bannerbannerbanner
полная версияСочинения. Том 2

Гален
Сочинения. Том 2

Полная версия

ΓΑΛΗΝΟΥ ΤΩΝ ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ ΘΕΡΑΠΕΥΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Β[160]

1. Περὶ δὲ τῶν καθ’ ἕκαστον µέρος τοῦ σώµατος παθῶν, ὦ Γλαύκων, ἑξῆς ἐροῦµεν ἀπὸ φλεγµονῆς ἀρξάµενοι. καὶ γὰρ πλειστάκις αὕτη γίνεται καὶ πλείστας ἔχει διαφοράς· καὶ πάσαις αὐταῖς πυρετοὶ πυφύκασιν ἕπεσθαι. κοινὸν µὲν οὖν ἁπάσαις ἡ ἄµετρός ἐστι θερµασία καὶ οἷον φλόγωσις, ὅθεν περ καὶ τὸ τῆς φλεγµονῆς ὄνοµα κατ’ αὐτῶν ἐπιφέρειν ἔθος ἦν τοῖς παλαιοῖς. ἰδίαν δὲ καθ’ ἑκάστην εὕροις ἄν τινα διαφορὰν, ἐξ ἧς τό τε εἶδος αὐτῆς γνωριεῖς καὶ τῆς προσηκούσης εὐπορήσεις ἰάσε-ως. ἑτέρως µὲν γὰρ ἕρπητας, ἑτέρως δ’ ἐρυσιπέλατα, ἑτέρως δὲ φύγεθλα καὶ τἄλλα τῶν φλεγµονῶν εἴδη θεραπεύσεις. ὥστε πάλιν ἡγεῖται κᾀνταῦθα διαγινώσκειν ὀρθῶς τὰ πάθη δύνασθαι. καί σοι πειράσοµαι τοῦτο πρῶτον γράψαι, διελόµενος ἐξ ἀρχῆς περὶ τῶν κατὰ τὰς φλεγµονὰς πάσας διαφορῶν. πρώτη µὲν οὖν διαφορὰ φλεγµονῆς ἐστι, καθ’ ἣν τὴν µὲν αὐτῆς ὑγρὰν, τὴν δὲ ξηρὰν εἶναι συµβέβηκεν. ὑγρὰν µὲν ἥτις ἂν ἐκ ῥεύµατος θερµοῦ τὸ µόριον καταλαµβάνοντος γίγνηται· ξηρὰν δ’ ὅταν µηδενὸς ἐπιῤῥυέντος τὴν σύµφυτον θερµασίαν ἐκπυρωθῆναι συµβῇ. τοῦτο δὲ µέχρι µέν τινος οἷον πυρετός ἐστι τοῦ µορίου· ἐπειδὰν δὲ εἰς ἄµετρον ἤδη θερµότητα καὶ ξηρότητα προήκῃ, φθορὰ καὶ νέκρωσις παντελὴς γίγνεται, ὅθεν οὐδ’ εἰς πλείω τέµνεσθαι πέφυκεν, ὥσπερ ἡ ἑτέρα διαφορὰ καθ’ ἣν ἐπιῤῥεῖν τινας χυµοὺς ἐλέγοµεν τῷ µέρει. πολλὰ γὰρ τὰ ταύτης εἴδη· αἵµατος µὲν γὰρ ἐπιῤῥυέντος ἕτερον· χολῆς δὲ ξανθῆς ἕτερον· ἀµφοῖν δ’ ἅµα τρίτον ἄλλο. καὶ µὲν δὴ καὶ καθ’ ἕκαστον αὐτῶν ἢ σεσηπός ἐστιν ἤδη τὸ ἐπιῤῥέον ἢ ἐν τῷ µορίῳ σφηνούµενον σήπεται· καὶ ἤτοι παχὺ τὴν σύστασιν ἢ λεπτὸν ἢ χρηστὸν ἢ δριµύ. αἵµατος µὲν οὖν χρηστοῦ καὶ συµµέτρου τῷ πάχει ῥυέντος εἴς τι µόριον ἀθρόως καὶ διὰ τὸ πλῆθος σφηνωθέντος, ὀδύνη σφοδρὰ καταλαµβάνει τὸν ἄνθρωπον, ἤν γε µὴ παντελῶς δυσαίσθητον ᾖ τὸ µόριον· καὶ σφυγµὸς ἀνιαρὸς ἐν τῷ βάθει καὶ τείνεσθαι πάντῃ νοµίζει καὶ θλᾶσθαι τὸ µόριον καὶ θερµασίας αἰσθάνεσθαι πλείονος, ὡς διακαίεσθαι δοκεῖν καὶ ἀναψύχεσθαι ποθεῖν· καὶ ἔρευθος ἐπανθεῖ τοιοῦτον, οἷον τοῖς λελουµένοις ἢ παρὰ τῷ πυρὶ θαλφθεῖσιν ἤ πως ἄλλως θερµανθεῖσι. τοῦτο τὸ πάθος τὴν τοῦ γένους ὅλου προσηγορίαν ἀπηνέγκατο καὶ καλεῖται φλεγµονὴ, ἄλλοις παραπλησίως πολλοῖς εἴδεσι λαµβάνουσι τὸ τοῦ γένους ἐπιφερόµενον ὄνοµα. καὶ γίνεται συνεχῶς ἐπὶ πάσῃ σχεδὸν προφάσει· καὶ γὰρ καὶ τρώσεσι καὶ σπάσµασι καὶ θλάσµασι καὶ ῥήγµασι καὶ τοῖς ἐκ τῶν γυµνασίων καµάτοις, ἐξαρθρήµασί τε καὶ κατάγµασι καὶ τοῖς αὐτοµάτοις ἕλκεσιν ἐπιγίγνεται· καὶ χωρὶς δὲ τούτων ἁπάντων, ὅταν εἰς ἄµετρον χυµῶν πλησµονὴν αἱ φλέβες ἀφίκωνται, τότε τὸ περιττὸν ἀποχέουσιν εἴς τι χωρίον, ὃ ἂν ἐπιτηδειότατον ᾖ τηνικαῦτα δέξασθαι· πάντως δὲ τοῦτο τῶν ἄλλων ἢ ἀῤῥωστότερόν ἐστιν ἢ µανώτερον ἢ ἕλκειν ἑτοιµότερον ἢ ἀκινητότερον, ἐξ ἡστινοσοῦν αἰτίας, εἰς ταύτας ἀχθὲν τὰς διαθέσεις. οὐ γὰρ τοῦτό γε νῦν πρόκειται λέγειν. χολὴ δὲ ξανθὴ ἡνίκα µὲν τὴν ἑαυτῆς φύσιν σώζουσα σὺν τῷ αἵµατι φέρεται πανταχόσε τοῦ σώµατος, ἴκτερος τὸ πάθος καλεῖται. µόνης δ’ ἀποκριθείσης καὶ κατά τι µόριον ἱσταµένης, ἕρπης ὀνοµάζεται· εἰ µὲν δὴ παχεῖα τὴν σύστασιν εἴη, πᾶν ἑλκοῖ µέχρι τῆς ὑποκειµένης σαρκὸς τὸ δέρµα, καὶ καλεῖ τούτους ῾Ιπποκράτης ἕρπητας ἐσθιοµένους. εἰ δὲ λεπτοτέρα εἴη, τὸ ἐπιπολῆς µόνον ὥσπερ ἐπικαίει καὶ τοῦτο τὸ εἶδος ἀπηνέγκατο τὴν τοῦ γένους προσηγορίαν, ἁπλῶς τε καὶ χωρὶς προσθήκης ἕρπης ὀνοµασθέν. τῶν γὰρ ἄλλων δυοῖν εἰδῶν τὸ µὲν ἤδη προειρηµένον ἐσθιόµενος ἕρπης ὀνοµάζεται, θάτερον δὲ τὸ λοιπὸν κεγχρίας, ὅτι καὶ τούτῳ συµβέβηκε, φλυκταίνας µικρὰς καὶ πολλὰς ἐπιπολῆς τοῦ δέρµατος ἐπεγείρειν, κέγχροις ἐοικυίας. γίνεται δ’ ὁ τοιοῦτος ἕρπης ὑπὸ χολῆς µὲν καὶ αὐτὸς, ἀλλ’ ἧττον δριµείας καὶ θερµῆς ἢ οἱ πρόσθεν. εἰ δ’ ἐξ αἵµατος καὶ ξανθῆς χολῆς θερµοτέρων τοῦ δέοντος µικτὸν εἴη τὸ ῥεῦµα, ἢ ἐξ αἵµατος µὲν, ζέοντος δὲ καὶ λεπτοτάτου τὴν σύστασιν, ἐρυσίπελας τὸ πάθος καλεῖται, θερµότερον πολλῷ τῆς φλεγµονῆς τοῦτο καὶ ξανθότερον ἰδέσθαι. καὶ εἰ ἅψαιο, ῥᾳδίως ὑποτρέχει τὸ αἷµα καὶ αὖθις ἐπιῤῥεῖ, λεπτὸν ἀκριβῶς καὶ ἐρυθρὸν φαινόµενον, οὐ µὴν οὐδ’ ὀδυνᾶται ὁµοίως τῇ φλεγµονῇ τοῦτο. καὶ κατ’ οὐδὲν δὲ τῶν τῆς φλεγµονῆς εἰδῶν οὔτε σφυγµὸν οὔτε θλῖψιν οὔτε τάσιν ὁµοίαν ἐπιφέρει, ἀλλ’ ἔσθ’ ὅτε καὶ πάνυ µετρίως ἐνοχλεῖ καὶ µάλισθ’ ὅταν κατὰ µόνου τοῦ δέρµατος ἐκχυθῇ, µηδὲν ἀδικοῦν τὴν ὑποκειµένην σάρκα· καὶ µὲν δὴ καὶ γίνεται τοιοῦτον ὡς τὰ πολλὰ καὶ τοῦτό ἐστι τὸ ἀκριβὲς ἐρυσίπελας. ὡς τό γε καὶ τῆς ὑποκειµένης ἁπτόµενον σαρκὸς οὔτ’ ἐξ ἀκριβῶς λεπτοῦ γίνεται τοῦ ῥεύµατος οὔτ’ ἐρυσίπελάς ἐστι µόνον, ἀλλ’ ἤδη µικτὴ διάθεσις ἐξ ἐρυσιπέλατός τε καὶ φλεγµονῆς, ἐπικρατεῖ δ’ ἐν αὐτῇ ποτὲ µὲν τὰ τοῦ ἐρυσιπέλατος ἴδια συµπτώµατα, καὶ καλεῖται τὸ τοιοῦτον πάθος ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐρυσίπελας φλεγµονῶδες· ποτὲ δὲ τὰ τῆς φλεγµονῆς, καὶ ὀνοµάζουσιν αὐτὸ τηνικαῦτα φλεγµονὴν ἐρυσιπελατώδη. εἰ δὲ τὰ µηδετέρου ἐπικρατοίη σαφῶς, ἀλλ’ ἶσα φαίνοιτο, φλεγµονὴ καὶ ἐρυσίπελας µεµίχθαι λέγεται. τὸ µὲν οὖν ἀκριβὲς ἐρυσίπελας αὐτοῦ τοῦ δέρµατος µόνου πάθος ἐστίν. οὐ µὴν ἥ γε φλεγµονὴ µόνων τῶν ὑποκειµένων τῷ δέρµατι µορίων, ἀλλὰ µάλιστα µὲν τούτων, ἐνίοτε δὲ καὶ τοῦ δέρµατος. καὶ ἔστιν αὐτὴ τἄλλα µὲν ὀδυνηρὰ τῆς ἑτέρας οὐδὲν ἧττον, ἄπεστι δ’ αὐτῆς ὁ σφυγµός. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷµα θερµὸν ἱκανῶς ᾖ καὶ παχὺ, καθ’ ὅτι ἂν µόριον ἀθρόον ἐπιῤῥυῇ, τοῦτο καῦσαν ἕλκος ἐσχάραν ἔχον εἰργάσατο. τὸ πέριξ δ’ αὐτοῦ πᾶν εἰς φλεγµονὴν ἐξαίρει, ζέουσάν τε καὶ δεινῶς ἐπώδυνον. ὀνοµάζεται δὲ τὸ τοιοῦτον πάθος ἄνθραξ. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷµα µέλαν ᾖ καὶ παχὺ καὶ ἰλυῶδες καὶ ζέον, οἷόν περ τὸ προειρηµένον, ἅµα δὲ καὶ ἰχῶράς τινας λεπτοὺς µεµιγµένους ἔχῃ, φλυκταίνας ἐπιπολῆς τοῦ δέρµατος ἀνίστησιν, ὁµοίας ταῖς ἀπὸ πυρὸς ὧν ἐκρηγνυµένων τὸ ἐσχαρῶδες ὑπ’ αὐταῖς ἕλκος εὑρίσκεται· καὶ ἔστιν ἄνθραξ ἤδη καὶ τοῦτο. τὰ µὲν οὖν τῆς φλεγµονῆς εἴδη τοσαῦτα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πάθους διαιρούµενα. πολλὰ δ’ ἂν ἴσως δόξειέ τις παραλελεῖφθαι τῷ πλήθει τῶν ὀνοµάτων ἐξαπατώµενος, οἷον βουβῶνάς τε καὶ φύµατα καὶ φύγεθλα καὶ ὀφθαλµίας καὶ περιπνευµονίας καὶ πλευρίτιδας καὶ ἄλλα πολλὰ τῶν ὁµοίως ὀνοµαζοµένων. ἅπαντα γὰρ ταῦτα φλεγµοναὶ µέν τινές εἰσιν, ἐν οἷς πρόσθεν εἶπον εἴδεσι περιεχόµεναι, διαφόρου δ’ αὐτῶν ἕκαστον ἔτυχε προσηγορίας, τῶν πρώτως θεµένων αὐτὰς σύνθετον νόησιν αὐτοῦ τε τοῦ πάθους καὶ τοῦ δεδεγµένου ἅµα µέρους αὐτὸ, δι’ ἑνὸς ἑρµηνεῦσαι βουληθέντων ὀνόµατος. ἔστι γὰρ ὁ µὲν βουβὼν καὶ τὸ φῦµα καὶ τὸ φύγεθλον ἀδένων παθήµατα. βουβὼν µὲν ἡ φλεγµονή· φῦµα δὲ τὸ ταχέως αὐξόµενον καὶ πρὸς ἐκπύησιν ἐπειγόµε-νον· φύγεθλον δὲ τὸ λεγόµενον φλεγµονῶδες ἐρυσίπελας ἢ ἐρυσιπελατώδης φλεγµονή. οὕτω δὲ καὶ ὀφθαλµία µὲν ἡ τοῦ πεφυκότος ὑµένος τῷ κερατοειδεῖ φλεγµονή· πλευρῖτις δ’ ἡ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑµένος· συνάγχη δὲ φάρυγγος· ἡ περιπνευµονία δὲ τοῦ πνεύµονος· ἑκάστου τε τῶν ἄλλων ἀνάλογον. τὰς µὲν οὖν ἐν τοῖς φαινοµένοις µέρεσι τοῦ σώµατος φλεγµονὰς ἕτοιµον γνωρίζειν· τὰς δ’ ἐν τοῖς ἀφανέσιν, αἳ καὶ τοὺς πυρετοὺς ἐπιφέρουσι πάντως, οὐκέθ’ ὁµοίως· ἀλλ’ ἐµοὶ µὲν δοκεῖ γνώµης τε πάνυ λεπτῆς ἡ τοιαύτη δεῖσθαι διάγνωσις, ἐµπειρίας τε τῆς φύσεως τῶν µορίων, ἣν ἐξ ἀνατοµῆς τε ἅµα καὶ ἀκριβοῦς ἐπιστήµης ἐνεργειῶν τε καὶ χρειῶν ποριζόµεθα· περὶ µὲν δὴ τούτων ἐν ἑτέραις εἴρηται πραγµατείαις. νῦν δ’ οὐκέτ’ ἐγχωρεῖ, προστιθέναι τὸν περὶ τούτων λόγον, ἐξαίφνης σοι προσπεσούσης ἀναγκαίας ἀποδηµίας. ὅπως δ’ ἄν τις τὰς ἐν τοῖς φαινοµένοις µορίοις συνισταµένας φλεγµονὰς κάλλιστα ἰῷτο, τοῦτό σοι πρῶτον δίειµι τὴν ἀρχὴν ἀπὸ τοῦ πολλάκις τε γιγνοµένου πάθους καὶ δι’ αὐτὸ τοῦτο ὅλου τοῦ γένους τὴν προσηγορίαν ἀπενεγκαµένου ποιησάµενος. ἐφ’ οὗ τοῦτο πρῶτον ἁπάντων φηµὶ χρῆναι σκοπεῖν, ὅπερ κᾀν τοῖς ἄλλοις ἅπασι µεγίστην ἔχει δύναµιν, ἐξευρεῖν τὴν πρόφασιν τοῦ νοσήµατος.

