τὰ τῆς θερµῆς κράσεως γνωρίσµατα, µιχθήσονται δ’ αὐτοῖς ἀµυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ µὲν ὑγρότερος, ὀλίγῳ δὲ θερµότερος, ἐναργῆ µὲν ἔσται καὶ σφοδρὰ τὰ τοῦ ὑγρότητος, ἀµυδρὰ δὲ τὰ τῆς θερµότητος γνωρίσµατα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅµα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν, ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ µεµνῆσθαι τοῦ κατ’ ἀρχὴν διορισµοῦ, προσεπιλογιζόµενον, ὅσον ἐκ τῆς τῶν χυµῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’ αἱ τοιαῦται κράσεις ἄφλεβοί τε τὰ κατὰ τοὺς ὀφθαλµούς εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίµως βλάπτονται· διὸ καὶ ἀνωµάλως ὑγιαίνουσι, ποτὲ µὲν κουφότατοι τὰς κεφαλὰς, ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ κορύζαις ἐπὶ σµικροῖς αἰτίοις ἑτοίµως ἁλισκόµενοι. αἱ δ’ αἰσθήσεις αὐτῶν ἐν νεότητι µὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄµεµπτοι τὰ πάντα, προϊοῦσι δὲ ἀποµαραίνονται ταχέως, καὶ, συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι µὲν ἀνέρχονται µόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι δὲ τῷ χρόνῳ, κρατούσης µὲν ἐπὶ πλέον τῆς ψυχρότητος ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔµπαλιν δὲ, εἰ συµβαίη τὴν ξηρότητα µὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος, τὴν ψυχρότητα δὲ τῆς θερµότητος ὀλίγον, οἱ τοιοῦτοι φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωµατώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωµατι-κοὺς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν, εὐαλώτους τε κατάῤῥοις καὶ κορύζαις. οὐ µὴν οὐδὲ φαλακροῦνται οἱ τοιοῦτοι. ταυτὶ µὲν οὖν ἐστι τὰ σηµεῖα τῶν ἐγκεφάλου κράσεων. ἐξ αὐτῶν δ’ ὁρµώµενος ἐφ’ ἕκαστον ὄργανον αἰσθήσεως ἴσθι τὰς διαγνώσεις µεταφέρων.

11. ᾿Αρκέσει δ’ ἐπ’ ὀφθαλµῶν µόνον εἰπεῖν. ὅσοι µὲν ἁπτοµένοις ἐναργῶς εἰσι θερµοὶ, καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερµοὶ σύµπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ µὲν οἱ µαλακοί τε ἅµα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ οἱ αὐχµηροί τε ἅµα καὶ σκληροί. καὶ βλάπτονται µὲν ὑπὸ τῶν ὁµοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ τῶν ἐναντίων τῇ ἐµµέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ πάσῃ διαγνώσει κράσεως ἅπαντος µορίου µεµνῆσθαι προσήκει. µέγεθος δ’ ὀφθαλµῶν ἅµα µὲν εὐρυθµίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν µὲν τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. µικρότης δ’ ὀφθαλµῶν ἅµα µὲν εὐρυθµίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ ὀλίγην µὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλάσθησαν, ἅµα δ’ ἀῤῥυθµίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅµα καὶ φαύλην εἶναι σηµαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ µὲν ὀφθαλµοὶ λάµποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτὸς λαµπροῦ γίνονται περιουσίᾳ, µέλανες δ’ ἔµπαλιν. οἱ δ’ αὖ µεταξὺ κατὰ τὰς ἀνὰ µέσον αἰτίας. γλαυκὸς µὲν οὖν ὀφθαλµὸς ἤτοι διὰ µέγεθος, ἢ λαµπρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα γίνεται· πάντων µὲν ἅµα συνελθόντων, ὁ γλαυκότατος· εἰ δὲ τὰ µὲν αὐτῶν παρῇ, τὰ δὲ µὴ, τὸ µᾶλλόν τε καὶ ἧττον ἐν γλαυκότητι συνίσταται. µέλας δ’ ὀφθαλµὸς ἢ διὰ τὴν σµικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει θέσιν, ἢ ὅτι λαµπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι. τὸ µᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔµπροσθεν εἴρηται. τὸ µὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ πλέον γενόµενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλµόν. ὥσπερ γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ κρυσταλλοειδὲς, εἰ µὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ µαλακώτερον, ὑγρότερον. οὕτως δὲ καὶ εἰ µὲν ὑπερβάλλοι τῆς συµµετρίας τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.

