bannerbannerbanner
полная версияСочинения. Том 2

Гален
Сочинения. Том 2

Полная версия

29. Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶµα, µὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγµένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωµάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ µὲν οὖν τῇ κράσει τῶν ὁµοιοµερῶν παραλλάττον, ἐν µέντοι τῇ συµµετρίᾳ τῶν ὀργανικῶν µορίων µὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν µὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ µὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώµατος ὅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ µὲν γὰρ θερµότερα σώµατα· θερµοτέρων δεῖται διαιτηµάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ µὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερµότερά τε καὶ ξηρότερα τῶν θερµοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συµφύτους αὐτῶν δυνάµεις ἐπιστάµενος· οἷον ὅτι κίνησις µὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶµα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερµαινόντων καὶ ψυχόντων ἐπιτηδευµάτων, καὶ ἐδεσµάτων, καὶ ποµάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν κατὰ τὸ σῶµα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάµεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁµοίας τοῖς ὁµοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώµατος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ µετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον µὲν τοῖς προειρηµένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ µέσων, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρµόττειν ἐλέγοµεν. τὴν γὰρ θερµοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερµὰ καὶ ξηρὰ διαιτήµατα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερµοτέρα καὶ ξηροτέρα. τὸ µὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συµφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρηµένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν µέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι µὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ µετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνοµάζοµεν; ἔπρεπε γὰρ αὐτὸ µᾶλλον ἴσως ἀλλοιω-τικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συµφύτων ἁµαρτηµάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα µὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαµεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν µὲν οὖν ὁµοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώµατος µέρεσιν ὁµοία καὶ ἡ ἐπιµέλεια· τῶν δ’ οὐχ ὁµοίων οὐχ ὁµοία. δύναται γὰρ ἡ µὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερµοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον µορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερµότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συµµέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτηµάτων. οὔτ’ οὖν ἐξ ἴσου γυµνάσοµεν ἅπαντα τῶν τοιούτων τὰ µόρια τοῦ σώµατος, οὔθ’ ὡσαύτως ὑγρανοῦµεν καὶ ξηρανοῦµεν, ἤ τι τῶν ἄλλων πράξοµεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγµατείᾳ.

30. Τὰ δὲ τῶν ὀργανικῶν µορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλµα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα µὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλµάτων, ἄλλα δὲ τῶν παρὰ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν. ἐν µὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλµατα. καὶ γὰρ καὶ τὸ σχῆµα τοῦ µορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, ἢ στόµιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συµµετρίας, ἐπ’ ὀλίγον µὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωµάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθµῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁµοιοµερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡµῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν µερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη µὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶµα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα µὲν οὖν ἡµάρτηται µόρια κατὰ τὸ σχῆµα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ µὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ µὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡµάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται µὲν ἔτι αὐξανόµενα, τελειωθέντα δὲ οὐ δύναται. µικρὰς µὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, µεγάλας δὲ ἐνέργειά τε τῶν µερῶν καὶ κατάληψις ἐργάζεται πνεύµατος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ στόµια. καὶ µὲν δὴ καὶ ὅσα µείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. µείζω δ’ ἀποτελεῖται τὰ µόρια κινήσει τῇ κατὰ φύσιν ἅµα τρίψει συµµέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷµα. τῶν δὲ λειπόντων µορίων, ὅσα µὲν ἐξ αἵµατος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρµατος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅµως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ µὲν φύσις ἐστὶ δηµιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθµὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, µετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡµαρτηµένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁµαρτήµατα δύναται συστῆναι περὶ µόριον ἓν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα µικράν τε ἅµα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγµατος ἐπικειµένην ἔχοντος. ἡµάρτητο γὰρ ἐν αὐτῇ µέγεθός τε καὶ διάπλασις καὶ θέσις. ἦν δὲ καὶ τῇ κράσει ψυχροτέρα. ταύτην εἰς µὲν τὸ κατὰ φύσιν ἄγειν ἀµήχανον ἦν· ὥστε δὲ ἧττον ὑπ’ αὐτῆς ἐνοχλεῖσθαι, δυνατόν. ἐπειδὴ γὰρ ἐδυσπνόει, πληρωθείσης τῆς γαστρὸς, ἐλάττονά τε καὶ τρόφιµα καὶ µὴ βαρέως ὑπιόντα προσεφέρετο τρὶς τῆς ἡµέρας. ἄλλῳ δὲ, ἐµφράξεως ἐν ἥπατι διὰ τὴν στενότητα τῶν ἀγγείων συνεχέστατα γινοµένης, ὑγιεινὸν αἴτιον ἐξευρέθη ἡ λεπτύνουσα δίαιτα. Λοιπὸν οὖν ἔτι γένος ἓν κοινὸν ὁµοιοµερῶν τε καὶ ὀργανικῶν ἐστιν ἡ λύσις τῆς συνεχείας, ἣν ἴσως τις οὐ συγχωρήσει τοῖς ἀµέµπτως ὑγιαίνουσιν ὑπάρξαι ποτέ· εἶναι γὰρ ἀεὶ πάθος· οὐκ εἰδὼς ὁµοίαν ἀπορίαν ἐσοµένην ὑπὲρ ἁπάντων τῶν γενῶν. εἰ µὴ γὰρ ἐνεργείας αἰσθητὴ βλάβη διορίζοι τὸ νόσηµα τῆς ὑγείας, ἀλλὰ κατὰ τὸ ποιὸν τῆς διαθέσεως ἐπινοοῖτο µόνον, ἀναγκαῖον ἔσται τὸ τῆς ἀειπαθείας προσδέξασθαι δόγµα, µηδενὸς ἀρίστας ἔχοντος ἁπάσας τὰς ἐνεργείας. ἀλλὰ τοῦτο µὲν, ὡς ἂν λογικώτερον σκέµµα, καθ’ ἑαυτὸ λόγου τυγχανέτω.