2. ῎Εστι γοῦν µία τις πρόφασις τῶν φαινοµένων φλεγµονῶν, οὐ πάνυ τι λανθάνουσα τὸ καλούµενον ῥεῦµα, πλὴν εἴποτε συνδράµοι ταῖς δι’ ἄλλην τινὰ πρόδηλον αἰτίαν δοκούσαις γεγονέναι. ἡνίκα µὲν γὰρ οὐδεµιᾶς ἐκείνων προηγησαµένης ἐξαίφνης ἐφλέγµηνε τὸ µόριον, ἡ µὲν ἐργασαµένη τὸ πάθος αἰτία ῥεῦµα καλεῖται, τὸ πάθος δ’ αὐτὸ ῥευµατικὴ διάθεσις. καὶ χρὴ µάλιστ’ ἐπὶ τῶν τοιούτων φλεγµονῶν τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι. τὰ γὰρ ἐν αὐταῖς ἁµαρτήµατα δυσιάτους ἢ καὶ παντάπασιν ἀνιάτους ἐργάζεται τὰς διαθέσεις. µέγιστα δ’ ἁµαρτήµατα δύο ταῦτα, τό τε µηδεµίαν ὅλου τοῦ σώµατος πρόνοιαν ποιεῖσθαι καὶ τὸ θερµαίνειν µὲν καὶ ὑγραίνειν ἔτι τὸ µέρος. ἄµφω δ’ οἱ πολλοὶ τῶν ἰατρῶν ἁµαρτάνουσι. τινὲς µὲν γάρ εἰσιν ἐκ τῆς µεθοδικῆς αἱρέσεως ἀναπεπεισµένοι καὶ τὰς φλεγµονὰς ἁπάσας στεγνὰ πάθη νοµίζοντες καὶ χαλᾷν αὐτὰς ἡγούµενοι δεῖν. εἰσὶ δ’ οἳ καὶ ἀλόγως τε καὶ ἀσκέπτως ἐκείνοις ἕπονται, µίαν ἀπολογίαν τοῦ κακῶς ποιεῖν ἔχοντες τὸ σὺν πολλοῖς ἁµαρτάνειν. ἀλλ’ οὔτε τῶν δογµατικῶν ἰατρῶν τις οὔτε τῶν ἐµπειρικῶν οὕτως ἐγίγνωσκεν. ἀλλ’ ὅπερ ὅ τε λόγος ὑπαγορεύει καὶ ἡ πεῖρα, τὸ µὲν ὅλον σῶµα κενοῦν ταῖς ἐνδεχοµέναις κενώσεσι συµβουλεύουσιν, αὐτὸ δὲ τὸ φλεγµαῖνον µέρος ἐπιβρέχειν τε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι µὲν τὸ ἐπιῤῥέον δυναµένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόµενον ἐν τῷ πεπονθότι τόπῳ· τόνον δὲ καὶ ῥώµην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι µορίοις. εἰς ἃ δὲ χρὴ βλέποντας κενοῦν, εἴρηται µὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἔτι δι’ ὀλίγων ὑποµνήσοµεν· ὥστε κᾀν τοῖς ἑξῆς ἅπασι µεµνηµένον σε µηκέτι δεῖσθαι καθ’ ἕκαστον πάθος ἀκούειν τοὺς ἐνδεικνυµένους σκοποὺς τὰς κενώσεις. ἡλικίαν µὲν οὖν καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν καὶ τὴν ῥώµην τοῦ κάµνοντος καὶ τὴν ἕξιν καὶ τὸ ἔθος καὶ αὐτὴν τὴν τοῦ νοσήµατος ὑπόθεσιν ἐπιβλέπειν ἐφάσκοµεν δεῖν. ἐκ τούτων γὰρ, ὅτε χρὴ κενοῦν ἢ µὴ κενοῦν καὶ ὅθεν καὶ ὅπως, εὑρεθήσεται, οἷον ἐπὶ τῆς προκειµένης διαθέσεως· εἰς γόνυ φερέσθω τὸ ῥεῦµα καὶ τοῦτ’ ἐπὶ πλεῖστον ἀθρόως ἐξαιρέσθω. φαινέσθω δέ σοι καὶ τὸ σύµπαν σῶµα µεστὸν αἵµατος καὶ ἡ δύναµις τοῦ νοσοῦντος ἰσχυρὰ καὶ ὁ καιρὸς τοῦ ἔτους ἔαρ ἔστω καὶ τὸ χωρίον εὔκρατον καὶ ὁ νοσῶν µειράκιον ἢ νεανίσκος, οὗτος αἵµατος κενώσεως τῆς ἐκ τῶν ἄνω χωρίων δεῖται καὶ χρὴ τεµεῖν αὐτοῦ τῶν ἐν ἀγκῶνι φλεβῶν, ἤτοι τὴν ἐντὸς ἢ τὴν µέσην. εἰ δὲ τῶν ἄνωθέν τι ἐπεπόνθει, κάτωθεν ἀπάγειν τοῦ αἵµατος. ἀεὶ γὰρ εἰς τοὐναντίον τὴν τοῦ ῥεύµατος ὁρµὴν ἀντισπᾷν ξυµφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζώου καὶ λεπισµάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειµένῳ· κάλλιστον γὰρ τοῦτό γ’ ἔν τε τοῖς τοιούτοις καὶ πάνθ’ ὅσων δεόµεθα δρᾷν δυνάµενον. ἀποκρούεται γὰρ τὸ ἐπιῤῥέον καὶ ξηραίνει τὸ περιεχόµενον καὶ ῥώννυσι τὰ πέριξ µόρια. καὶ ἄλλα δὲ µυρία φάρµακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστί σοι συντιθέναι. ὧν τὴν µέθοδον τῆς συνθέσεως ἐν τοῖς περὶ φαρµάκων µεµάθηκας. ὅθεν κᾀγὼ καθ’ ἕκαστον ἕν τί σοι παραγράψω καὶ ὑπόµνηµά τε ἅµα καὶ παράδειγµα τῆς τῶν ἄλλων δυνάµεως ἐσόµενον. εἰ µὲν δὴ µὴ σφοδρῶς ὀδυνῷντο, τοῖς τοιούτοις χρῆσθαι· σὺν ὀδύνῃ δὲ µείζονι τοῦ ῥεύµατος ἐµπεσόντος οὐ χρὴ µὲν οὐδ’ οὕτως οὐδ’ ὕδωρ θερµὸν οὔτ’ ἔλαιον οὔτε τὰ διὰ τῶν πυρίνων ἀλεύρων προσφέρειν καταπλάσµατα. πολέµια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευµατικαῖς διαθέσεσι, κᾂν εἰ παραχρῆµα δόξειε ῥᾳστώνην τινὰ φέρειν. ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραµυθήσασθαι τὸ σφοδρὸν τῆς ὀδύνης, ὅσα διὰ γλυκέος τε καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐν ἀµφοῖν τετηκότος σύγκειται. χρὴ δὲ καὶ ταῦτ’ ἀναλαµβάνειν ἐρίοις ῥυπαροῖς, οἴσυπον ὡς πλεῖστον ἔχουσι καὶ θέρους µὲν ψυχρά· χειµῶνος δὲ χλιαρὰ προσφέρειν. οὕτω δὲ καὶ τὰ καταπλάσµατα δι’ ἀρνογλώσσου καὶ φακῆς καὶ ἄρτου καὶ ῥοδίνου. µικρὸν δ’ ὑπεράνω τῶν πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον οἴνῳ στρυφνῷ βεβρεγµένον ἢ ὕδατι ψυχρῷ· κάλλιον δ’ εἰ καὶ ὄξους ὀλίγον ἔχοι. καὶ εἰ µὲν ἐπὶ τοιούτοις ἀξιόλογός τις ὠφέλεια γένοιτο καὶ µηδαµοῦ πῦον ὑποφαίνοιτο, τοῖς πρὸς τὰ ῥεύµατα µαλθακοῖς ἐµπλάστροις δεῖ χρῆσθαι· κάλλιστα δ’ αὐτῶν, ὅσα ξηραίνειν τε ἅµα καὶ ἀπωθεῖσθαι δύναται τὸ ἐπιῤῥέον αἷµα χωρὶς ὀδύνης. ὥστε τά γε συντείνοντα σφοδρῶς καὶ διὰ τοῦτο ὀδυνῶντα πλεῖον ἀδικεῖ τοῖς ἀλγήµασιν ἢ ὠφελεῖ ξηραίνοντα. τοιοῦτον οὖν εἶναι χρὴ τὸ φάρµακον, οἷόν ἐστι τὸ σύνηθες ἡµῖν τὸ διὰ τῆς χαλκίτεως ἀνιέµενον ῥοδίνῳ. εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ βρέχων ἔξωθεν ἐπιβάλλοις αὐτῷ, πλέον ὀνήσεις. ὑποφαινοµένου δὲ κατὰ τὸ µόριον πύου, καταπλάττειν µὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που. καὶ ἄµεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον. παραπλέκειν δ’ ὁµοίως τι κᾀν τούτοις ἢ ὄξους ἢ οἴνου. καὶ διελόντα καὶ κενώσαντα τὸ πῦον φυλάττεσθαι µὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ. καὶ εἰ ἀπονίψαι ποτὲ δέοι τὸ τραῦµα, µελικράτῳ τε ἢ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνοµέλιτι χρηστέον. ἐπιτιθέναι δ’, εἰ µὲν ἔτι φλεγµαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασµα. µὴ φλεγµαίνοντος δὲ τῶν τε ἄλλων φαρµάκων τι τῶν ἐµπλαστῶν, οἷς ἐπὶ ταῖς τοιαύταις τοµαῖς χρώµεθα καὶ οὐχ ἥκιστά γε τῷ διὰ τῆς χαλκίτεως. ἐπιτιθέναι δὲ κατ’ αὐτῶν ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βρέχοντας στρυφνῷ. µὴ παρόντος δὲ τοῦ στρυφνοῦ, τῷ ὕδατι µίξαντας ὄξους τοσοῦτον, ὡς πίνειν δύνασθαι, τούτῳ βρέχειν. ἐπιτήδειοι δ’ εἰς ταῦτα καὶ ὅσοι θαλάττης ἔχουσιν οἶνοι. καὶ αὐτὸς δ’ ἂν ἐπὶ τοῦ καιροῦ τεχνήσαιο, µιγνύων ἁλῶν τῷ παρόντι τῷ δὲ τραύµατι µηδὲν τῶν λιπαινόντων φαρµάκων προσφέρειν, οἷον τό τε Μακεδονικόν ἐστι καὶ τὸ τετραφάρµακον καλούµενον· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι. οὕτω µὲν ἰᾶσθαι δεῖ τὰς ἐπὶ ῥεύµατι φλεγµονάς.

