bannerbannerbanner
полная версияСочинения. Том 2

Гален
Сочинения. Том 2

Полная версия

6. Λέγειν δὲ ἑπόµενον ἂν εἴη τὰ τῶν ὀργανικῶν. ἐν τούτοις οὖν ὅτι µὲν ἕν τι πάντως ἐστὶ µόριον αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα πάντα χρείαν τινὰ τούτῳ παρέξοντα γέγονεν, ἑτέρωθι δέδεικται. βλαβήσεται δὲ ἡ ἐνέργεια τοῦ παντὸς ὀργάνου µάλιστα µὲν καὶ πρώτως αὐτοῦ τοῦ τῆς ἐνεργείας αἰτίου σώµατος νοσήσαντος, ἤδη δὲ καὶ τῶν ἄλλων ἁπάντων αἱ µείζους διαθέσεις ἐµποδίζουσι τὴν ἐνέργειαν. ὅσαι µὲν οὖν οὐ καθ’ ἑαυτὰς, ἀλλὰ τῷ βλάπτειν δὴ τὸ πρῶτον αὐτῆς ὄργανον ἐµποδίζουσιν, αἰτίαι νοσηµάτων εἰσὶν, οὐκ αὐταὶ νοσήµατα εἰσίν. χωρὶς δὲ τοῦ βλάπτειν τι τὸ πρῶτον τῆς ἐνεργείας µόριον εἰ τὴν ἐνέργειαν ἐµποδίζειν δύναιντο, νοσήµατα ἤδη τὰς τοιαύτας διαθέσεις κλητέον. ἔσονται δὲ, ὡς ἐλέγοµεν, ἤτοι τῆς κατὰ φύσιν ὑπηλλαγµένης διαπλάσεως, ἢ µὴ σωζοµένου τοῦ δέοντος ἀριθµοῦ τῶν µορίων, ἢ τὸ µὴ προσῆκον ἑκάστου φυλάττοντος µέγεθος ἢ ὡς οὐ χρὴ συγκειµένων αὐτῶν. ἐπειδὴ γὰρ ἀπεδείχθη µηδὲν τούτων εἰκῆ γεγονέναι πρὸς τῆς φύσεως, ἀλλὰ πάνθ’ ἕνεκα τοῦ βέλτιον ἢ ἀσφαλέστερον ἐνεργεῖν τὸ σύµπαν ὄργανον, ἀνάγκη πᾶσα καὶ τὰς βλάβας αὐτῶν, ὅσαι µὲν ἤτοι κωλύουσιν ὅλως ἐνεργεῖν ἢ ἐµποδίζουσιν αὐτὰ, νοσήµατα νοµίζεσθαι, τὰς δ’ εἰς τὴν βλάβην τοῦ πρώτου τῆς ἐνεργείας µορίου διαφερούσας αἰτίας νοσηµάτων, ὡς ἀρτίως εἴρηται, προσαγορεύεσθαι.

7. Διὰ τοῦτ’ οὖν οἵ τε βλαισοὶ καὶ ῥαιβοὶ καὶ οἱ λείας ἔχοντες τὰς βάσεις χεῖρον ἐνεργοῦσι τοῖς σκέλεσιν ἁµαρτίᾳ τοῦ προσήκοντος σχήµατος. οὕτω δὲ καὶ ὅσοι κάταγµα σχόντες οὐκ ὀρθῶς διεπλάσθησαν, οὐδ’ αὐτοὶ καλῶς ἐνεργοῦσι τῷ κώλῳ. κακῶς δὲ καὶ ὅσοι διὰ µέγεθος ἀρθρίτιδος ἐξεστράφησαν, ἢ, τῶν ὀφρύων περιθραυσθεισῶν τῶν κατὰ τὰς διαρθρώσεις, ἑτοίµως ὑπερβαῖνον καὶ ἐκπῖπτον ἔσχον τὸ ἄρθρον, ἢ, πώρου κατ’ αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι, δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν. αὗται µὲν οὖν ἐπίκτητοι κακίαι σχηµάτων. σύµφυτοι δὲ κυουµένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐµποδισθεῖσαν ἐν ἅπαντι µορίῳ τοῦ σώµατος γίγνονται, νοσῶδες ἐκείνῳ τῷ µορίῳ τὸ ζῶον ἐργαζόµεναι. χρὴ γὰρ καὶ τὸ τῆς καρδίας σχῆµα, καὶ τὸ τοῦ πνεύµονος, καὶ τὸ τῆς γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν, καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενοµένης γάρ τινος βλάβης ἀµφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖσθαι τοῦ σύµπαντος ὀργάνου. καὶ µὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ µόρια µέγεθός τε καὶ πλῆθος εἰ µὴ φυλάττοιτο, βλάπτοιτο ἂν ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα νοσήµατα, τὰ µὲν συµφύσει τινὶ, τὰ δὲ ἐµφράξει γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάµενα, τὰ δ’ αὖ αὐαινοµένων τῶν σωµάτων, ἢ στενο-χωρουµένων ὑπό τινος τῶν περικειµένων, ἐµπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε δὲ καὶ αὐτῶν τῶν τοὺς τοιούτους πόρους ἐχόντων σωµάτων ἡ οὐσία σκιῤῥουµένη τε καὶ φλεγµαίνουσα, καὶ σφακελίζουσα, καὶ διαπυϊσκοµένη, καὶ οἰδισκοµένη, καὶ ἄλλως ὁπωσοῦν ἐπίκτητον µέγεθος προσλαµβάνουσα, κᾄπειτα τὸν ὄγκον εἰς τὰς ἐντὸς ἀποχέουσα κοιλότητας, ἐµφράττει τοὺς πόρους, ἑτέρους ὄντας τούτους ἐκείνων τῶν πόρων, ὧν οἱ τῆς προτέρας αἱρέσεως ἡγεµόνες ὑπετίθεντο κατὰ τὴν τῶν πρώτων καὶ ἀπαθῶν στοιχείων σύνοδον γίνεσθαι. τοὺς γὰρ τῶν ἐντέρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ πάντων τῶν τοιούτων ὀργάνων πόρους, τούτους δὴ τοὺς µεγάλους τε καὶ σαφεῖς ἅπαντες ἐναργῶς ὁρῶµεν. εἰ δὲ καὶ διαλανθάνοι ποτὲ τὴν αἴσθησιν ὑπὸ σµικρότητος ὁ τοιοῦτος πόρος, οὐδ’ οὗτος ἐκ ταὐτοῦ γένους ἐστὶν ἐκείνοις τοῖς πόροις, οὓς ἡ προτέρα τῶν αἱρέσεων ὑπετίθετο. κατὰ δὴ τὰς τοιαύτας ἁπάσας διαθέσεις, ἐν αἷς, τῶν σωµάτων αὐτῶν εἰς ὄγκον τινὰ ἀρθέντων, ἀποκλείεσθαί τε καὶ στενοχωρεῖσθαι τοὺς πόρους συµβαίνει, ποτὲ µὲν ἓν ἔσται νόσηµα µόνον, ἡ ἔµφραξις ἡ τὴν ἐνέργειαν βλάπτουσα, ποτὲ δὲ καὶ τοῦτο µὲν, ἀλλὰ καὶ ἡ τῶν σωµάτων διάθεσις ἡ τὴν ἔµφραξιν ἐργασαµένη. µηδεµίαν οὖν ἔχοντος ἰδίαν ἐνέργειαν τοῦ τὸν ὄγκον κεκτηµένου σώµατος, ἓν µὲν τὸ νόσηµα ἔσται τὸ κατὰ τὴν ἔµφραξιν, αἰτία δὲ αὐτοῦ καὶ οὐκ ἔτι νόσηµά ἐστιν ἡ τοῦ τὸν ὄγκον ἔχοντος σώµατος διάθεσις. εἰ µὲν γὰρ ὁ χιτὼν τῆς ἐν τοῖς σιµοῖς τοῦ ἥπατος, εἰ τύχοι, φλεβὸς ὁτιοῦν τοιοῦτον παθὼν ἐστεγνώθη τὸν πόρον, ἐξ οὗ µεταλαµβάνει τὸ αἷµα τὰ ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἀγγεῖα, δύο ἂν οὕτως εἴη νοσήµατα, τό τε τῆς φλεβὸς αὐτῆς, ἣ πέπονθε, καὶ ἡ κατὰ τὸν πόρον ἔµφραξις. ἐµποδίζει γοῦν ἡ µὲν τῆς φλεβὸς διάθεσις αἵµατος χρηστοῦ γένεσιν, ἡ δὲ ἔµφραξις ἀνάδοσιν· ἐνέργεια δ’ ἑκατέρου τούτων ἀναγκαία τῷ ζώῳ. δῆλον γὰρ, ὡς αἱ διαθέσεις αἱ βλάπτουσαι τὰς ἐνεργείας πρώτως αὗται λέγοιντ’ ἂν εἶναι νοσήµατα. τῆς µέντοι φλεβὸς αὐτῆς µηδὲν πεπονθυίας, εἰ διὰ γλίσχρους τινὰς ἢ παχεῖς χυµοὺς σφη-νωθέντας ἐν τοῖς πόροις ἡ ἀνάδοσις βλάπτοιτο, µόνον ἂν τοῦτ’ εἴη νόσηµα κατὰ τὸ σπλάγχνον ἡ ἔµφραξις. οὕτω δὲ καὶ κατὰ τὸ ἔντερον εἰ µὲν ἔµφραξις εἴη µόνον, ἓν ἔσται καὶ τὸ νόσηµα· φλεγµαίνοντος δὲ αὐτοῦ καὶ διὰ τοῦτο ἀποκλείοντος τὴν ἐντὸς εὐρυχωρίαν καὶ κωλύοντος ἰέναι κάτω τὰ περιττώµατα, δύο ἂν εἴη καὶ τὰ νοσήµατα. πολλάκις µὲν γὰρ ὑπὸ νοσήµατος γίγνεται νόσηµα, καθάπερ ἐπί τε τῶν προειρηµένων ἔχει, κᾀπειδὰν ἐπὶ φλεγµοναῖς, ἢ ἐρυσιπέλασιν, ἢ ἕρπησιν, ἢ ἄνθραξιν, ἤ τινι τοιούτῳ ἐπιγένηται πυρετός. ἐνίοτε δὲ τὸ µὲν ἀποτελούµενον ἐνεργείας ἐστὶ βλάβη, καὶ χρὴ καλεῖν αὐτὸ πάθηµά τε καὶ σύµπτωµα, τὸ δ’ αἴτιον αὐτοῦ δηλονότι νόσηµα, καθάπερ ἡ µὲν ἔµφραξις τοῦ µηκέτι ἀναδίδοσθαι τὴν τροφὴν, ἡ κατάψυξις δὲ τῆς δυσαισθησίας αἴτιον ὑπάρχει, νόσηµα οὖσα συµπτώµατος. ὅταν δ’ αὐτὴ µὲν ἡ διάθεσις ἐνέργειαν βλάπτῃ πρώτως, τὸ δ’ αἴτιον αὐτῆς µὴ βλάπτῃ πρώτως, τὴν µὲν διάθεσιν νόσηµα, τὸ δ’ ἐργαζόµενον αὐτὴν αἰτίαν ὀνοµάζειν χρὴ νοσήµατος, ὥσπερ ἐπί τε τῶν γλίσχρων ἔχει χυµῶν καὶ τῆς ἐµφράξεως· αὐτὴ µὲν γὰρ ἡ ἔµφραξις τὸ νόσηµά ἐστιν, οἱ χυµοὶ δὲ αἴτιοι τοῦ νοσήµατος. ἅπαντ’ οὖν ὅσα περὶ τὰς κοιλότητας γίνεται νοσήµατα, ποτὲ µὲν ἐµφραττοµένων ποτὲ δὲ ἀµέτρως εὐρυνοµένων, ὑπὸ τὸ τῆς διαπλάσεως τοῦ µέρους ἀναχθήσεται γένος· ἐµποδίζεται γάρ πως ἐν τούτοις ἅπασιν ἡ φυσικὴ διάπλασις. ἀλλὰ µὲν δὴ καὶ λειότης καὶ τραχύτης οὐδ’ αὗται µαταίως ὑπὸ τῆς φύσεως ἐγένοντο διαπλαττούσης τὰ µόρια. συστήσεται γοῦν κᾀνταῦθα νοσήµατα κατὰ πάντα τὰ µόρια, τοῦ µὲν φύσει λείου τραχυνθέντος, τοῦ δ’ αὖ τραχέος λείου γενοµένου. φανερώτατα δ’ αὐτῶν τοῖς ἰατροῖς ἐστι τά τ’ ἐν τοῖς ὀστοῖς γινόµενα τραχυνοµένοις τε καὶ λειαινοµένοις, αἵ τε τῆς φάρυγγος τραχύτητες ἐργαζόµεναι βῆχας. χρὴ δὲ κᾀνταῦθα γινώσκειν, ὡς ἐνίοτε τὸ σχῆµα τοῦ µορίου βλαβὲν ἐκάκωσεν ἅµα ἑαυτῷ τινα πόρον, οἷόν τι κᾀπὶ τῆς ῥινὸς φαίνεται γιγνόµενον, ἐπειδὰν ὑπὸ πληγῆς βιαίου ποτὲ σιµωθεῖσα στεγνωθῇ τὸν ἐντὸς πόρον εἰς τοσοῦτον, ὡς ἤτοι µηδ’ ὅλως ἢ µόγις ἀναπνεῖν δι’ αὐτοῦ. δῆλον οὖν, ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ µὲν στενοχωρία τοῦ πόρου τὸ νόσηµά ἐστι (πρώτως γὰρ αὕτη τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ἐµποδίζει), προηγουµένη δ’ αὐτῆς αἰτία τῆς ῥινὸς ἡ σιµότης, βλάβη τοῦ κατὰ φύσιν ἐν αὐτῇ σχήµατος ὑπάρχουσα. κατὰ µὲν δὴ τὸ τῆς διαπλάσεως γένος τὸ ἐξιστάµενον τοῦ κατὰ φύσιν εἰς τοσοῦτον, ὡς ἐνέργειαν ἤδη βλάπτειν, αἱ προειρηµέναι διαφοραὶ τῶν νοσηµάτων γενήσονται.