31. Τὰ δ’ ὡς πρὸς τοὺς ὁµολογουµένως νοσοῦντας ὑγιεινὰ τῶν αἰτίων ἑξῆς διέλθωµεν, ἀπὸ τοῦ τῆς δυσκρασίας ἀρξάµενοι γένους. διοριστέον οὖν ἐνταῦθα πρότερον, ἅπερ ὀλίγου δεῖν ἅπαντες οἱ ἰατροὶ παραλείπουσιν, ὡς ἄλλα µέν ἐστιν ὑγιεινὰ τῆς ἤδη γεγενηµένης δυσκρασίας, ἄλλα δὲ τῆς ἔτι γινοµένης, ὥσπερ γε καὶ τῆς γενησοµένης ἄλλα. ταύτης µέν γε τῆς ὑστάτης τὰ µὲν ἐν τῷ προφυλακτικῷ µέρει τῆς τέχνης ἐστὶ, τὰ δὲ ἐν τῷ ὑγιεινῷ· τῆς δὲ πρώτης ἁπασῶν ἐν τῷ θεραπευτικῷ µόνῳ· τῆς δ’ ἀµφοῖν µέσης λεχθείσης ἐν τῷ προφυλακτικῷ τε καὶ θεραπευτικῷ. τὴν µὲν γὰρ ἤδη γεγενηµένην τε καὶ οὖσαν νόσον ἰᾶσθαι χρή· τὴν δ’ οὔπω µὲν οὖσαν, ἐσοµένην δὲ, ἐκ τῆς κατὰ τὸ σῶµα διαθέσεως κωλῦσαι γενέσθαι· τῆς γινοµένης δὲ, τὸ µὲν ἤδη γεγονὸς ἰᾶσθαι, τὸ γενησόµεσον δὲ κωλῦσαι γενέσθαι. κωλυθήσεται δὲ, τῆς διαθέσεως, ἐφ’ ᾗ γίνεσθαι πέφυκεν, ἀναιρεθείσης. ὀνοµάζεται δὲ ἡ τοιαύτη διάθεσις αἰτία προηγουµένη. ἡ γεγονυῖα δὲ νόσος ἤδη θεραπευθήσεται, τῆς διαθέσεως, ὑφ’ ἧς πρώτως ἡ κατὰ φύσιν ἐνέργεια βλάπτεται, λυθείσης, ἥν περ δὴ καὶ φαµὲν αὐτὴν εἶναι τῆς νόσου τὴν αἰτίαν. ἡ δ’ ἴασις ἕνα µὲν ἔχει πρῶτόν τε καὶ τὸν κοινότατον σκοπὸν, αὐτῷ τῷ µέλλοντι λυθήσεσθαι τὸ ἐναντίον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ πάντα τὰ δηµιουργοῦντα τὴν ὑγείαν αἴτια, κατὰ µέρος δ’ ἐκ τῶν καθέκαστον ἐναντίων. τῇ µὲν οὖν θερµῇ διαθέσει τὸ ψυχρὸν αἴτιον ἐναντίον ἐστὶ, τῇ ψυχρᾷ δὲ τὸ θερµὸν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. εἰ γὰρ ἄµετρον µὲν ἅπαν τὸ παρὰ φύσιν, σύµµετρον δὲ τὸ κατὰ φύσιν, ἀνάγκη πᾶσα τὸ ἄµετρον ὑπὸ τοῦ κατὰ τοὐναντίον ἐµµέτρου πρὸς τὸ σύµµετρον ἐπανελθεῖν. εὔδηλον δὲ, ὡς τὸ κατὰ δύναµιν, οὐ τὸ κατὰ φαντασίαν θερµαῖνον καὶ ψύχον, ὅσα τ’ ἄλλα τοιαῦτα, ληπτέον ἐστί. καλῶ δὲ κατὰ δύναµιν µὲν, ὅπερ ὄντως τε καὶ ἀληθῶς ἐστιν οἷον λέγεται· κατὰ φαντασίαν δὲ, τὸ τῇ προχείρῳ µὲν αἰσθήσει τοιοῦτον εἶναι φανταζόµενον, ὄντως δ’ οὐκ ὂν τοιοῦτον. ὅπως δὲ χρὴ γνωρίζειν αὐτὰ, κατὰ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως εἴρηται πραγµατείαν. εἰς δὲ τὴν εὕρεσιν τῶν ὑγιεινῶν αἰτίων, ὅσα µὲν ὡς πρὸς τὴν ἤδη γεγενηµένην νόσον ἐστὶν ὑγιεινὰ, τῇ µεθόδῳ χρηστέον, ᾗ τὸ κατὰ φαντασίαν τοῦ κατὰ δύναµιν ὁρίζεται· ὅσα δὲ ὡς πρὸς τὴν ἔτι γινοµένην, αὐτῇ τε ταύτῃ, καὶ προσέτι καθ’ ἣν ἐξευρίσκεται τὰ τῶν νοσηµάτων αἴτια· φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ἐπὶ χυµοῖς σηποµένοις ἀνάπτεσθαι πυρετὸν, ἔνδειξις ἐπὶ τοῖς τοιούτοις ἀλλοίωσίς τε καὶ κένωσίς ἐστιν· ἀλλοίωσις µὲν ἡ παύουσα τὴν σηπεδόνα, µενούσης τῆς αἰτίας, κένωσις δὲ ἡ ὅλην ἐκ τοῦ σώµατος ἐξάγουσα τὴν αἰτίαν. ἀλλὰ τὸ µὲν εἰρηµένον εἶδος τῆς ἀλλοιώσεως πέψις ἐστὶν, ἣν ὑπὸ τίνων αἰτίων ἐγχωρεῖ ποιεῖν, ἐξευρόντες, ἐν ἐκείνοις ἂν ἔχοιµεν ἤδη τὴν γνῶσιν τῶν οὕτως ὑγιεινῶν. αἱ κενώσεις δὲ διά τε φλεβοτοµίας, καὶ κλυστήρων, καὶ οὔρων, καὶ τῆς κατὰ τὸ δέρµα διαπνοῆς εἰσιν, ἔτι δὲ ἀντισπάσεως καὶ µετοχετεύσεως εἰς ἕτερα. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ καταµήνια κινῆσαι καὶ αἱµοῤῥοΐδας ἀναστοµῶσαι, καὶ διὰ ῥινῶν καὶ ὑπερώας καθᾶραι.