 

3. Τὰς δ’ ἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειν τε καὶ θερµαίνειν οὐδὲν κωλύει. καὶ εἰ ἐκπυῆσαι βουληθείης αὐτὰς, καταπλάττειν ἀλεύρῳ πυρίνῳ δι’ ἐλαίου τε καὶ ὕδατος ἡψηµένῳ. καὶ εἴποτε καὶ ἀποσχάζειν δεήσειεν, οὐδὲ τοῦτο χρὴ δεδιέναι. τὰς δ’ ἐπὶ τοῖς ῥεύµασιν εἰ ἀποσχάσαις, µέγα τι κακὸν ἐργάσῃ καὶ µάλιστ’ εἰ κατ’ ἀρχάς. ὅσαι γὰρ αὐτῶν χρόνου πλείονος οὖσαι µετά τε τὴν τοῦ παντὸς σώµατος κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητάς τινας ἢ µελανότητας ἐν τοῖς µέρεσιν ὑπολειποµένας ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵµατος οὐδὲν ἄτοπον· οὔτε γὰρ φλεγµονὰς τάς γε τοιαύτας ἔτι νοµιστέον· ὥσπερ οὐδὲ ἐρυσίπελας ἔτι τὸ ἤδη πελιδνόν. καὶ γὰρ οὖν καὶ τοῦτο κατὰ τὰς ἀρχὰς µὲν ψύχειν χρὴ καὶ µάλισθ’ ὅταν ἄνευ φανερᾶς γένηται προφάσεως. ἡνίκα δ’ ἤδη τὸ ζέον ἄπεστιν αὐτοῦ, καὶ σχάσαι συµφέρει καὶ καταπλάσαι θερµῷ τῷ κριθίνῳ καὶ κηρωτὴν καὶ ἄλλο τι φάρµακον ἐντιθέναι τῶν διαφορούντων. οὐ µὴν ἀπό γε φλεβὸς αἷµα τῶν γε τοιούτων κενοῦν ἀναγκαῖον, ἀλλ’ αἱ διὰ τῆς κοιλίας ὑποκαθάρσεις ἀρκοῦσι. διδόναι δὲ φάρµακον, ὃ χολὴν ξανθὴν ἄγει. µικροῦ δ’ ὄντος τοῦ παθήµατος οὐδὲ τοῦτ’ ἀναγκαῖον, ἀλλ’ ἀρκεῖ κλύσαι δριµεῖ. τὰ δ’ ἐφ’ ἕλκεσιν ἐρυσιπέλατα καὶ ὅσα οὕτω φανερὰς ἔχει τὰς αἰτίας, οὐδ’ εἰ παραχρῆµα βούλοιο καταπλάττειν ἀλεύρῳ κριθίνῳ καὶ µάλιστα καὶ προαποσχάσας, οὐδὲν βλάψεις. τὰς δὲ φλεγµονὰς τὰς ἐρυσιπελατώδεις καὶ τὰ φλεγµονώδη τῶν ἐρυσιπελάτων ἰᾶσθαι, µικτὴν µὲν ὡς οἷόν τε ποιούµενον τὴν ἐπιµέλειαν, ἐναντιούµενον δ’ ἀεὶ τῷ µᾶλλον κρατοῦντι. καὶ βουβώνων δὲ καὶ φυµάτων καὶ φυγέθλων παραπλησίαν ταῖς ἐν τοῖς ἄλλοις µέρεσι γιγνοµέναις ὁµοίαις διαθέσεσι τὴν ἐπιµέλειαν ποιεῖσθαι, πλὴν ὅσα δριµυτέρων φαρµάκων ἐπὶ τοῖς αὐτοῖς παθήµασιν ἀνέχεσθαι πεφύκασιν, ὡς ἀδένες. τοὺς δ’ ἕρπητας τὰ µὲν περὶ τὴν τοῦ σώµατος ὅλου κένωσιν ὁµοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι προσήκει· τὰ δὲ περὶ τὴν αὐτοῦ τοῦ πεπονθότος µέρους οὐκ ἔθ’ ὁµοίως. ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόµενοι ψύχεσθαι µὲν ἐθέλουσιν, ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν· οὐ µὴν ὅσα γε σὺν τῷ ψύχειν καὶ ὑγραίνειν φάρµακα πέφυκε, ταῦτά γ’ ἔτι φέρουσιν, ἀλλὰ µόνον τῶν ψυχόντων προσίενται τὰ ξηραίνειν µάλιστα δυνάµενα. µὴ τοίνυν µήτε θριδακίνην αὐτοῖς µήτε πολύγονον µήτε τὸν ἀπὸ τῶν τελµάτων φακὸν ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ψύλλιον ἢ ἀνδράχνην ἢ σέριν ἢ ἀείζωον ἤ τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναµένων προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα. ἀλλὰ µήτε σπόγγῳ ποτὲ θαῤῥήσῃς ὕδατι ψυχρῷ βεβρεγµένῳ µήτε στρύχνῳ, καίτοι καὶ τοῦτο ξηραίνειν τε καὶ ψύχειν πέφυκεν, ἀλλὰ µετρίως. οἳ δ’ ἄρα σφοδροτέρας ἢ κατὰ τὸν στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς χρὴ κατ’ ἀρχὰς µὲν ἕλικας ἀµπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου. µετὰ δὲ ταῦτα τήν τε φακῆν µιγνύειν δεῖ καὶ µελιτός ποτε καὶ ἀλφίτων καὶ τὸ προγεγραµµένον πρὸς τὰς ἐκ ῥεύµατος φλεγµονὰς κατάπλασµα, περιελὼν αὐτοῦ τὸ ἀείζωον. αὐτὰ δὲ τὰ ἡλκωµένα κατάχριε φαρµάκοις τοῖς πρὸς ἕρπητας ἐπιγεγραµµένοις ἐν ταῖς φαρµακίτισι βίβλοις. πολλὰ δ’ ἐστὶ ταῦτα παρὰ πᾶσι καὶ εἰς κυκλίσκους ἀναπλάττεται τὰ πλεῖστα καὶ δεῖται χρωµένους ἀνίεσθαι γλυκεῖ. µὴ παρόντος δὲ γλυκέος, οἴνῳ λεπτῷ τε καὶ λευκῷ καὶ ὑποστύφοντι, οἷος ὅ τε Φαλερῖνος καὶ ὁ Μασσαλιώτης καὶ ὁ Σαβῖνος καὶ ᾿Αδριανὸς καὶ ᾿Αρσύϊνος, µηδέπω µηδὲν ἐν τῇ γεύσει δριµὺ διὰ παλαιότητα κεκτηµένοι. καὶ ὀξυκράτῳ δ’ ὑδαρεῖ ποτε χρησάµενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ καὶ χρονιζοµένων τῶν ἑλκῶν µήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους µήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων δ’ ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί· µάλιστα µὲν οἱ µέλανες, εἰ δ’ ἀποροῦµεν αὐτῶν, λευκοί. φάρµακα δ’ ἐν τῷδε τῷ καιρῷ µάλιστα µὲν ἁρµόσει αὐτοῖς, τό τε τοῦ Πολυείδου καὶ Πασίωνος καὶ τὸ Μούσα καὶ τὸ ῎Ανδρωνος, ὅσα τ’ ἄλλα τούτοις ἔοικε. τοὺς δὲ τὰ ἐπιπολῆς µόνον ἑλκοῦντας ἕρπητας, εἰ µὴ πάνυ τι κεχρονικότες εἶεν, οὐδὲν χρὴ καταχρίειν τούτων, καίει γὰρ ἰσχυρῶς καὶ ξηραίνει σφοδρῶς, ἀλλ’ ἀρκεῖ τοῖς τοιούτοις ἕρπησιν, ὅσα κατὰ γλαυκίου