8. Κατὰ δὲ τὸν ἀριθµὸν τῶν ἁπλῶν µορίων, ἐξ ὧν ἕκαστον τῶν ὀργάνων συνίσταται, διτταὶ µὲν αἱ πρῶται διαφοραὶ τῶν νοσηµάτων γενήσονται, ἢ ἐλλείποντός τινος µέρους, ἢ περιττεύοντος· ἐν ἑκατέρᾳ δ’ αὐτῶν ἕτεραι. τῶν µὲν γὰρ περιττευόντων τὰ µὲν ἐκ τοῦ γένους ἐστὶ τῶν κατὰ φύσιν, ὡς εἰ καί τῳ γένοιτο ἕκτος δάκτυλος, ἢ ἐν ὀφθαλµῷ πτερύγιον, ἢ ἐν ῥινὶ βλάστηµα σαρκὸς, ἢ κατ’ ἄλλον τινὰ πόρον ὁτιοῦν τοιοῦτον ἕτερον. ἔσται δὴ καὶ τούτων αὐτῶν τὰ µὲν νοσήµατα, καθάπερ τὸ πτερύγιον (ἐµποδίζει γὰρ, ὅταν ἱκανῶς αὐξηθῇ, τὴν ὄψιν, ἐπισκοτοῦν τῇ κόρῃ), τὰ δ’ αἴτια τῶν νοσηµάτων, ὡς τὰ βλαστήµατα τοὺς πόρους ἐµφράττοντα. πρώτως γὰρ νόσηµα ἡ ἔµφραξίς ἐστιν, ὅτι καὶ πρώτως βλάπτει τὴν ἐνέργειαν. ἔνια δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ὡς ἕλµινθές τε καὶ ἀσκαρίδες, καὶ ὁ ἐν τῇ κύστει λίθος, καὶ τὸ χαλάζιον ἐν ὀφθαλµῷ, καὶ τὸ ὑπόχυµα, καὶ τὸ πύον, ἀκροχορδόνες τε καὶ µελικηρίδες καὶ ἀθερώµατα καὶ στεατώµατα, καὶ ἄλφοι, καὶ λέπραι, καὶ λεῦκαι, καὶ πῶροι, καὶ τὰ ἐν τοῖς ἀποστήµασιν εὑρισκόµενα ἅπαντα. ὅτι δὲ καὶ τούτων ὅσα µὲν ἐνέργειαν ἐµποδίζει πρώτως, νοσήµατα ἐροῦµεν, ὥσπερ τὸ ὑπόχυµα, τὰ δὲ µὴ τοιαῦτα νοσηµάτων αἴτια, πρόδηλον παντί. τῶν δ’ ἐλλειπόντων µορίων τὰ µὲν ὅλα τελέως ἀπόλωλε, τὰ δὲ οἷον ἐξ ἡµίσεως ἀποκέκοπταί τε καὶ κεκολόβωται. κατὰ µὲν δὴ τὴν πρώτην γένεσιν ὡς πάµπολλα γίγνεται τοιαῦτα, πρόδηλον παντί. µετὰ δὲ τὴν ἀποκύησιν ἐξαιρεῖται µὲν ὅλα πολλάκις ὀστᾶ κατά τε τοὺς δακτύλους καὶ τὰ κῶλα καὶ τὴν κεφαλὴν καὶ τὰς πλευράς· ἀφαιρεῖται δὲ καὶ δάκτυλος ἐνίοτε καὶ ποὺς καὶ ἄκρα χεὶρ καὶ κνήµη καὶ πῆχυς· ἐξαιροῦνται δὲ καὶ φλέβες κιρσώδεις καὶ ἀδένες σκιῤῥωθέντες καὶ ὀδόντες τρηθέντες καὶ µὲν δὴ καὶ γαργαρεὼν ἀφαιρεῖται καὶ ἐπίπλοον καὶ πόσθη καὶ αὐτοῦ τι τοῦ αἰδοίου, καὶ πολλάκις γε καὶ σύµπαν αἰδοῖον, ὥσπερ γε καὶ οἱ ὄρχεις. ἐνδακὼν δέ τις ἔναγχος ἐπὶ σπασµῷ µεγάλῳ τοῦ παντὸς σώµατος ἀπέτραγε τῆς γλώττης τὸ πρόσθει, εἶτ’ ἐσώθη µὲν ἐκ τοῦ σπασµοῦ, διαλέγεσθαι δὲ ὁµοίως οὐκ ἠδύνατο. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ κολοβώµατα καλούµενα χειλῶν καὶ ῥινῶν καὶ ὤτων, καὶ ὅσα ἑτέρων σαρκωδῶν µορίων ἢ ἀποσπασθέντα σφοδρῶς, ἢ διασαπέντα τελέως ἐξετµήθη. κατὰ πάσας γὰρ τὰς τοιαύτας περιστάσεις ὁ κατὰ φύσιν ἀριθµὸς οὐ συµπεπλήρωται τῶν µορίων, ἢ ἑνὸς ἢ δυοῖν ἢ καὶ πολλῶν λειπόντων καὶ ἤτοι τελέως ἀπολωλότων ἢ ἐκ µέρους ἀφῃρηµένων. ὅσα µὲν δὴ τῶν τοιούτων ἐνεργείας ἐµποδίζει κατὰ τὸν ἑαυτῶν λόγον, ἐν τῷ τῶν νοσηµάτων γένει τετάξεται· τὰ δ’ ἤτοι καταψύχοντά τι µόριον ἕτερον ἐνεργείας ἀπεργαστικὸν ἢ τροφὴν ἐλλιπῶς ἐπάρδοντα νοσηµάτων αἴτια· τινὰ δὲ ἄµφω συλλαβόντα ἔχει καὶ τὴν ὡς αἰτίου χώραν καὶ τὴν ὡς νοσήµατος, οἷον καὶ γαργαρεὼν, ὁπόταν ἕως βάσεως ἐκτµηθεὶς καὶ τὴν φωνὴν παραβλάπτῃ καὶ ψύχῃ τὰ κατὰ τὸν πνεύµονά τε καὶ τὸν θώρακα. ἐπειδὴ γὰρ ἔµαθες ἐν τοῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν λογισµοῖς, ὡς ἁπάντων τῶν τοῦ ζώου µορίων τὰ µὲν εἰς ἐνέργειάν τινα συντελεῖ τῷ παντὶ ζώῳ χρησίµην, τὰ δ’ αὐτὰ µὲν οὐδὲν ἐνεργεῖ, χρείαν δέ τινα τοῖς ἐνεργοῦσι παρέχεται, δῆλον ὡς καὶ τὰς βλάβας αὐτῶν, τὰς µὲν εἰς ἐνέργειαν ἄντικρυς διαφερούσας νοσήµατα ἐρεῖς πρώτως εἶναι τῶν τοῦ ζώου µορίων, τὰς δὲ εἰς χρείαν τινὰ νοσηµάτων αἰτίας. ὥσθ’ ὅσα µόρια διττὰς ἐνεργείας ἢ διττὰς χρείας ἀποτελεῖ, κατὰ µίαν ἐνίοτε βλάβην διττὸν ἕξει λόγον, ἢ νοσήµατος, ἢ αἰτίας. εἰ δέ τι µόριον ἅµα ἄµφω ποιεῖ, χρείαν καὶ ἐνέργειαν, ὥσπερ ἐνίοις εἶναι δοκεῖ καὶ ὁ γαργαρεὼν, ἡ τούτου τοῦ µέρους ἀπώλεια καθ’ ἕτερον µὲν λόγον ἔσται νόσηµα, καθ’ ἕτερον δὲ νοσήµατος αἰτία. δῆλον δὲ, ὡς τῷ λοιπῷ τῷ µένοντι καὶ σωζοµένῳ τὸ νόσηµά ἐστιν, οὐκ αὐτῷ τῷ µηκέτι ὄντι. τῆς γὰρ τοῦ στόµατος εὐρυχωρίας κατ’ ἐκεῖνο τὸ µέρος, οὗ νῦν ἐστι τὸ πάθος, µόριον εἶναι φήσεις τὸν κίονά τε καὶ γαργαρεῶνα προσαγορευόµενον. ὅταν οὖν οὗτος ἀπόληται, λείπει τι τῷ χωρίῳ, καὶ οὕτω τὸ ὅλον ἓν νόσηµά τι γίνεται, µένοντος τοῦ κατ’ ἀρχὰς ὁµολογηθέντος, τοῦ πᾶσαν ἐνέργειαν ὑπὸ νοσήµατος βλάπτεσθαι. ἢ τοίνυν, ὡς οὐκ ἔστι µία τις ἐνέργεια τοῦ ζώου καὶ ἡ φωνὴ, καὶ ἡ εἰσπνοὴ, καὶ ἡ ἐκπνοὴ, δεικτέον ἐστὶν, ἢ, εἴπερ τοῦθ’ οὕτως ἔχει, δῆλον, ὡς ἡ τοῦ κίονος ἀπώλεια νόσον ἐναπεργάζεται τῷ οὐρανίσκῳ. κατὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ ἡ τοῦ ὀδόντος ἀπώλεια νόσηµά ἐστιν τοῦ στόµατος, εἰ µὲν τῶν πρὸς τὴν µάσσησιν ἐπιτηδείων εἴη, κατ’ ἐκεῖνο τὸ µέρος τῆς µασσήσεως βλαβέντος, εἰ δὲ τῶν τοµέων ὀνοµαζοµένων, εἴς τε τὰς ἐδωδὰς καὶ τὰς διαλέξεις ἐµποδίζοντος. οὕτω δὲ καὶ εἰ τῆς γλώσσης ἀποτµηθείη τὸ ἥµισυ, τῷ λειποµένῳ µέρει παρὰ φύσιν ἐστὶ τὸ κεκολοβῶσθαι. κατὰ ταὐτὰ δὲ καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ πᾶσι τοῖς οὕτω παθοῦσι. καὶ εἰ µὴ νόσηµά τις αὐτὸ καλεῖν, ἀλλὰ πάθος ἢ πάθηµα βούλοιτο, περὶ ὀνόµατος, οὐ περὶ πράγµατος ἀµφισβητήσει. δῆλον δὲ, ὡς τῇ µὲν γλώττη, καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ ὅλως ἅπασι τοῖς τοιούτοις κεκολοβωµένοις ὀργάνοις ἐστί τις µείωσις τοῦ µεγέθους ἐν ἅπασι τοῖς εἰρηµένοις νοσήµασιν· αὐτῷ δὲ τῷ ζώῳ µείωσις µὲν οὐκ ἐξ ἀνάγκης ἔσται σαφὴς, ὡς φαίνεσθαι κολοβὸν, ἀριθµὸς δέ τις ἀφαιρεθήσεται µορίων, εἴγε δὴ καὶ ἀρτηρίαι, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρµα ἐνίοτε, καὶ πιµελὴ, καὶ ὑµένες, καὶ σὰρξ ἀφαιρεῖται κατὰ τὰς τοιαύτας διαθέσεις. ἐπὶ µέντοι τοῦ γαργαρεῶνος καὶ τῶν κιρσωδῶν ἀγγείων ἐκτµηθέντων καὶ αὐτῶν τῶν ὀργάνων ἀφαιρεῖταί τις ἀριθµὸς µορίων. καὶ δὴ καὶ τετάξεται τὰ µὲν τοιαῦτα πάντα ὑπὸ τὸν ἀριθµὸν τῶν µορίων ὑπαλλαττοµένων· ὅσων δὲ ὀργάνων ἀφαιρεῖται µέν τι, οὐκ ἐξαιρεῖται δὲ τὰ µέρη, ταῦτα ἐν ἀµφοτέροις οἷον τετάξεται τοῖς γένεσι. καὶ γὰρ ἀριθµὸς ἐνδεῖ τῷ ζώῳ µορίων ἁπλῶν, καὶ µέγεθος ὀργάνου συνθέτου· κεκολόβωται γὰρ τὸ ὅλον. καὶ µὲν δὴ καὶ ὡς ἀµφοῖν τοῖν γενοῖν, τοῦ τε κατ’ ἀριθµὸν καὶ τοῦ κατὰ µέγεθος, ἀνωτέρω τάττειν ἑτέραν ἐγχωρεῖ κατηγορίαν τὴν τοῦ ποσοῦ, παντί που δῆλον, εἴγε δὴ τοῦ ποσοῦ τὸ µὲν διωρισµένον ἐστὶν, ὃ δὴ καὶ ποσὸν ἰδικῶς ὀνοµάζεται, τὸ δὲ συνεχὲς, ὃ δὴ καὶ πηλίκον προσαγορεύεται. ἀλλ’ ἐν τῷ παρόντι σαφέστερον ἔδοξέ µοι διαιρεῖν αὐτὰ οὕτω, κατὰ µὲν τὸν ἀριθµὸν τάξαντι τὴν ἑτέραν διαφορὰν τοῦ ποσοῦ, κατὰ δὲ τὸ µέγεθος τὴν ἑτέραν.

 

9. ᾿Αλλ’ ἐπειδὴ καὶ τὰ κατὰ τοῦτο τὸ γένος εἴρηται νοσήµατα, περὶ τῶν κατὰ τὸ µέγεθος ἢ τὸ πηλίκον τῶν µορίων, ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλοι, διέλθωµεν. ἔστι δὲ οὐ ταὐτὸν τοῦτο τῷ προειρηµένῳ. µένοντος γὰρ τοῦ κατὰ φύσιν σχήµατος τῷ µορίῳ, διαφθειροµένου δὲ τοῦ µεγέθους, ὅταν ἐνέργειά τις βλάπτηται, διὰ τοῦτο νόσηµα ἔσται τοῦ µορίου τὸ συµβεβηκὸς, οἷον εἴ τῳ τηλικαύτη γένοιτο ἡ γλῶττα κατὰ τὴν πρώτην εὐθὺς διάπλασιν, ὡς ἤτοι µηδεµίαν ἔχειν ἀναστροφὴν ἐν τῷ στόµατι διὰ τὸ µέγεθος, ἢ διὰ σµικρότητα µὴ ψαύειν ἁπάντων αὐτοῦ τῶν µερῶν. ἐπὶ δὲ τῶν ἤδη τετελειωµένων αἱ µὲν παρὰ φύσιν ἐπαυξήσεις τῶν µορίων οὐ πάνυ τι φαίνονται συνεχῶς γιγνόµεναι, µειοῦνται µέντοι πολλάκις, καὶ καλεῖται τὸ νόσηµα πρὸς µὲν ἐνίων ἀτροφία, πρὸς ἄλλων δὲ φθίσις τοῦ µέρους. αἱ δὲ ἐπαυξήσεις τῶν µορίων ἔν τε τοῖς ὑπερσαρκοῦσιν ἕλκεσι γίγνονται κᾀν τῷ καλουµένῳ πριαπισµῷ. Νικοµάχῳ δὲ τῷ Σµυρναίῳ πᾶν ἀµέτρως ηὐξήθη τὸ σῶµα, καὶ οὐδὲ κινεῖν ἔτι δυνατὸς ἦν ἑαυτόν· ἀλλὰ τοῦτον µὲν ὁ ᾿Ασκληπιὸς ἰάσατο. γλῶσσαν δέ τινος ἐπιπλεῖστον αὐξηθεῖσαν ἐθεασάµεθα χωρὶς ἁπάσης ὀδύνης, ὥστε µήτ’ οἴδηµα δοκεῖν εἶναι, µήτε σκίῤῥον, µήτε φλεγµονήν· οὔτε γὰρ ἐκοιλαίνετο ὑπὸ πιεζόντων, οὔτ’ ἀναίσθητος ἦν, οὔτ’ ὠδυνᾶτο, ἀλλ’ αὐτὸ τοῦτο µόνον αὔξησίς τις ἄµετρος ὑπῆρχεν, οὐδὲν τῆς οὐσίας αὐτῆς τοῦ µορίου βεβλαµµένης. οὕτω δὲ καὶ ὄρχεις καὶ µαστοὶ τοῖς µὲν ἀµφότεροι, τοῖς δὲ ἀµέτρως ὁ ἕτερος ηὐξήθη. καὶ ἡ καλουµένη δὲ χοιρὰς τούτου τοῦ γένους ἐστὶ, δυσχρηστίαν οὐ µικρὰν ἐν ταῖς ἐνερ-γείαις, ὅταν ἀµέτρως αὐξηθῆ, παρεχοµένη. καὶ µὲν δὴ καὶ αἱ τῶν κανθῶν ἀµετρίαι τούτου τοῦ γένους εἰσίν·ὀνοµάζεται δὲ ἡ µὲν ἐπὶ πλέον αὔξησις ἐγκανθὶς, ἡ µείωσις δὲ ῥυάς. τοιαῦται µὲν δή τινες καὶ τούτου τοῦ γένους τῶν νοσηµάτων αἱ διαφοραί.

10. Τῆς δὲ συνθέσεως τῆς κατὰ φύσιν ὑπαλλαττοµένης, γίνεται νοσήµατα, παρὰ µὲν τὴν θέσιν ἐν ταῖς ἐξαρθρήσεσί τε καὶ παραρθρήσεσι κἀν ταῖς ἐντεροκήλαις τε καὶ ἐπιπλοκήλαις ὀνοµαζοµέναις, παρὰ δὲ τὴν πρὸς τὰ παρακείµενα µόρια µὴ κατὰ φύσιν ὁµιλίαν σύνδεσµός που χαλασθεὶς, ἢ συνταθεὶς, ἢ ἀποῤῥαγεὶς ἐµποδίζει τὴν ἐν ἐκείνῳ τῷ µορίῳ κίνησιν τῆς διαρθρώσεως. ἐν τούτῳ τῷ γένει καὶ οἱ τῆς γλώττης εἰσὶν ἄµετροι δεσµοὶ, καὶ οἱ τῶν αἰδοίων, ἐφ’ οἷς ἡ µὲν εἰς τὸ διαλέγεσθαί τε καὶ µασσᾶσθαι ἱκανῶς ἐµποδίζεται, τὸ δὲ αἰδοῖον ἐν τῷ κατασπείρειν εἰς τὸ θῆλυ πόῤῥω καὶ κατὰ εὐθὺ προπέµπειν ἀδυνατεῖ τὸ σπέρµα, διεστραµµένου τοῦ πόρου. καὶ µὲν δὴ καὶ αἱ συµφύσεις αἱ παρὰ φύσιν ἢ χειλῶν ἑλκωθέντων, ἢ βλεφάρων, ἢ δακτύλων, ἢ ἕδρας, ἤ τινος ἑτέρου τοιούτου ταύτης εἰσὶν τῆς διαφορᾶς. τοιαῦται µὲν δὴ καὶ αἱ τοῦ παρὰ τὴν σύνθεσιν τῶν µορίων γένους ἰδέαι τῶν νοσηµάτων.