32. ἐξευρόντες οὖν κᾀνταῦθα τὰς ὕλας, αἷς ἐν ποιότητι καὶ ποσότητι, καὶ καιρῷ, καὶ τρόπῳ τῆς χρήσεως προσφεροµέναις ἡ κένωσις γίνεται, κατ’ αὐτὸ τὸ µέρος τῆς τέχνης εὑρήσοµεν τὰ ὑγιεινά. καὶ γέγραπται πάντων ἡ εὕρεσις ἐν τῇ θεραπευ-τικῇ πραγµατείᾳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ ταῖς ἄλλαις δυσκρασίαις ταῖς τρισὶν, ἓν κοινὸν ἔχοντες παράγγελµα, τὸ ποιοῦν ἕκαστον ἐκκόπτειν πρότερον, εἶθ’ οὕτως ἥκειν ἐπὶ τὸ γεγονὸς ὑπ’ αὐτοῦ νόσηµα, τὴν τῶν ὑγιεινῶν αἰτίων εὕρεσιν ποιησόµεθα. κατὰ δὲ τὰς συνθέτους δυσκρασίας ἥ γ’ ἐκ τῶν ἁπλῶν σύνθεσις ἐνδείξεται τὰ ὑγιεινὰ παραγγέλµατα, κᾀνταῦθα ἐχόντων ἡµῶν ἀνάλογον φάρµακον τῷ µεγέθει τῆς δυσκρασίας, τὸ πρὸς ἐκείνην ἁρµόττον, ἐξευρίσκειν. οἷον, εἰ οὕτως ἔτυχεν, δέκα µὲν ἀριθµοῖς ἐπὶ τὸ θερµότερον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, ἑπτὰ δ’ ἐπὶ τὸ ξηρότερον. εἶναι δήπου χρὴ καὶ τὸ ὑγιεινὸν αἴτιον ἐπὶ ταῖς τοιαύταις διαθέσεσι δέκα µὲν ἀριθµοῖς ψυχρότερον, ἑπτὰ δὲ ὑγρότερον. εἰ µὲν οὖν αὐτῷ τῷ πεπονθότι µορίῳ προσάγοιτο τοιοῦτον φάρµακον, εἰς τοσοῦτον ἔστω ψυχρότερόν τε καὶ ὑγρότερον, εἰς ὅσον ἡ ἔνδειξις κελεύει. διὰ βάθους δὲ κειµένου τοῦ πεπονθότος, ἐπιτεχνᾶσθαι χρὴ τοιοῦτον ἐργάζεσθαι τὸ ὑγιεινὸν, ὡς µὴ φθάνειν ἐκλύεσθαι κατὰ τὴν ὁδόν. εἰ µὲν οὖν θερµότερον εἶναι δέοι τοῦ συµµέτρου, µὴ τοσοῦτον µόνον ἔστω θερµότερον, ὅσου δεῖται τὸ πάθος, ἀλλ’ ἐξ ἐπιµέτρου προσκείσθω τὸ διὰ τὴν θέσιν ἀναγκαῖον προσερχόµενον· εἰ δὲ ψυχρότερον, οὐχ ἁπλῶς χρὴ τοσοῦτον ποιεῖν αὐτὸ ψυχρότερον, ἀλλὰ καὶ τὴν ὕλην σκοπεῖσθαι πρότερον. εἰ µὲν γὰρ παχυµερές ἐστιν, οὐχ ὁδοιπορήσει µέχρι βάθους πολλοῦ· τοὐναντίον δὲ πᾶν ἐργάσεται πυκνῶσαν τὴν ἐπιφάνειαν. εἰ δὲ λεπτοµερὲς ὑπάρχει, δύναιτ’ ἂν ἐξικέσθαι µέχρι πλείονος βάθους. οὕτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων τὸ παχυµερὲς καὶ λεπτοµερὲς τῆς οὐσίας ἐπισκεπτέον. ἀπὸ µὲν δὴ τῆς θέσεως τοῦ πεπονθότος ἡ ἔνδειξις εὑρίσκει τὸ ὑγιεινὸν, ὡς εἴρηται νῦν. ἀπὸ δὲ τῆς διαπλάσεώς τε καὶ θέσεως, ὅταν ἐκροὰς αἰσθητὰς ἔχῃ συντετρηµένας εἰς ἕτερον, ἢ µηδεµίαν ἔχῃ. τὰς µὲν γὰρ εἰς τὰ κυριώτατα φερούσας ἐκροὰς ἀποτρέψοµεν, ἐρεθίσοµεν δὲ τὰς εἰς µὴ κυριώτατα. δῆλον δὲ, ὡς τῶν ποιούντων αἰτίων τὴν δυσκρασίαν ἡ διὰ τῆς κενώσεώς ἐστιν ἴασις. αὐτῶν γὰρ τῶν δυσκρασιῶν µόνον ἀλλοίωσις ἴασίς ἐστιν.