 

12. Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναµνησάντων ἡµῶν, ὡς ἕκαστον µέρος ἤτοι θερµότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαµὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερµοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερµοτάτου. τῆς µὲν οὖν θερµοτέρας ὡς πρὸς τὴν οἰκείαν συµµετρίαν καρδίας σηµεῖα, τὰ µὲν ἀχώριστά τε καὶ οἰκεῖα, µέγεθος ἀναπνοῆς, καὶ σφυγµοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολµία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερµότητος, ὀξυθυµία τε µανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ µάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύµπαν σῶµα θερµὸν ἐπὶ θερµῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ µὴ µεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώµατος τὰ γνωρίσµατα. καὶ µέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερµότητος γνώρισµα, πλὴν εἰ µὴ κᾀνταῦθά ποτε µεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ µὲν τοῦ νωτιαίου µέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι µὲν οἱ σπόνδυλοι τὸ µέγεθος, ἡλίκος ὁ νωτιαῖος µυελός· ὥστε καὶ ἡ ῥάχις ὅλη. συµπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ µετάφρενον αὐτῆς µέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ µὲν µῆκος ἴσον τῷ µεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν µὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύµπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερµότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερµότητι. διὸ καὶ ὅταν µὲν ἐπὶ σµικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, µέγιστον γίνεται γνώρισµα τῆς κατὰ τὴν καρδίαν θερµότητος· ὅταν δ’ ἐπὶ µεγάλῃ σµικρὸς, ἰδικώτατον καὶ τοῦτο σηµεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σηµείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόµενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγµοὶ µικρότεροι τῶν συµµέτρων, οὐ µὴν βραδύτεροί γε ἐξ ἀνάγκης ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ µὲν τοσοῦτον µικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγµοῖς ἀνάλογον· εἰ δὲ µείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σµικροτέρα µόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολµοί εἰσι καὶ µελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σµικρότητος αὐτῆς διοριστέον, ὡς ἔµπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώµατος θερµότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγµοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυµὸν οὐχ ἕτοιµον µὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶµα ξηρότερον, εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σηµεῖα, σφυγµοὶ µαλακοὶ, καὶ ἦθος εὐκίνητον µὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύµπαν σῶµα ὑγρότερον, πλὴν εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.

13. Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερµῆς καὶ ξηρᾶς καρδίας οἱ σφυγµοὶ σκληροὶ καὶ µεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ µεγάλαι τε καὶ ταχεῖαι, καὶ πυκναί. καὶ πολὺ δὴ µᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα, οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιµοι καὶ θυµικοὶ καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήµεροι, καὶ ἰταµοὶ, καὶ ἀναίσχυντοι, καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυµοι καὶ δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώµατος κράσεως, ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔµπρο-σθεν εἰρηµένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἅµα θερµότητι, λάσιοι µὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρηµένων, ἕτοιµοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ µὴν ἄγριός γε ὁ θυµὸς, ἀλλ’ εἰς ὀργὴν µόνον ἕτοιµοι. οἱ σφυγµοὶ δὲ µαλακοί τε καὶ µεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί. καὶ ἡ ἀναπνοὴ, τοῦ µὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ, κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγµοῖς· µικροτέρου δὲ γενοµένου, τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρηµένων, ὅσον καὶ ὁ θώραξ µικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ τὴν κρᾶσιν ἐκτροπῆς γινοµένης, καὶ µάλιστα εἰ κατὰ τὴν ὑγρότητα συµπέσῃ τοῦτο, πρὸς τοῖς εἰρηµένοις ἔτι καὶ τὰ σηπεδονώδη νοσήµατα γίνεται, διαφθειροµένων τε καὶ σηποµένων αὐτοῖς τῶν χυµῶν συµπεσεῖται, καὶ αἱ ἐκπνοαὶ µείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγµοῖς ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας οἱ µὲν σφυγµοὶ µαλακοὶ, τὸ δὲ ἦθος ἄτολµόν τε καὶ δειλὸν, καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ στέρνα, καὶ ἥκιστα µηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ ἕτοιµοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύµπαν σῶµα τοῖς ἔµπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα καρδία τοὺς µὲν σφυγµοὺς σκληροὺς ἐργάζεται καὶ µικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ µὲν ἀνάλογον τῇ ψυχρότητι µικρὸς ὁ θώραξ γένοιτο, σύµµετρον· εἰ δὲ µείζων, ἀραιὰν καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες µέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν µῆνιν. εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα πάντων µάλιστα. περὶ δὲ σµικρότητος τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώµατος ψυχρότητος ὁµοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρηµένοις ἐκεῖνο µεµνηµένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’ ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ µοχθηρῶν ἠθῶν ἐγγιγνοµένων, ἀλλ’ ὑπὲρ τῶν ἐµφύτων ἑκάστῳ λέλεκται.