11. Λοιπὸν δέ ἐστι καὶ πέµπτον γένος νοσήµατος, ἡ τῆς ἑνώσεως λύσις, εἴτ’ οὖν ἐν ἑνί τινι τῶν ἁπλῶν γένοιτο µορίων τῶν ὁµοιοµερῶν ὀνοµαζοµένων, εἴτε κᾀν τοῖς συνθέτοις, ὅθεν καὶ µικρῷ πρόσθεν ἐν τοῖς κοινοῖς ἑκατέρων τῶν µορίων νοσήµασι ἐµνηµονεύσαµεν αὐτῆς. ὅπου γὰρ διασπᾶται σύνδεσµος ἢ ἀρτηρία, κοινὸν τὸ πάθηµά ἐστι καὶ τοῦ παντὸς ὀργάνου καὶ αὐτοῦ τοῦ διασπασθέντος µορίου. λέλυται γὰρ ἑκάτερον τῆς συνεχείας, τὸ µὲν ὅλον, µηκέτι συναπτοµένων αὐτοῦ µηδ’ ἑνουµένων τῶν µορίων, αὐτὸ δὲ τὸ διασπασθὲν οὐκ ἔτι µένον ἓν, ἀλλὰ δύο γενόµενον. εἰ µέντοι µὴ διασπασθείη τελέως, ἀλλ’ ἐκ µέρους τινὸς, οὐκ ἔτι τοῦτο τοῦ παντὸς ὀργάνου τὸ νόσηµά ἐστι, πλὴν εἰ µὴ κατὰ συµβεβηκὸς, ὅτι µόριον αὐτοῦ πέπονθεν, ἀλλ’ αὐτοῦ µόνον τοῦ πεπονθότος ἴδιον ἐξαίρετον. ὀνοµάζεται δὲ κατὰ µὲν ὀστοῦν ἡ τῆς συνεχείας λύσις κάταγµα, κατὰ δὲ τὰ σαρκώδη πάντα κοινῶς ἕλκος. τὸ δὲ ῥῆγµα καὶ τὸ σπάσµα τοῦ µὲν αὐτοῦ γένους ἐστί· συνίσταται δὲ τὸ µὲν ἐν σαρκώδει, τὸ δὲ ἐν νευρώδει µορίῳ, τῶν ἐν αὐτοῖς ἰνῶν διασπασθεισῶν ὑπὸ βιαίας τινὸς θλάσεως, ἢ ἐξαιφνιδίου τε καὶ ἀθρόας τάσεως. τὰ δὲ ἀποσπάσµατα καλούµενα µόνων τῶν ὀργανικῶν ἐστι µορίων ἴδια παθήµατα. αὗται µὲν αἱ σύµπασαι διαφοραὶ τῶν ἁπλῶν νοσηµάτων.

12. ᾿Επὶ δὲ τὰς συνθέτους ἤδη µετιέναι καιρὸς ἀπὸ τῶν ὁµοιοµερῶν αὖθις ἀρξαµένους σωµάτων. ἔσται δὴ κατὰ µὲν τὴν προτέραν ὑπόθεσιν ἐξ εὐρύτητός τε καὶ στεγνώσεως πόρων νόσηµά τι σύνθετον, οὐχ ἑκάστου τῶν κατὰ µέρος πόρων ἀµφότερα πάσχοντος. ἀλλὰ ἐναλλὰξ, τῶν µὲν στεγνουµένων, τῶν δ’ εὐρυνοµένων σωµάων, ὡς µηδὲν µᾶλλον εὐρύτητα πόρων ἢ στέγνωσιν ἔχειν αἰτιᾶσθαι κατὰ τὸ σύµπαν ὁµοιοµερὲς σῶµα, µηδ’ εἶναί τι λαβεῖν αἰσθητὸν αὐτοῦ µέρος, ᾧ θάτερον ὑπάρχει µόνον, ἀλλ’ αἰεὶ τὸ λαµβανόµενον ἅπαν ὑπ’ ἀµφοτέρων συνέχεσθαι. κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν ἐπὶ µὲν ταῖς ποιότησι µόναις ἐξισταµέναις τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ τῶν ὁµοιοµερῶν σωµάτων ἔσται σύνθετα νοσήµατα τέτταρα, θερµὸν ἅµα καὶ ξηρὸν, καὶ θερµὸν ἅµα καὶ ὑγρὸν, καὶ ψυχρὸν ἅµα καὶ ξηρὸν, καὶ ψυχρὸν ἅµα καὶ ὑγρόν· οὐσίας δέ τινος ἐπιῤῥυείσης αὐτοῖς, ὁµοίως ἕτερα τέτταρα, τὰς αὐτὰς τῶν ποιοτήτων ἔχοντα συζυγίας. ἐπεὶ δὲ καὶ ἡ τῆς συνεχείας διαίρεσις οὐκ ἐν τοῖς συνθέτοις µόνον ὀργάνοις, ἀλλὰ καὶ ἐν τοῖς ἁπλοῖς ἐγγίνεται σώµασιν, ἐπιπλακήσεταί ποτε καὶ ἥδε τοῖς τε νῦν εἰρηµένοις συνθέτοις νοσήµασι κατ’ ἀµφοτέρας τὰς ὑποθέσεις καὶ τοῖς εὐθὺς ἐν ἀρχῇ τοῦ παντὸς λόγου γεγραµµένοις τοῖς ἁπλοῖς. οὐ γὰρ ἀδύνατον ἡλκῶσθαί τε ἅµα καὶ ξηρότερον εἶναι τοῦ κατὰ φύσιν ἢ ὑγρότερον ἢ ψυχρότερον ἢ θερµότερον τὸ µόριον, οὐδ’ ἡλκῶσθαι µὲν ἅµα καὶ ὑγρότερον ὑπάρχειν, οὐχὶ δὲ καὶ θερµότερον εἶναι. τά γ’ οὖν ἡλκωµένα τε ἅµα καὶ φλεγµαίνοντα µόρια τριχῇ τοῦ κατὰ φύσιν ἐξίστα-ται, διὰ µὲν τὴν ἕλκωσιν ἀπολλύντα τὴν ἕνωσιν τῶν οἰκείων µορίων, ὅτι δὲ φλεγµαίνει, θερµότερά τε καὶ ὑγρότερα τοῦ κατὰ φύσιν ἀποτελούµενα. τὸν γὰρ δὴ ὄγκον τὸν ἐν αὐτοῖς, ὅταν µὲν ἐπὶ τοσοῦτον αἴρηται µέγεθος, ὡς βλάπτειν τι δι’ αὐτὸ τοῦτο τὴν ἐνέργειαν, ἤδη