 

33. Λυθείσης δὲ τῆς συνεχείας, ὁ µὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ µὲν τῶν ὁργανικῶν µορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁµοιοµερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύµφυσιν ὀνοµάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν µεῖζον γένηται τὸ τραῦµα, προσαγωγὴ τῶν διεστώτων µορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γέ-νηται µόνιµος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιµοι. κολλᾷ µὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡµέτερον δ’ ἔργον ἓν πρῶτον µὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς µηδὲν ἐµπέσῃ τῶν χειλῶν µεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ µέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ µὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν µὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ µηδὲν ἔξωθεν ἐµπίπτειν ἐάσοµεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα µεταξὺ στᾶσα τῶν κολληθησοµένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ µετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῤῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήµατος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ µέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν µετρίως ξηραινόντων. αὕτη µὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει µορίῳ γεγενηµένης αὐτῆς καθ’ ἑαυτὴν µόνης. εἰ δ’ ἑτέρῳ τινὶ µιχθείη νοσήµατι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγµένων, ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦµεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.

34. Κάταγµα τοίνυν ἐστὶ µὲν τῆς ἐν ὀστῷ συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ, κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος µὲν οὖν σκοπὸς ἡ σύµφυσις οὐ δυναµένη διὰ σκληρότητα τοῦ µορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου δεσµοῦντος ἐν κύκλῳ τὸ κάταγµα. γένεσις δὲ τῷ πώρῳ, καθ’ ὅσον µὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν, ἐκ τῆς ἐκείνου τροφῆς. µαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν καὶ συµφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους γένεσις ἄνευ συµπλοκῆς, ὡς τὰ πολλὰ γὰρ οἱ παρακείµενοι µύες ἅµα τοῖς ἄλλοις σώµασι πάσχουσι, ῥηγνυµένων τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς, ἕτερος µὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀµφ’ αὐτὰ σώµασιν. ὁ µὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν µορίων ἐπιπεπλεγµέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγµάτων ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωµα πρὸς τὴν τοῦ πώρου γένεσιν ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωµα δὲ τοῦτο καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι σύµµετρον εἶναι χρὴ, διὰ τοῦτο ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷµα τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν, ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασι λέλεκται.

35. Νεύρου δὲ καὶ τένοντος νύγµα διά τε τὸ περιττὸν τῆς αἰσθήσεως, καὶ διότι συνεχές ἐστι πρὸς τὴν ἀρχὴν τὸ µόριον, ἕτοιµον ἐπικαλέσασθαι σπασµοὺς, καὶ µάλισθ’ ὅταν µηδὲν διαπνέηται πρὸς τὰ ἐκτὸς, τυφλωθείσης τῆς τοῦ δέρµατος τρώσεως. τοῦτο τοίνυν χρὴ ἀναστοµοῦν, καὶ ἀναξηραίνειν οὐσίᾳ λεπτοµερεῖ, διϊκνεῖσθαι δυναµένῃ πρὸς τὸ βάθος ἄχρι τοῦ τετρωµένου νεύρου. λέλεκται δὲ καὶ περὶ τούτου τελέως ἐν τοῖς τῆς θεραπευτικῆς µεθό δου γράµµασιν. ἐν µὲν οὖν δὴ ταῖς ἁπλαῖς τοῦδε τοῦ γένους διαθέσεσιν ἡ τῶν ὑγιεινῶν αἰτίων ἰδέα τοιάδε.

36. Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη µὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήµατος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ µὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει. λελεγµένοι δ’ εἰσὶν ὀλίγον ἔµπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ µὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγµάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὖν ἀναπληρωθῇ µὲν τὸ κοῖλον, ὁµαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συµβαίνει. µέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταµένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι µὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή. τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξοµεν, ὃ περιποιῆσαι τῷ µέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρµατι. τοῦτ’ οὖν ἡµῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅµοιόν τι δέρµατι. τὴν γοῦν σάρκα δερµατώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινοµένη τε ἅµα καὶ τυλουµένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρµάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾂν ῥύπος ἐπιτραφῇ, σκοπὸς µὲν ἀποῤῥύψαι· φάρµακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρµάκων ἡ ὕλη. καὶ µὲν δὴ καὶ εἰ φλεγµονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδηµα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρηµένων µεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωµένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήµατα. καὶ περὶ µὲν τούτων ἅλις.

37. ᾿Επὶ δὲ τὸ περὶ τὴν διάπλασιν ἰτέον ἤδη γένος, εἰς πλείους διαφορὰς τεµνόµενον. ἀλλ’ ἀπὸ τοῦ σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ σχήµατος ἐξάλλαξιν γίνεται. τῶν µὲν οὖν ἔτ’ αὐξανοµένων οἷόν τε τὸ σχῆµα τῶν πλείστων µορίων ἐπανορθοῦσθαι, τῶν δ’ ηὐξηµένων οὐκέτι. σκοπὸς δ’ ὧν οἷόν τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς. εἰ δὲ κατάγµατος οὐκ ὀρθῶς διαπλασθέντος ἡµάρτηταί τινος κώλου σχῆµα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς, εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔµφραξις ἐκ ταὐτοῦ γένους τῶν νοσηµάτων. ἡ µὲν ὑπὸ γλίσχρων καὶ παχέων γινοµένη χυµῶν, ἕνα µὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει τὴν ἔµφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τµητικὰ τῶν φαρµάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐµφραχθείσης ἐντέρῳ, προτέραν µὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσµάτων, ἑξῆς δὲ τὴν κένωσιν ἐκ δριµέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν µὲν τῷ παραυτίκα τὴν µετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα τὴν διὰ τοµῆς κοµιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν µορίῳ περιεχοµένης ὑγρότητος ἴασις ἐν τῇ παντελεῖ κενώσει, καθάπερ ἐπὶ τῶν ἐµπύων. ἡ δὲ ἄµετρος πλήρωσις ἐν ἀµέτρῳ κενώσει, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς φλέβας αἵµατος. ὡσαύτως καὶ ὅσοις κατὰ γαστέρα, καὶ ἔντερα, ἢ ἀρτηρίαν τραχεῖαν, ἢ πνεύµονα πύον ἢ αἷµα περιέχεται, παντελοῦς κενώσεως δεῖται. τοῦ δὲ πλείονος ἐδέσµατος, ἢ πόµατος, ἔτι ὄντος προσφάτου, κατὰ τὴν ἀποκένωσιν ἡ ἐπανόρθωσις. ὅσα µὲν οὖν ἐν πνεύµονί τε καὶ θώρακι περιέχεται, µετὰ βηχῶν µὲν ἡ κένωσις, ὑπὸ δὲ φαρµάκων λεπτυντικῶν· ὅσα δὲ καθ’ ἧπαρ, ἢ φλέβας, ἢ ἀρτηρίας, ἢ νεφροὺς, ἤτοι δι’ οὔρων, ἢ γαστρός. ἀλλὰ δι’ οὔρων µὲν ὑπὸ τῶν λεπτυνόντων σφοδρῶς· διὰ γαστρὸς δὲ ὑπὸ τῶν ἑλκτικῶν τε καὶ ἀναστοµωτικῶν. ὅσα µὲν οὖν κατὰ τὴν ἄνω γαστέρα, δι’ ἐµέτων· ὅσα δὲ κατὰ τὴν κάτω, δι’ ὑπαγωγῆς. ὅσα δὲ ὑπὸ τῷ δέρµατι, διὰ τοµῆς, ἢ καύσεως, ἢ φαρµάκων καυστικῶν. οὕτως δ’ ἐνίοτε καὶ ὅσα κατά τινα κοιλότητα φυσικὴν, ὡς ἐπὶ θώρακος. ἑνὶ δὲ κεφαλαίῳ, τῶν µὲν ὅλῳ τῷ γένει παρὰ φύσιν ἔν τισι µέρεσι περιεχοµένων σκοπὸς τῆς ἰάσεως ἄρσις ἐστίν· εἰ δ’ ἀδύνατος γενέσθαι, µετάθεσις. ὅσα δὲ οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ἀλλὰ τῷ ποσῷ, σκοπὸς τούτων ἡ ἀποκένωσις. ἡ δ’ εὕρεσις τῶν ἰασοµένων αὐτὰ µέρος µέν τι κᾀξ αὐτῆς λαµβάνεται τῆς διαθέσεως· ἡ πλείστη δὲ ἐκ τῶν πεπονθότων µορίων. ὅσα δὲ ἐν τῷ τετραχύνθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον λειότητα· κατὰ µὲν οὖν ὀστοῦν ξύοντα, κατὰ δὲ τραχεῖαν ἀρτηρίαν ἢ γλῶτταν ἐκλεαίνοντα δι’ ὑγρῶν ἀδήκτων καὶ γλίσχρων. ὅσα δὲ τῷ λεῖα γενέσθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον τραχύτητα διά τε φαρµάκων ἱκανῶς ῥυπτικῶν καὶ διὰ βραχείας στύψεως.