14. ῞Ηπατος θερµοτέρου γνωρίσµατα, φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων. ἐν δὲ τῷ χρόνῳ τῆς ἀκµῆς καὶ ἡ µέλαινα, θερµότερον αὐτοῖς τὸ αἷµα, καὶ διὰ τοῦτο καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγµα πλεῖον, αἷµα ψυχρότερον, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ψυχροτέρα, εἰ µή τι πρὸς τῆς καρδίας θερµαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ µὲν αἷµα παχύτερόν τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ σκληρότεραι, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ξηροτέρα. ὑγροτέρου δὲ, τὸ µὲν αἷµα πλεῖόν τε καὶ ὑγρότερον, αἱ φλέβες δὲ µαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερµοτέρου δὲ ἅµα καὶ ξηροτέρου ἥπατος γνωρίσµατα, λασιώτατον ὑποχόνδριον, αἷµα παχύτερόν τε ἅµα καὶ ξηρότερον, ἡ ξανθὴ χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκµὴν καὶ ἡ µέλαινα, φλεβῶν εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα. θερµότης µὲν γὰρ ἡ ἐκ καρδίας ὁρµωµένη νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρµωµένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερµότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενοµένης ἀχθῆναι. µεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρηµένων. µᾶλλον µὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερµότητος, ἔτι δὲ µᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ αὕτη τῶν ἐξ ἥπατος ὁρµωµένων ποιοτήτων. εὔδηλον οὖν, ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράµωσιν αἱ τῶν ἀρχῶν ἀµφοτέρων κράσεις, ὅλον ἀκριβῶς τὸ σῶµα κατ’ ἐκείνας διατίθεται. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσµατα. τὸ δὲ ὑγρότερον ἅµα καὶ θερµότερον ἧπαρ ἧττον µὲν τοῦ θερµοτέρου καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷµα, καὶ φλέβας µεγάλας, καὶ τὴν ἕξιν ὑγροτέραν καὶ θερµοτέραν, εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. εἰ δὲ ἐπὶ πλέον ἀµφοτέραις ταῖς ποιότησιν ἐκ τραπείη τοῦ κατὰ φύσιν, ἑτοίµως ἁλίσκεται τοῖς σηπεδονώδεσι καὶ κακοχύµοις νοσήµασιν· ἔτι µᾶλλον, εἰ ἐπὶ πλεῖστον µὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερµόν. εἰ δ’ ἔµπαλιν ἐπ’ ὀλίγον µὲν αὐξη-θείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον δὲ τὸ θερµὸν, ἥκιστα κακόχυµοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον καὶ ψυχρότερον ἧπαρ ἄτριχον µὲν ἔχει τὸ ὑποχόνδριον, αἷµα δ’ ἐργάζεται φλεγµατικώτερον ἅµα φλεβῶν στενότητι, καὶ τὸ σύµπαν σῶµα παραπλησίως ἔχον, εἰ µὴ πρὸς τῆς καρδίας ἐς τἀναντία µετάγοιτο. τὸ δὲ ψυχρότερον καὶ ξηρότερον ἧπαρ ὀλίγαιµόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶµα καὶ ψυχρότερον, ὑποχόνδριόν τε ψιλὸν, εἰ µὴ κᾀνταῦθα νικήσειεν ἡ καρδία.

130Древнегреческий текст приводится по изданию: Ars medica / Ed. C.G. Kühn // Claudii Galeni Opera Omnia. Vol. 1. Leipzig: Knobloch, 1821. P. 224–304 (repr. Hildesheim: Olms, 1964. P. 305–412) (Cod: 16,776: Med.).
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45 
Рейтинг@Mail.ru