νόσηµα νοµιστέον, ἄλλως δὲ σύµπτωµά τε καὶ πάθηµα µόνον, ὥσπερ καὶ τὴν ὀδύνην. ἅπαντ’ οὖν τὰ φλεγµαίνοντά τε ἅµα καὶ ἡλκωµένα σώµατα τριχῇ µὲν ἐξ ἀνάγκης, τετραχῇ δ’ ἔστιν ὅτε νοσεῖ, φλεγµονὴν ὀνοµαζόντων ἡµῶν δηλονότι νῦν οὐ τὴν οἷον φλόγωσιν τῶν µορίων, ὥσπερ ἦν ἔθος τοῖς παλαιοῖς, ἀλλὰ τὸν ἐρυθρόν τε καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν ὄγκον. οὕτω δὲ καὶ τοῖς ἐρυσιπέλασι συµπίπτει πόθ’ ἕλκη. τοῖς µὲν γὰρ ἄνθραξιν ἀδύνατον ἄλλως συστῆναι, µέσα δὲ τούτων ἐστὶ τὴν φύσιν ἕρπητές τε καὶ καρκῖνοι, τὰ πολλὰ µὲν ἅµα τοῖς ἕλκεσιν, ἔστιν ὅτε δὲ καὶ χωρὶς ἐκείνων συνιστάµενα. σύνθετα γοῦν ἐστι τὰ τοιαῦτα πάντα νοσήµατα, κᾂν χωρὶς ἕλκους γίγνηται· καθ’ ἕνα µὲν τρόπον, ὅτι πάντα περιττῆς ὑγρότητος ἤτοι θερµῆς ἢ ψυχρᾶς ἐστιν ἔγγονα, χολῆς µὲν ξανθῆς ἐρυσίπελας, µελαίνης δὲ καρκῖνος, αἵµατος δὲ φλεγµονὴ, καὶ φλέγµατος οἴδηµα· καθ’ ἕτερον δὲ, διότι τῶν εἰρηµένων χυµῶν, εἰ καὶ κατὰ τὴν ἰδέαν ὑγροὶ σύµπαντες εἰσὶν, ἀλλὰ τήν γε δύναµιν οὐχ ὑγροί· ὁ µὲν γὰρ τῆς µελαίνης χολῆς ξηρὸς καὶ ψυχρός· ὁ δὲ τῆς ξανθῆς ξηρὸς καὶ θερµός· ὁ δὲ τοῦ φλέγµατος ὑγρὸς καὶ ψυχρός· ὑγρὸν δὲ καὶ θερµὸν τὸ αἷµα· κατὰ δ’ αὖ τρίτον τρόπον, ὅτι πάντα ἀλλήλοις ἐπιπλέκεται, καὶ σπάνιόν ἐστιν εὑρεῖν ἕκαστον αὐτῶν εἰλικρινές. ἀναµέµικται γὰρ ὡς τὰ πολλὰ ταῖς µὲν φλεγµοναῖς ἢ ἐρυσιπελατῶδες, ἢ οἰδηµατῶδες, ἢ σκιῤῥῶδές τι, τοῖς δ’ ἐρυσιπέλασιν ἢ φλεγµονῶδες, ἢ οἰδηµατῶδες, ἢ σκιῤῥῶδες, καὶ τῶν ἄλλων ὁµοίως ἑκάστῳ. σύνθετα τοίνυν γίγνεται πολυειδῶς ἅπαντα τοιαῦτα νοσήµατα· καὶ ῥηθήσεται περὶ αὐτῶν ἐπὶ πλέον ἔν τε τῷ περὶ τῶν νοσερῶν αἰτίων γράµµατι, καὶ ἐν τῷ µετ’ αὐτὸ, τῷ τῶν νοσωδῶν συµπτωµάτων, καὶ πρὸς τούτοις ἔτι διὰ τῆς θεραπευτικῆς πραγµατείας, ἧσπερ ἕνεκα σύµπαντα ταῦτα γράφεται.

13. Νυνὶ δὲ, ἐπειδὴ τὸν τρόπον αὐτῶν τῆς ἐπιπλοκῆς εἴποµεν, ἐπὶ τὰ τῶν ὀργάνων ἤδη µετέλθωµεν νοσήµατα, δεικνύντες ὅπως καὶ ταῦτα γίγνεται σύνθετα. πρῶτον δ’ ἀναµνῆσαι χρὴ τοῦ κατ’ ἀρχὰς ῥηθέντος, ὡς ἔστιν ἕτερα µὲν τῶν πρώτων σωµάτων τῶν ὁµοιοµερῶν, ἕτερα δὲ τῶν ὀργανικῶν τε καὶ συνθέτων τὰ νοσήµατα, φλεγµονὴ µὲν τῶν πρώτων, ἐξάρθρηµα δὲ τῶν ὀργανικῶν. ὅταν οὖν ἐξαρθρήσῃ τε ἅµα καὶ φλεγµήνῃ τι κῶλον, αὐτοῦ µὲν πρώτως ἐστὶ τοῦ σύµπαντος ὀργάνου νόσος ἡ ἐξάρθρησις, ἡ φλεγµονὴ δὲ οὐ πρώτως, οὐδ’ ἰδίως, ἀλλὰ κατὰ συµβεβηκός. ἐπειδὴ γὰρ ἑνὸς ἑκάστου τῶν µορίων αὐτοῦ νόσηµά ἐστιν ἡ φλεγµονὴ, κατὰ συµβεβηκὸς ἂν εἴη καὶ τοῦ σύµπαντος ὀργάνου τὸ νόσηµα. καὶ µὲν δὴ καὶ ὀφθαλµία φλεγµονὴ µέν ἐστι τοῦ ἐπιπεφυκότος ὑµένος τῷ κερατοειδεῖ, κατὰ συµβεβηκὸς δὲ τοῦ ὀφθαλµοῦ νόσηµα. συµβαίνει δέ ποτε, τοῦ κερατοειδοῦς χιτῶνος ἕλκος ἔχοντος βαθὺ, κᾄπειτα διαβρωθέντος ὅλου, προπεσεῖν µέν τι τοῦ µετ’ αὐτὸν τοῦ ῥαγοειδοῦς ὀνοµαζοµένου, παρασπασθῆναι δὲ καὶ τὴν κόρην· καὶ τούτων ἕκαστον τῶν τριῶν ὀφθαλµοῦ πάθηµα νοµίζεται. καίτοι τὸ µὲν ἑλκωθῆναί τε καὶ διαβρωθῆναι τοῦ κερατοειδοῦς ἦν µόνου, τὸ δὲ προπεσεῖν τοῦ ῥαγοειδοῦς, τὸ δὲ παρασπασθῆναι τῆς κόρης. ἀλλ’, ὡς εἴρηται, τὰ τῶν ὁµοιοµερῶν σωµάτων νοσήµατα τοῦ σύµπαντος ὀργάνου