38. ῞Οσαι δὲ ἐµφράξεις ἢ στενοχωρίαι νοσήµασιν ἑτέροις ἕπονται, θεραπευτέον ἐκεῖνα πρότερον. δέδεικται δ’ ἐν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς, ὡς φλεγµοναῖς, καὶ σκίῤῥοις, καὶ οἰδήµασι, καὶ ξηρότησιν ἐνίοτε ἀµέτροις, ἔτι τε µοχθηροῖς σχήµασιν αὐτῶν τῶν περιεχόντων σωµάτων ἕπεται πολλάκις τὰ εἰρηµένα, κα θάπερ καὶ ὄγκοις τισὶ τῶν πέριξ σωµάτων. εἰ δὲ καὶ πρὸς ἄλληλα τῶν εἰρηµένων ἐπιπλέκοιτό τινα, τὰς ἐνδείξεις ἔχει ποικίλας. ἀρκέσει δ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγµατος, ποιήσασθαι τὸν λόγον· ἐπὶ πλέον γὰρ ὑπὲρ ἁπάντων ἐν τοῖς θεραπευτικοῖς λέγεται γράµµασιν. ὑποκείσθω τοίνυν ἐπιῤῥεῖν τινι µέρει πλῆθος αἵµατος, ὡς διατείνεσθαι τὰ κατὰ τὸ µόριον ἀγγεῖα, µὴ τὰ µεγάλα µόνον, ἀλλὰ καὶ τὰ σµικρὰ τὰ πρότερον ἐκφεύγοντα τὴν ὄψιν, ἐκ δὲ τοῦ πεπληρῶσθαι φαινόµενα νῦν, ὥσπερ γε ἐπ’ ὀφθαλµῶν ὁρᾶται σαφῶς ἐνίοτε διὰ τὴν λευκότητα τοῦ χιτῶνος. εἰκὸς δὲ δήπου, καὶ ἄλλα τῶν µὴ ὁρωµένων ἀγγείων διατετάσθαι µεµεστωµένα, µηδέπω µηδ’ αὐτὰ φαινόµενα διὰ τὴν σµικρότητα. καὶ δὴ κίνδυνος ἐκχυθῆναι τὸ διϊδρούµενον ἐκ τῶν ἀγγείων εἰς τὰς µεταξὺ χώρας τὰς κενὰς, ἢ καὶ παρεκχεῖσθαι µικρὸν ἤδη. τοῦ τοιούτου πάθους ἡ ἴασις ἕξει µὲν δήπου σκοπὸν τὴν κένωσιν, ἢ, ἵνα σαφέστερον εἴπωµεν, ἀποκένωσιν. ἐπειδὴ τὸ πάθος ἦν ἐν τῷ πεπληρῶσθαι τὸ µόριον ἀµέτρως, ἀναγκαῖον δὴ, ἤτοι παλινδρο µῆσαν ἐκκενωθῆναι τὸ περιττὸν, ἢ δι’ αὐτοῦ τοῦ πεπονθότος µορίου. παλινδροµήσει µὲν οὖν, ἢ ὠσθὲν, ἢ ἑλχθὲν, ἢ παραπεµφθὲν, ἢ κατά τινα τούτων, ἢ κατὰ πάντα. δι’ αὐτοῦ δὲ τοῦ πεπονθότος ἐκκενωθήσεται, τὸ µέν τι φανερῶς τε καὶ αἰσθητῶς, τὸ δὲ εἰς ἀτµοὺς λεπτυνθέν. εἰ µὲν οὖν εἴη τὸ σύµπαν σῶµα πληθωρικώτερον, οὐ χρὴ διὰ τοῦ πεπονθότος τόπου ἐκκενοῦν. εἰ µὲν γὰρ ἀµυχαῖς καὶ τοµαῖς αἰσθητῶς ἐκκενώσοµεν ὀδυνήσαντες, ἐπισπασόµεθα πλέον διὰ τὴν ὀδύνην. εἰ δὲ τοῖς θερµαίνουσι διαφορεῖν ἐπιχειρήσοµεν, ἕλξοµεν διὰ τὴν θερµότηρα πλέον εἰς τὸ µέρος, ἢ διαφορήσοµεν. εἰ δ’ αὖ βουλοίµεθα παλινδροµεῖν ἀναγκάζειν τὸ ἐπιῤῥυὲν, οὐκ ἂν δέξαιτο µεστὸν ὑπάρχον τὸ σῶµα. πρὸς ἄµφω τοίνυν ταῦτα χρὴ κενῶσαι τὸ ὅλον, ἢ ἀντισπάσαι γε πάντως εἰς ἄλλα χωρία τὸ ἐπιῤῥέον τῷ πεπονθότι· τοῦτο δὲ ἐργασάµενον ἀπωθεῖσθαι τοῦ µέρους πρότερον, ἢ διαφορεῖν ἐπιχειρεῖν. ἑτοιµοτέρα γὰρ ἡ κένωσις, ὅσῳ διὰ µειζόνων. ἀποκρουσόµεθα δ’ ἐκ τοῦ πεπον θότος, εἰ στύφοιµέν τε καὶ ψύχοιµεν. ἀλλὰ καὶ τὰ κενωθέντα πρὸς ἑαυτὰ τὸ ἀποκρουόµενον ἕλξει· δέδεικται γὰρ καὶ τοῦτο διὰ τοῦ περὶ τῶν φυσικῶν δυνάµεων λόγου. καὶ δὴ καὶ παραπέµψει τὰ ἀγγεῖα, τονωθέντα τοῖς στύφουσι φαρµάκοις. εἰ µὲν οὖν ἅπαν οὕτω παλινδροµήσει, εὖ ἂν ἔχοι· καταλειφθέντος δέ τινος ἐν τῷ µορίῳ, ἐχρῆν, µὲν δήπου τεκµαίρεσθαι τοῦτο γλίσχρον ὑπάρχειν, ἢ παχὺ, καὶ διὰ τοῦτ’ ἐσφηνῶσθαι δυσλύτως. δύναται δὲ καὶ µὴ τοιοῦτον ὂν εἰς τὰς µεταξὺ χώρας ἐκκεχύσθαι. τότ’ οὖν ἥκειν ἤδη καιρὸς ἐπὶ τὸ κενοῦν αὐτὸ διὰ τοῦ πεπονθότος, ἐπιθέντα τοῖς ὑπερκειµένοις ἀποκρουστικὰς τῶν ἐπιῤῥεόντων δυνάµεις. ἐκκενώσεις δὲ µάλιστα, εἰ κατὰ τὰς µεταξὺ χώρας τεκµαίροιο περιέχεσθαί τι δι’ ἀµυχῶν τε ἅµα καὶ διὰ φαρµάκων διαφορητικῶν. ἀλλ’ ἐπεὶ τὰ διαφοροῦντα πάντα θερµὰ ταῖς δυνάµεσιν ὑπάρχει, τῆς δ’ αὐτῆς ἐστι κράσεως ἔργον τὸ δάκνειν, ὅταν ἀµετρότερον ᾖ θερµὰ, φυλακτέον ἐν αὐτοῖς τὰ πάνυ θερµὰ, καὶ µάλιστα ἢν ἐπιπολῆς ᾖ τὸ πεπονθός. ὀδυνήσεται γὰρ οὐ σµικρῶς, ἢν ἅµα τε πεπόνθῃ καὶ δάκνηται, ὀδύνη τε πᾶσα παροξύνει τὰ ῥεύµατα. τὸ µετρίως οὖν θερµὸν ἐπὶ τούτων ἀνώδυνον, ἔτι δὲ µᾶλλον, ἐὰν ὑγρὸν ὑπάρχῃ. καὶ µέντοι καὶ ἱκανόν ἐστιν διαφορῆσαι τὸ ἐπιπολῆς, εἰ καὶ µὴ σφοδρὸν εἴη τὸ διαφο-ρητικὸν φάρµακον. εἰ δὲ τὰ µὲν ἐπιπολῆς ἀπαθῆ παντάπασιν ὑπάρχει, διὰ βάθους δ’ εἴη τὸ κενώσεως δεόµενον, ἐπιτεῖναί τε καὶ αὐξῆσαι δεῖ τοῦ διαφορητικοῦ φαρµάκου τὴν θερµασίαν. κινδυνεύσει γὰρ ἐκλυθῆναι, πρὶν εἰς τὸ βάθος ἐξικέσθαι, οὐ µὴν οὐδ’ ἀνιάσει τι τὰ ἐπιπολῆς, ὧν ψαύσει, διότι µὴ πέπονθεν. ὥστε καὶ νῦν ἐς ταὐτὸν ἄµφω συµβαίνει πρὸς τὴν τῶν θερµοτέρων τε ἅµα καὶ δριµυτέρων φαρµάκων χρῆσιν, τά τ’ ἐπιπολῆς ἀνεχόµενα, καὶ τὰ διὰ βάθους δεόµενα. ταύτην µὲν οὖν τὴν ἔνδειξιν ἐκ τοῦ µορίου τῆς θέσεως ἐλάβοµεν.