δύναµίν ἐστι φάρµακα, λύεσθαι δὲ µάλιστα µὲν ὕδατι. µηδὲν δ’ ἀνύοντος αὐτοῦ καὶ ὄξους παραπλέκειν· εἰ δὲ καὶ στρύχνου δεύσειας χυλῷ ἢ ἀρνογλώσσου, µειζόνως ὠφελήσεις. ἐν δὲ τῷ καθόλου τοῦτό σε γιγνώσκειν χρὴ ἐπὶ παντὸς ἕλκους εἴτ’ αὐτοµάτως εἴτ’ ἀπὸ συµπτώµατος εἴτε καὶ τρωθεῖσιν εἴη γεγενηµένον, ὡς ξηραίνεσθαι µὲν ἀεὶ βούλεται, φαρµάκῳ δ’ ὡς ῾Ιπποκράτης φησὶ µὴ περισκελεῖ τουτέστι µὴ δάκνοντι, µηδ’ ἐρεθίζοντι σφοδρῶς, πλὴν εἰ µὴ κακόηθές τε καὶ µετὰ σήψεως εἴη. τὰ γὰρ τοιαῦτα δριµυτάτων δεῖται φαρµάκων καὶ πυρὶ τὴν δύναµιν ἐοικότων, οἷόν ἐστι τό τε µίσυ καὶ ἡ χαλκίτις καὶ ἀρσενικὸν καὶ τίτανος καὶ σανδαράχη· καὶ γὰρ οὖν καὶ καίει παραπλησίως τῷ πυρὶ τὰ τοιαῦτα φάρµακα· πολλάκις δὲ καὶ τούτων νικωµένων αὐτῷ τῷ πυρὶ χρώµεθα. ταῦτ’ ἆρα καὶ τοῖς καλουµένοις ἄνθραξι κατ’ αὐτῆς τῆς ἐσχάρας, ἔνθα µάλιστα σήπεται τὸ µορίον, ἡ τῶν τοιούτων φαρµάκων ἰδέα πρόσφορος, οὐ µὴν τῷ πέριξ χωρίῳ, λήσεις γὰρ αὐτὸς ἑλκώσας αὐτὰ εἰς µηδὲν δέον, ἀλλὰ τοῖς προειρηµένοις κυκλίσκοις χρηστέον, οἷος ὁ ᾿Ανδρώνιος. εἰ δέ ποτε ἔρευθος ἐπικρατοίη καὶ πολλὴ φλόγωσις, ἀνιέναι χρὴ γλυκεῖ τὸ φάρµακον ἢ ἀρνογλώσσου χυλῷ. εἰ δ’ ὄγκου µέγεθος ὑπάρχει, οἴνῳ µὲν στρυφνῷ τὸ πρῶτον, ἔπειτα δὲ καὶ ὄξει. κα-ταπλάττειν δὲ τῷ τῶν ὀρόβων ἀλεύρῳ δι’ ὀξυµέλιτος· καὶ πρὸ τούτων ἁπάντων εὐθὺς κατ’ ἀρχὰς ἀφαιρεῖν αἵµατος ἱκανὸν, ἤν γε µηδὲν κωλύῃ.

4. Τοιαῦται µέν τινες αἱ τῶν τοιούτων παθῶν ἰάσεις κατὰ γένος· ἐξαλλάττονται δὲ παρὰ τὰς τῶν πεπονθότων ὀργάνων φύσεις. τέτταρες δὲ ἀπὸ τούτων ἐνδείξεις εἰσὶν, ἐκ τῆς κράσεως αὐτῶν, ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ τῆς δυνάµεως. ἐκ µὲν τῆς κράσεως, εἰ τὰ µὲν αὐτῶν ξηρότερα φύσει, τὰ δ’ ὑγρότερα, τὰ δὲ ψυχρότερα, τὰ δὲ θερµότερα γέγονε· καὶ κατὰ συζυγίαν ἢ ὑγρότερα καὶ θερµότερα ἢ ὑγρότερα καὶ ψυχρότερα ἢ ξηρότερα καὶ θερµότερα ἢ ξηρότερα καὶ ψυχρότερα ἢ κατὰ πᾶν εὔκρατα. καὶ χρὴ σκοπὸν εἶναί σοι ἐν ταῖς θεραπείαις τὴν φύσιν τοῦ µορίου. τὸ γὰρ µέχρι πόσου ψυκτέον ἢ ξηραντέον αὕτη διδάσκει. τὰ γὰρ σαρκώδη φλεγµαίνοντα βραχέως δεῖται ξηραίνεσθαι· καὶ µὲν δὴ καὶ ὅσα φλεβώδη, κᾂν ᾖ µᾶλλον τῶν σαρκωδῶν ξηρότερα, ἀλλ’ οὐδ’ αὐτά γε ἱκανῶς. ὅσα δ’ ἀρτηριώδη τὴν φύσιν ἐστὶ µόρια, µᾶλλον ἔτι τῶν φλεβωδῶν καὶ τούτων ἔτι µᾶλλον τὰ νευρώδη, καὶ πολὺ δὴ µᾶλλον τούτων ὅσα χονδρώδη καὶ ὀστώδη. πρὶν γὰρ εἰς τὴν οἰκείαν ἐπανέλθοι φύσιν τὸ µέρος, οὐδέπω τέλος ἡγητέον ἔχειν τὴν ἴασιν. ἐπανάγει δ’ εἰς τὴν ξηροτέραν µὲν κρᾶσιν, ὅσα φύσει ξηρότατα· εἰς δὲ τὴν ψυχροτέραν ὅσα ψυχρότατα. καὶ κατὰ τὰς ἄλλας δὲ δύο ποιότητας ὁµοίως· εἰς δὲ τὸ µέτριον ἐν ἑκάστῃ τὰ µέτρια. οὕτω µὲν αἱ κράσεις τῶν µορίων ποικίλλουσι τὰς τῶν παθῶν θεραπείας. αἱ δὲ διαπλάσεις ὡδί· τὰ µὲν γὰρ ἔνδον αὐτῶν εὐρύτητας ἔχει, τὰ δ’ ἔξωθεν, τὰ δ’ ἑκατέρωθεν, τὰ δ’ οὐδετέρωθεν· οἷον τῶν µὲν ἁπλῶν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ νεῦρα· αἱ µὲν ἐν τοῖς κώλοις ἔνδον αὐτῶν· αἱ δ’ ἐντὸς περιτοναίου καθ’ ἑκάτερα· νεῦρα δὲ τὰ µὲν ἐν τοῖς κώλοις, κατ’ οὐδέτερον· ὅσα δ’ ἐντὸς περιτοναίου, κατὰ θάτερον. τοῖς δὲ σπλάγχνοις σχεδὸν ἅπασιν ἔνδοθέν τε καὶ ἔξωθέν εἰσιν εὐρυχωρίαι µεγάλαι, καὶ προσέτι καὶ ἡ σὰρξ αὐτὴ ἡ µὲν τοῦ πνεύµονος µανή· ἔµπαλιν δ’ ἡ τῶν νεφρῶν πυκνοτάτη· καὶ µετὰ ταύτην ἡ τοῦ ἥπατος. ἡ δὲ τοῦ σπληνὸς εἰς ὅσον πυκνοτέρα τῆς τοῦ πνεύµονος, εἰς τοσοῦτον µανωτέρα τῆς τοῦ ἥπατος. ἐν ἅπασιν οὖν τούτοις ὅσα µὲν οὐδετέρωθεν ἔχει κοιλότητας ἐκδεχοµένας τὸ περιττὸν τοῦ ῥεύµατος, ἰσχυρῶς δεῖται ξηραίνεσθαι, κᾂν µὴ πάνυ ξηρὰ τὴν φύσιν ᾖ, καθάπερ τὰ νεῦρα καὶ µάλιστα τὰ ἐν τοῖς κώλοις. ὅσα δ’ ἔξω τε καὶ εἴσω δύναται χαλάσαι τι τῆς φλεγµονῆς, οὐδὲν δεῖται τά γε τοιαῦτα τῶν ἱκανῶς ξηραινόντων καὶ µάλιστ’ εἰ χαύνην ἔχοι τὴν σάρκα, καθάπερ ὁ πνεύµων. ἡ δ’ ἀπὸ τῆς θέσεως ἔνδειξις οὐδ’ αὐτὴ παροπτέα· δι’ ὧν τε γὰρ χρὴ κενοῦν καὶ ὅπως καὶ ὅθεν, αὐτὴ µάλιστα διδάσκει. τῶν µὲν οὖν ἔτι ἐπιῤῥεόντων ἡ ἀντίσπασις, οὕτω γὰρ ὁ ῾Ιπποκράτης ὀνοµάζει, τῶν δ’ ἤδη κατειληφότων τὸ µόριον ῥευµάτων, ἡ παροχέτευσις ἴαµα. ἄµφω δὲ τὰ εἴδη τῆς κενώσεως διὰ τῶν κοινῶν ποιεῖσθαι κελεύει φλεβῶν. οἷον τὰς ἐπὶ µητρῶν ἀντισπάσεις, εἰ τὴν ἐν ἀγκῶνι τέµνοις φλέβα ἢ παρὰ τοὺς τιτθοὺς σικύας προσβάλλοις ἢ εἰ τὰς χεῖρας θερµαίνοις τε καὶ ἀνατρίψαις καὶ διαδήσαις. παροχετεύσεις