κατὰ συµβεβηκός ἐστι. καὶ τοίνυν, ἐπειδὰν µὲν ἓν ὁτιοῦν ἐξ αὐτῶν νοσῇ σύνθετον νόσηµα, τοῦ σύµπαντος ὀργάνου καὶ τοῦτο ἔσται νόσηµα κατὰ συµβεβηκός· ἐπειδὰν δὲ πλείω µὲν, ἀλλ’ ἕκαστον ἑνὶ κατέχηται νοσήµατι, σύνθετον ἂν εἴη οὕτως τὸ νόσηµα τοῦ σύµπαντος ὀργάνου. ἔστω γὰρ, εἰ τύχοι, κατὰ τὸν ὀφθαλµὸν (οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις) ἅµα µὲν πτερύγιον, ἅµα δὲ ὀφθαλµία, καὶ διάβρωσις τοῦ κερατοειδοῦς, καὶ πρόπτωσις τοῦ ῥαγοειδοῦς, καί τις ἀρχὴ γενέσεως ὑποχύµατος. ὅτι µὲν οὐχἓν οὐδ’ ἁπλοῦν ἐστι τὸ νόσηµα, πρόδηλον παντί. καλέσει δ’ ὁ µέν τις αὐτὸ σύνθετον ὀφθαλµοῦ νόσον, ὁ δέ τις οὐδεµίαν σύνθετον, ἀλλὰ πολλὰ νοσήµατα ἐρεῖ κατὰ τὸν ὀφθαλµὸν ὑπάρχειν ἐν διαφόροις αὐτοῦ µέρεσι συνεστῶτα. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὴν τῆς θεραπευτικῆς ἐνδείξεως ποικιλίαν, ἧσπερ ἕνεκα τὰ τοιαῦτα σύµπαντα ζητοῦµεν, εἴθ’ ἓν εἴη σύνθετον, εἴτε πολλὰ µαχοµένης ἰάσεως δεόµενα. ῥηθήσεται δὲ δηλονότι περὶ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασιν. εἰς δὲ τὸν νῦν ἐνεστῶτα λόγον ἀπόχρη τό γε τοσοῦτον ἐνδείξασθαι καὶ δηλῶσαι, τὸ πιθανῶς ἂν ἑκατέρους δοξάζειν, τούς τε πολλὰ νοσήµατα κατὰ τὸν ὀφθαλµὸν ὑπάρχειν ὑπολαµβάνοντας, τούς τε, καθάπερ ἓν τὸ πάσχον ὄργανον, οὕτω καὶ τὸ νόσηµα ἓν εἶναι νοµίζοντας, σύνθετον δὲ, ὅταν, ὡς εἴρηται, πλείονα µόρια πεπόνθῃ κατ’ αὐτόν. ὥσπερ οὖν τῶν ἁπλῶν νοσηµάτων τὸ µὲν αὐτοῦ πρώτως ἦν νόσηµα τοῦ σύµπαντος ὀργάνου, καθάπερ τὸ ὑπόχυµα, τὸ δὲ κατὰ συµβεβηκὸς, ὡς ἡ τοῦ κερατοειδοῦς ἕλκωσις, οὕτω καὶ τῶν συνθέτων νοσηµάτων ἴδια µὲν ἔσται τοῦ σύµπαντος ὀργάνου τὰ πολλοῖς αὐτοῦ µορίοις ἅµα διοχλοῦντα, κατὰ συµβεβηκὸς δὲ τὰ καθ’ ἕν τι µόριον ἐν αὐτῷ συνιστάµενα νοσήµατα σύνθετα, καθάπερ ἡ ὀφθαλµία, φλεγµονὴ τοῦ ἐπιπεφυκότος ὑµένος ὑπάρχουσα. σύνθετον γὰρ ἐδείκνυτο πάθος ἡ φλεγµονή· προσγινοµένου δὲ ἕλκους κατὰ τὸν αὐτὸν τοῦτον ὑµένα, πολὺ µὲν ἂν οὕτω γε µᾶλλον ἐν συνθέτῳ νοσήµατι τὸ µόριον εἴη, λέγοιτο δ’ ἂν οὐδὲν ἧττον καὶ αὐτὸς ὁ σύµπας ὀφθαλµὸς ὑπὸ συνθέτου νοσήµατος ἔχεσθαι. τὰ µὲν δὴ τοιαῦτα κατὰ συµβεβηκὸς ὅλων τῶν ὀργάνων ἐστὶ νοσήµατα σύνθετα· τὰ δ’ ἐκ τοῦ πολλὰ µόρια πεπονθέναι καθ’ ἕνα χρόνον αὐτῶν τῶν ὀργάνων ἐστὶ πρώτως νοσήµατα σύνθετα, καὶ µᾶλλον εἰ καὶ τῶν κατὰ µέρος ἕκαστον τῶν ἁπλῶν µὴ κατά τι συµβεβηκὸς, ἀλλὰ πρώτως εἴη τοῦ σύµπαντος ὀργάνου νόσηµα, καθάπερ ἐν ὀφθαλµῷ πτερύγιον, ὑπόχυµα, ῥυάς. ἕκαστόν τε γὰρ τούτων ἴδιόν ἐστιν ὀφθαλµοῦ νόσηµα, καὶ πάνθ’ ἅµα γιγνόµενα σύνθετον ὀφθαλµοῦ νόσον ἰδίαν ἐργάζεται. τοιαύτῃ τις ἂν χρώµενος µεθόδῳ πάντα ἐξευρίσκοι τὰ σύνθετα νοσήµατα τῶν ὅλων ὀργάνων. ἐµοὶ δὲ ἐπεξέρχεσθαί τε καὶ συντιθέναι πάντα περιττὸν ἐδόκει. µεµαθηκώς τις γὰρ τά θ’ ἁπλᾶ νοσήµατα πάντα καὶ τὸν τρόπον αὐτῶν τῆς συνθέσεως, ἱκανὸς ἂν εἴη γυµνάζειν ἑαυτὸν ἐν τοῖς κατὰ µέρος· ὡς τό γ’ ἀναγνῶναι µόνον εἰσάπαξ, ὅσα γέγραπται κατὰ τόδε τὸ βιβλίον, οὐδὲν ὄφελος, εἰ µὴ µέλλοι τις ἐν αὐτοῖς ἐπὶ πλεῖστον γυµνάζεσθαι.

 
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45 
Рейтинг@Mail.ru