δὲ τὰς ἐν ἰγνύαις ἢ σφυροῖς διαιρῶν καὶ σικύας µηροῖς προσβάλλων καὶ θερµαίνων καὶ ἀνατρίβων καὶ διαδῶν τὰ σκέλη. καὶ εἰ µὲν ἡ δεξιὰ µήτρα πεπόνθοι, ἐκ δεξιᾶς χειρὸς καὶ σκέλους ἀπάγων τὸ αἷµα. τῆς δ’ ἀριστερᾶς πεπονθυίας ἐκ τῶν ἐν ἐκείνῃ κατ’ εὐθὺ κώλων. τὸ γὰρ καθ’ ἵξιν ὑπ’ αὐτοῦ λεγόµενον αὐτὸ τοῦτ’ ἔστι τὸ κατ’ ἰσότητα. τέµνειν δὲ τὰς ἔνδον φλέβας τοῦ ῾Ιπποκράτους· αὗται γὰρ ἐγγυτέρω τε τῶν πεπονθότων µορίων καὶ µᾶλλον κατ’ εὐθύ. καὶ γὰρ εἰ σπληνὸς φλεγµαίνοντος κενοῦν αἵµατος ἐθέλοις, τῆς ἀριστερᾶς χειρὸς τὰς ἔνδον φλέβας τέµνειν, καὶ εἰ ἥπατος, τῆς δεξιᾶς ὡσαύτως. εἰ δέ τι τῶν ἄνωθεν εἴη φλεγµαῖνον, ὡς ἐν συνάγχαις τε καὶ ὀφθαλµίαις καὶ ὅσα περὶ κεφαλὴν, τὰς ἔξωθέν τε καὶ κατ’ εὐθύ· τῶν κώλων δ’ αὐτῶν πεπονθότων ἀπὸ τῶν ὁµοζύγων ἡ κένωσις, εἴτε ἀντισπᾷν εἴτε παροχετεύειν ἐθέλοις, πλὴν εἰ µὴ χρόνιον εἴη τὸ πάθηµα. τηνικαῦτα γὰρ ἀπ’ αὐτοῦ τοῦ πεπονθότος. οὕτως οὖν κᾀπὶ τῶν συναγχικῶν τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας τέµνοµεν, ὅταν ἡµῖν τὸ µὲν ὅλον ἤδη σῶµα κενὸν ᾖ, χρονίζῃ δὲ τὸ πάθος. οὕτω δὲ καὶ σπληνὶ καὶ ἥπατι σικύας προσβάλλοµεν. οὕτω δὲ καὶ ἄλλο τι καὶ ἄλλο µέρος πεπονθὸς ἀποσχάζοµεν, οὐκ ἐπιῤῥεόντων ἔτι τῶν χυµῶν· ἐρεθιεῖς γὰρ αὐτοὺς ἐν τῷδε µᾶλλον καὶ διπλάσιον ἐργάσῃ τὸ κακόν. ἀλλ’ ὅταν ἤδη τὸ µὲν ὅλον ἀπέριττον ᾖ σῶµα, µηδὲν δ’ ἐπιῤῥέῃ νῦν, ἴσχηται δέ τι τοῦ παλαιοῦ ῥεύµατος ἐν τῷ µορίῳ. καὶ µὴν καὶ ὅτι τὰ µὲν ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἐπ’ οὖρα χρὴ προτρέπειν, τὰ δ’ ἐν τοῖς σιµοῖς ἐπὶ τὴν κάτω διαχώρησιν, ἡ θέσις ἐδίδαξε τοῦ σπλάγχνου. καὶ ὅτι θώρακα µὲν καὶ πνεύµονα διὰ βηχῶν ἐκκαθαίρειν· γαστέρα δὲ καὶ στόµαχον δι’ ἐµέτων ἔντερα δὲ ταῖς κάτω διαχωρήσεσιν· ὥσπερ οὖν καὶ σπλῆνα καὶ νεφροὺς µὲν ταῖς δι’ οὔρων· µήτραν δὲ ταῖς διὰ τῶν καταµηνίων· ἐγκέφαλον δὲ καὶ µήνιγγας ταῖς δι’ ὑπερώας καὶ γαργαρεῶνος καὶ ῥινῶν καὶ ὤτων. ἀλλὰ καὶ ὅτι τοῖς µὲν ἐπιπολῆς µορίοις τοιοῦτον εἶδος χρὴ φαρµάκων προσφέρειν, οἵου δεῖται τὸ πάθος· τοῖς δ’ ἐν τῷ βάθει καὶ διὰ πολλῶν τῶν µεταξὺ µέλλουσιν ὁµιλήσειν ταῖς δυνάµεσιν αὐτῶν, οὐχ οἷον νῦν ἐστιν, ἀλλ’ οἷον ἔσεσθαι µέλλει παρὰ τῆς θέσεως τῶν µορίων ἐµάθοµεν. ὥστ’ εἴ τι τῶν ἔξωθεν ἐπιτιθεµένων εἴτε τῶν ἐσθιοµένων ἢ πινοµένων εἴη τὸ φάρµακον, οὐ τὴν παροῦσαν αὐτοῦ δύναµιν ἐπισκεπτέον, ἀλλ’ οἵαν ἕξει πλησιάζον τῷ πεπονθότι µορίῳ. ταῦτ’ ἄρα ταῖς τοῦ πνεύµονος φλεγµοναῖς, ὅσα προσφέρουσιν ἔξωθεν ἐπιπλάσµατα, τῷ θώρακι περιβάλλοντες ἰσχυρότερα πολὺ καὶ δριµύτερα τὴν φύσιν ἐστὶν ἢ εἰ αὐτῷ τῷ σπλάγχνῳ προσεφέρετο. διὰ πολλῶν γὰρ τῶν µεταξὺ σωµάτων τὸ ἐντυγχάνειν µέλλον τῷ πεπονθότι µορίῳ παροδεῦον πάντως ἂν ἐξελύθη τε καὶ ἠµαυρώθη τὴν δύναµιν, εἰ ἐξ ἀρχῆς ἦν ἀσθενές. τοσοῦτον οὖν αὐτοῖς ἐπικτήτου ἰσχύος διδόναι προσῆκεν, ὁπόσον ἡ ὁδὸς ἀφαιρεῖται· ὥστε ἶσον καθίστασθαι τὸ λειπόµενον τῷ διὰ τοῦ ψαύειν ὠφελοῦντι. ταῦτ’ ἄρα καὶ αὐτοῦ τοῦ θώρακος τοῖς µὲν ἐπιπολῆς φλεγµαίνουσιν ἱκανὰ, τὰ χαλᾷν µόνον δυνάµενα· τοῖς δ’ ἔνδον, ὥσπερ καὶ τῷ ὑµένι τῷ ὑπεζωκότι, δριµυτέρων δεῖ. καὶ περὶ σπληνὸς δὲ καὶ ἥπατος καὶ πάντων τῶν ἔνδον τοῦ περιτοναίου µορίων ὁ αὐτὸς λόγος. ἑλκοῦται γὰρ πολλάκις ὑπὸ τῶν ἐπιτιθεµένων φαρµάκων τὸ δέρµα, καί τοι πολὺ σκληρότερόν τε καὶ δυσπαθέστερον ὑπάρχον τῶν σπλάγχνων. καὶ εἰ δυνατὸν ἦν αὐτοῖς τοῖς σπλάγχνοις ἐπιβάλλειν, ὧν ἑκάστοτε δέονται, τοσούτῳ µαλακωτέρων φαρµάκων ἂν ἐδεήθησαν, ὅσῳ καὶ ἡ φύσις αὐτῶν ἐστιν εὐπαθεστέρα. καὶ µὲν δὴ καὶ ὅσα κελεύουσί τε ἐσθίειν καὶ πίνειν φάρµακα τοῖς τῶν σπλάγχνων παθήµασιν ἀρωγὰ, καὶ ταῦτα πολὺ δριµύτερά τε καὶ ἰσχυρότερά ἐστι ταῖς δυνάµεσιν ἢ οἵων δεῖται τὰ πάσχοντα µόρια, πλὴν τῶν γαστρὶ καὶ στοµάχῳ συµφερόντων· ταῦτα γὰρ µόνα τοιαῦτα διδόασιν, οἵων χρῄζει τὰ πάθη· τὰ δ’ ἄλλα πάντα δριµύτερα καὶ ἰσχυρότερα ταῖς δυνάµεσίν ἐστι· καὶ µάλισθ’ ὅσα νεφρῶν ἢ πνεύµονος ἕνεκα δίδονται. σκοπεῖν οὖν ὅσον ἀριθµὸν µορίων διεξέρχεται, τὸ µέλλον εἰς πνεύµονα φέρεσθαι. πρῶτον µὲν στόµα καὶ φάρυγγα καὶ στόµαχον· ἔπειτα δ’ αὐτὴν τὴν γαστέρα καί τινα τῶν λεπτῶν ἐντέρων· εἶτα τὰς ἐν τῷ µεσεντερίῳ φλέβας· εἶτα τὰς ἐν τοῖς σιµοῖς τοῦ ἥπατος· ἐξ ὧν εἰς τὰς ἐν τοῖς κυρτοῖς µεταληφθὲν, ἐντεῦθεν εἰς τὴν κοίλην φλέβα ἔρχεται, µεθ’ ἣν εἰς καρδίαν· ἔπειθ’ οὕτως εἰς πνεύµονα. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς οὐ καθ’ ἕκαστον τούτων τῶν µορίων, χυµοῖς τέ τισιν ἀναµίγνυται καί τινα µεταβολὴν καὶ ἀλλοίωσιν οἰκείαν τῇ φύσει τοῦ σπλάγχνου δέχεται. ὥστε τὸ καταλειπόµενον αὐτοῦ τῆς δυνάµεως παντελῶς ἐστι µικρὸν καὶ ἀµυδρὸν ἢ ὅσον αὔταρκες εἰς τὴν ὠφέλειαν τοῦ πεπονθότος. ἡ µὲν οὖν παρὰ τῆς θέσεως τῶν µορίων ἔνδειξις εἰς τοσοῦτον ἄρα τὴν θεραπείαν ὑπαλλάττει· ἡ δὲ παρὰ τῆς δυνάµεως εἰς ὅσον νῦν ἐρῶ. ἐπειδὴ τῶν µορίων τοῦ σώµατος τὰ µὲν ἐπιῤῥύτοις διοικεῖται δυνάµεσι, τὰ δὲ καὶ συµφύτοις· τούτων δ’ αὐτῶν τὰ µὲν ἑαυτοῖς µόνοις, τὰ δὲ καὶ ἄλλοις ἀρχαὶ δυνάµεών εἰσι· καὶ τῶν µὲν ἴδιον τοὖργόν ἐστι, τῶν δὲ κοινὸν, ἀναγκαῖον ὑπαλλάττεσθαι τὸ τῆς θεραπείας εἶδος ἐν ἑκάστῃ τῶν εἰρηµένων διαφορῶν. πολλὰ γὰρ τῶν προειρηµένων βοηθηµάτων λύει µὲν τὰ πάθη, βλάπτει δὲ τὰς συµφύτους τῶν µορίων δυνάµεις, ὧν δὲ ἡ βλάβη παντὶ τῷ σώµατι διαφέρει, διττῶς τούτου γιγνοµένου, παρ’ ὅσον ἤτοι δυνάµεώς ἐστιν ἀρχὴ τὸ σπλάγχνον, ἅπασι τοῖς µέρεσι κοινὴ ἢ τοὖργον αὐτοῦ παντὶ τῷ σώµατι χρήσιµον. ἧπαρ µὲν γὰρ καὶ καρδία καὶ ἐγκέφαλος καὶ ὄρχεις ἀρχαὶ δυνάµεών εἰσι κοιναὶ ὅλῳ τῷ σώµατι. γαστρὶ δὲ καὶ µήτρᾳ ἔµφυτοι µὲν αἱ δυνάµεις καὶ οὐδενὸς ἄλλου κοιναί. τό γε µὴν ἔργον τὸ µὲν τῆς γαστρὸς ἅπαντι τῷ σώµατι χρήσιµον· τὸ δὲ τῶν µητρῶν οὐκέτι. βλάπτει δὲ πολλάκις ἡ τοῦ πάθους ἴασις τὴν δύναµιν τοῦ µέρους· τά τε γὰρ ἀµέτρως χαλῶντα λύει τὸν τόνον, ὥστε καὶ τὴν δύναµιν τοῦ µέρους· τὰ δ’ ὑπερβαλλόντως ψύχοντα σβέννυσι τὸ ἔµφυτον θερµὸν, ὃ τάχα µὲν, ὥς τισιν ἔδοξε τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων, ἡ οὐσία τῶν δυνάµεών ἐστιν, εἰ δὲ µὴ, ἀλλὰ τό γε πρῶτόν τε καὶ ἀναγκαιότατον αὐτῶν ὄργανον. ἤδη δὲ καὶ ποιότητές τινες ἄτοποι καταλυτικαὶ τῶν δυνάµεών εἰσιν. οὐδὲν οὖν τούτων χρὴ παρέρχεσθαι κατὰ τὰς ἰάσεις, ἵνα µή ποτε λάθωµεν ἡµᾶς αὐτοὺς εἰπόντας τὸ µὲν πάθος ἐθεραπεύθη, ὁ δὲ ἄνθρωπος ἀπέθανεν· ὅπερ ὁσηµέραι γιγνόµενον ὁρᾷς ὑπὸ τῶν πλείστων, ὅσοι τήν τε ἄλογον τριβὴν πρεσβεύουσι καὶ τὴν ἅπασι τοῖς τῆς τέχνης καλοῖς λυµηναµένην αἵρεσιν µεθοδικὴν, ἥ τινας λόγους µεταδιώκει δογµατικοὺς µὲν, ἀλλὰ καὶ πολλῶν ἁµαρτηµάτων ἀνάπλεως. ἐν τῇ παρὰ τῆς δυνάµεως ἐνδείξει τῶν µορίων εἴη δ’ ἂν καὶ τὸ δυσαίσθητον ἢ εὐαίσθητον ὑπάρχειν αὐτό. τὰ γὰρ εὐαίσθητα δριµέων οὐκ ἀνέχεται φαρµάκων, ὥσπερ οὐδὲ χυµῶν. ἐν γοῦν τῷ στόµατι τῆς κοιλίας δριµέος τινὸς χυµοῦ περιεχοµένου συγκόπτονται πολλάκις· εἰ δὲ τὰ µετριώτατα πάσχοιεν, ἀλύουσί τε καὶ ναυτιῶσι, ποτὲ µὲν ἐµοῦντες τὸν λυποῦντα χυµὸν, ἔσθ’ ὅτε δὲ µάτην σπαραττόµενοι· καὶ γίνεται τοῦτο κατ’ ἐκείνας µάλιστα τὰς διαθέσεις, ἐν αἷς εἰς τὸ στόµα τῆς γαστρὸς ὁ µοχθηρὸς ἀναπίνεται χυµός. ὁµοίως δὲ καὶ τοῖς ὀφθαλµοῖς ἐπιῤῥέων ὁ τοιοῦτος χυµὸς ὀδυνηρότατός ἐστι καὶ φλυκταίνας ἑλκώδεις τε καὶ δυσιάτους ἐργάζεται. ὡσαύτως οὖν οὐδὲ τῆς τῶν δριµέων φαρµάκων ὁµιλίας ὀφθαλµὸς ἀνέχεται διὰ τὴν εὐαισθησίαν, ὥσπερ οὐδὲ τὸ στόµα τῆς γαστρός. οὐ µὴν οὐδ’ ἐπικειµένου τινὸς ἔξωθεν βαρύνοντος, ἀνέχεται ταῦτα τὰ µόρια· καὶ µᾶλλόν γε τῆς γαστρὸς ὁ ὀφθαλµός· ὅπου γ’ ἐνίοτε καὶ πρὸς τῶν ἐπιχριοµένων φαρµάκων βαρύνεται. τὰ δ’ ἀναισθητότερα µόρια καὶ καταπλασµάτων ἀνέχεται βαρέων καὶ φαρµάκων δακνόντων. εἰ γοῦν πέµπτην τις ἐθέλοι πρὸς ταῖς εἰρηµέναις τέτταρσι τὴν ἀπὸ τῆς εὐαισθησίας ἔνδειξιν ἀριθµεῖν, εἴτ’ οὖν περιλαβεῖν τὴν κατὰ δύναµιν, οὐδὲν ὡς πρὸς τὸ καλῶς ἰᾶσθαι διαφέρει. τούτων οὖν ἀεὶ χρὴ µεµνῆσθαι τῶν ἐνδείξεων ἐπὶ παντὸς µορίου πάσχοντος ὁτιοῦν πάθος. ἥ τε γὰρ κρᾶσις αὐτοῦ καὶ ἡ διάπλασις ἥ τε θέσις καὶ ἡ δύναµις ὑπαλλάξει τὰς κατὰ µέρος ἡµῶν ἐνεργείας φυλαττοµένου τοῦ κοινοῦ σκοποῦ· τοῦτον γὰρ ἔφαµεν ἐκ τοῦ πάθους ἀεὶ δεῖν λαµβάνεσθαι. τὰ µὲν οὖν κατὰ ψιλὴν καὶ µόνην δυσκρασίαν γιγνόµενα νοσήµατα διὰ τῶν ἐναντίων ποιοτήτων θεραπεύεται· θερµὴ µὲν δυσκρασία διὰ τῶν ψυχόντων, εἴτ’ οὖν πρώτως εἴτε καὶ κατὰ συµβεβηκὸς εἴη ταῦτα ψύχοντα· ψυχρὰ δὲ διὰ τῶν θερµαινόντων. οὕτω δὲ καὶ ξηρὰ µὲν διὰ τῶν ὑγραινόντων· ὑγρὰ δὲ διὰ τῶν ξηραινόντων. περὶ δὲ τοῦ πρώτως θερµαίνοντος ἢ κατὰ συµβεβηκὸς ἐπὶ πλεῖστον, ὡς οἶσθα, ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως ἐπεσκεψάµεθα πραγµατείᾳ, ἐπιδεικνύντες ἐνίοτε καὶ τὸ πρώτως ψῦχον θερµαίνειν κατά τι συµβεβηκὸς, ὥσπερ καὶ τὴν τοῦ ψυχροῦ κατάχυσιν ὕδατος, ὅταν ἐπανάκλησιν θέρµης ποιῆται· καὶ τὴν τοῦ θερµοῦ ψύξιν, ὅταν ἀραιῶσαν τὸ σῶµα διαφορήσῃ τὴν ἐν αὐτῷ θερµασίαν. αἱ µὲν οὖν κατὰ µόνας τὰς δραστικὰς ποιότητας ἀλλοιώσεις τῶν σωµάτων ὑπὸ µόνης τῆς διὰ τῶν θερµαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε καὶ ξηραινόντων δυνάµεως εἰς τὸ κατὰ φύσιν ἄγονται, µὴ δεόµεναι κενώσεως αἰσθητῆς. αἱ δὲ δι’ ἐπιῤῥοὴν ὕλης, εὐκράτου µὲν οὔσης αὐτῆς, κενώσεως χρῄζουσι µόνης, δυσκράτου δὲ, κενώσεώς τε ἅµα καὶ τῆς διὰ τῶν ἐναντίων ποιοτήτων ἀλλοιώσεως· κενώσεως µὲν, ὥσπερ αἱ ῥευµατικαὶ καλούµεναι, περὶ ὧν ἓν ἡµῖν, ὡς οἶσθα, γέγραπται βιβλίον· ἐν ᾧ καὶ τοῦτο εὐθέως κατ’ ἀρχὰς ἐδείχθη, τὸ τῆς θρεπτικῆς δυνάµεως ὅλου τοῦ σώµατος ἀῤῥωστούσης, γίγνεσθαι τὰς διαθέσεις ταύτας, ῥεούσης τῆς ἀθροιζοµένης περιουσίας εἰς τὰ πάντων ἀτονώτατα µόρια. τοῦ µέντοι ῥέοντος αἵµατος εἰς τὰ τοιαῦτα µόρια κατὰ τὰς ῥευµατικὰς διαθέσεις ἔχοντός τινα κακοχυµίαν ἡ διάθεσις γίνεται µικτή· καὶ γίγνοιτ’ ἂν ἴσως τοῦτο σπανιώτατα. διὰ παντὸς γὰρ ὤφθη µοι, χωρὶς φλέγµατος ἢ ξανθῆς χολῆς ἢ µελαίνης αἷµα τῇ συστάσει λεπτὸν ἐπιῤῥέον. ἐξ ἄλλης δέ τινος αἰτίας εἰς ὄγκον ἀρθέντος τοῦ µορίου σκοπεῖν εἴτε φλεγµονὴ τὸ πάθος ἐστὶν εἴτε σκίῤῥος εἴτε οἴδηµα, φλεγµονὴν ὀνοµαζόντων ἡµῶν ἅπασαν τὴν θερµὴν καὶ οἷον φλογώδη διάθεσιν, ἧς τὰς διαφορὰς ὀλίγον ἔµπροσθεν εἴποµεν. ὥρα τοίνυν ἤδη περὶ τῶν οἰδηµάτων ὑποθέσθαι σοι διὰ βραχέων, ἀναµνήσεως ἕνεκεν ὧν κατὰ διέξοδον ἤκουσας ἡµῶν λεγόντων.

 

5. Ονοµάζοµεν οὖν οἴδηµα τὸν ἀνώδυνον µὲν καὶ χαῦνον ὄγκον. ἐπιδέδεικται δ’ οὗτος ἐκ φλεγµατώδους οὐσίας γιγνόµενος ἢ πνεύµατος ἀτµώδους, ὁποῖόν τι καὶ κατὰ τὰ νεκρὰ γίνεται σώµατα καὶ κατὰ τοὺς πόδας τε καὶ σκέλη πολλάκις, ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις ἑτέραις. ἀλλ’ ἐπ’ ἐκείνων µὲν σύµπτωµά ἐστι τὸ τοιοῦτον οἴδηµα διαθέσεων ἐπισφαλῶν, οὐδεµιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόµενον αὐτό. καὶ γὰρ ἀνάτριψις µόνη δι’ ὀξυῤῥοδίνου καί ποτε δι’ ἁλῶν καὶ ἐλαίου ἢ καὶ τῶν ἁλῶν ἐµβληθέντων τῷ ὀξυῤῥοδίνῳ κατέστησεν αὐτὸ καὶ ἄλλα πολλὰ τοιαῦτα. διὰ δὲ τὸν φλεγµατικὸν χυµὸν ἐπιῤῥυέντα µορίῳ, ἐπιγενοµένου τοῦ πάθους, ἐνίοτε µὲν σπόγγος ὕδατι βεβρεγµένος ὀλίγον ὄξους ἔχων κατέστησε τὸ πάθος· εἰ δὲ µὴ καταστήσειε, βραχὺ πλεῖον ἐπιβλητέον τοῦ ὄξους, ὥστε τὸ µὲν σύµµετρον τοιοῦτον εἶναι κατὰ τὴν κρᾶσιν, ὡς δύνασθαί τινα καὶ πίνειν αὐτοῦ. τούτου δὲ τὸ µὲν ὑδαρέστερον ἐν ἀρχῇ παραληπτέον ἐπὶ µαλακῶν µάλιστα σωµάτων· τὸ δ’ ἰσχυρότερον ἐπί τε γενναίων καὶ σκληρὸν ἐχόντων δέρµα καὶ πρὸς τὰς πρώτας ἐπιθέσεις τοῦ σπόγγου µηδὲν ὠφεληθέντων. εἶναι δὲ χρὴ τὸν σπόγγον πάντως καινόν· εἰ δὲ µὴ παρείη τοιοῦτος, ἔστω ἀκριβῶς ἐκπεπλυµένος ἀφρονίτρῳ τε καὶ νίτρῳ καὶ τῇ καλουµένῃ κονίᾳ στακτῇ. µὴ παυσαµένου δὲ µηδ’ ἐπὶ τούτοις τοῦ οἰδήµατος, ἐπεµβάλλειν χρὴ βραχὺ στυπτηρίας καὶ τὸν σπόγγον πάντως ἐπιτιθέναι καινόν. εἰ δὲ καὶ κατά τι τῶν κώλων τὸ τοιοῦτον οἴδηµα γένοιτο, τῆς ἐπιδέσεως ἐκ τῶν κάτω µερῶν ἀρχόµενον ἄνω τελευτᾷν τὴν ἐπιβολὴν καὶ τὴν πίεσιν καὶ τὴν σύµπασαν νοµὴν ὡς ἐπὶ καταγµάτων ποιούµενον. ὁ γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν τοιούτων παθῶν µικτός ἐστι· τὸ µέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν, τὸ δέ τι συνάγειν καὶ σφίγγειν. εἰ τοίνυν ἐπὶ τοῖς προειρηµένοις µὴ καθίσταιτο, τότε τῶν ἰσχυροτέρων φαρµάκων ἃ µικτὴν ἔχει τὴν κρᾶσιν ἐκ τῶν εἰρηµένων δυνάµεων ἐπιβάλλειν. ἐγὼ δὲ ἐπὶ κεχρονικότος οἰδηµατώδους ὄγκου προϋπαλείψας ἐλαίῳ τὸ µόριον εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον, οἶδα τελέως ἐκθεραπευθὲν τὸ πάθος, οὐκέτι δηλονότι τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης, τὸ µικτὸν τῶν δυνάµεων, ἀλλ’ ἐπὶ τὸ διαφορητικόν τε καὶ τµητικὸν ἀποκλινάσης, ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσµεν εὐδοκιµοῦν. ἐπεὶ δὲ καὶ περὶ τῶν οἰδηµάτων αὐτάρκως εἴρηται πρός γε σὲ, περὶ τῶν σκιῤῥωδῶν ὄγκων ἐφεξῆς ἂν εἴη ῥητέον.

160Древнегреческий текст приводится по изданию: Ad Glauconem de medendi methodo liber II / Ed. C.G. Kühn // Claudii Galeni Opera Omnia. Vol. 11. Leipzig: Knobloch, 1826 (repr. Hildesheim: Olms, 1965). P. 71–146. (Cod: 23, 690: Med.).
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45 
Рейтинг@Mail.ru