 

39. ἑξῆς δὲ σκο πῶµεν, εἰ λείπει τι πρὸς τὴν ἴασιν· ἔοικε γὰρ λείπειν οὐ µικρά. τῶν πεπονθότων αὐτῶν, ἐν οἷς ἐστι τὸ περιττὸν τοῦ ῥεύµατος, ἔνια µὲν ἀραιὰ καὶ χαῦνα καὶ µαλακὰ τὴν φύσιν ἐστὶν, ἔνια δὲ πυκνὰ καὶ πεπιληµένα καὶ σκληρά. τὰ µὲν οὖν πρότερα ῥᾳδίως ἐκκενοῦται. τὰ δ’ ἕτερα δριµυτέρων δεῖται τῶν κενωσόντων αὐτὰ, καὶ προσέτι λεπτοµερεστέρων. ἂν δὲ καὶ κατὰ συχνοῦ κεῖνται βάθους, ἔτι δὴ καὶ µᾶλλον. αὕτη σοι πάλιν ἔνδειξις ἑτέρα παρὰ τῆς οὐσίας τοῦ πεπονθότος. ἄλλη δ’ ἀπὸ τῆς διαπλάσεως ἅµα καὶ θέσεως. ὑποκείσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν ἥπατι τὴν προειρηµένην εἶναι διάθεσιν, ἐν τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐσφηνωµένων ὑγρῶν, ἤτοι γλίσχρων, ἢ παχέων, ἢ πολλῶν. ἆρ’ οὐχ ἕτοιµον ἐδέσµασί τε καὶ πόµασι λεπτυντικοῖς τὸ πάχος µὲν πρῶτον ἅµα τῇ γλισχρότητι λεπτοµερὲς ἐργάζεσθαι· δεύτερον δὲ, µὴ διὰ τῶν ἀοράτων καὶ στενῶν µόνον, ἀλλὰ καὶ δι’ εὐρειῶν ὁδῶν ἐκκενῶσαι τὸ λυποῦν; εὐρύτεραι γάρ εἰσι κατὰ τὸ ἧπαρ αἱ φλέβες, ὥσπερ καὶ πλεῖσται· τελευτῶσι δ’ αἱ µὲν ἐν τοῖς κυρτοῖς εἰς τὴν κοίλην, αἱ δ’ ἐν τοῖς σιµοῖς ἐπὶ πύλας. ὥστ’ ἤδη σοι ῥᾷστον, ἐν ὁποτέραις ἂν ὦσιν αἱ σφηνώσεις, ἐκκενοῦν ἑτοί µως αὐτὰς, ἕλκοντα µὲν εἰς τὴν γαστέρα διὰ τῶν ἑλκτικῶν τε καὶ ἀναστοµωτικῶν, ὅσα τῶν ὑγρῶν ἐσφήνωται, κατὰ τὰς ἐν τοῖς σιµοῖς φλέβας, ἐπ’ οὖρα δὲ προτρέποντα διὰ τῆς κοίλης φλεβὸς, ὅσα κατὰ τὰς ταύτης φλέβας. ἑτέρα δὲ ἐπὶ ταῖς προειρηµέναις ἔνδειξις ἀφ’ ἥπατος, ὡς ἀρχῆς φλεβῶν. ἐπεὶ γὰρ οὐχ ἑαυτὸ µόνον, ὥσπερ τὰ πλεῖστα µόρια τοῦ ζώου, διοικεῖν πέφυκεν, ἀλλ’ ἐπιπέµπει δύναµιν ταῖς φλεψὶ, κίνδυνός ἐστιν, ἐὰν ἐκλύσωµεν αὐτοῦ τὸν τόνον ἐπιβροχαῖς τε καὶ καταπλάσµασι χαλαστικοῖς, αὐτό τε πρῶτον ἀτονῆσαι περὶ τὴν ἐνέργειαν, ἀτόνους τε συµπάσας ἐργάσασθαι τὰς φλέβας. ὅθεν ἐπιµιγνύναι χρὴ τῶν στυφόντων τι φαρµάκων ἐν ταῖς θεραπείαις αὐτοῦ. ἀλλ’ ἐπειδὴ διὰ βάθους ἐστὶ συχνοῦ, κίνδυνος ἐκλυθῆναι τὴν δύναµιν τοῦ στύφοντος, ἐὰν µὴ ποδηγῆται πρός τινος ἑτέρας οὐσίας λεπτοµεροῦς, οἵα περ ἡ τῶν ἀρωµάτων ἐστί. κάλλιον δὲ, εἰ αὐτὸ τὸ στύφον φάρµακον εὐθὺς εἴη καὶ ἀρωµατῶδες· συµφύτους γὰρ ἔχον δύο ποιότητάς τε καὶ δυνάµεις ἰσχυ ρότερον ἐνεργήσει. καὶ τοίνυν ἐκκενούσθω µὲν καὶ ἤδη τὸ παρὰ φύσιν εἰς τὸ µόριον ἐνεχθέν· ἐχέτω δὲ τὴν συµµετρίαν τῶν χυµῶν τὴν κατὰ φύσιν. ἐπισκεπτέον οὖν ἡµῖν ἐν τούτῳ, µήτι πρὸς τῆς τοῦ ῥεύµατος ποιότητος ἠλλοιώθη τὴν κρᾶσιν, εἰ µὲν φλεγµατικώτερον ἦν, ψυχθὲν, εἰ δὲ χολωδέστερον, θερµανθὲν, ἵνα καὶ ταύτην αὐτοῦ τὴν δυσκρασίαν ἰασάµενοι τελέως ὑγιὲς ἀποφάνωµεν. ἰασόµεθα δὲ τὴν ἐναντίαν ἀντεισάγοντες ποιότητα, καθάπερ ἐν ταῖς τῶν δυσκρασιῶν εἴρηται θεραπείαις, εἰς ὅσον ἕκαστον ἐγένετο θερµότερον, ψύχοντες εἰς τοσοῦτον. ὥστ’ ἐνταῦθα πάλιν ἀναγκαῖον ἐπίστασθαι τὴν κατὰ φύσιν εὐκρασίαν αὐτοῦ. πῶς γὰρ ἂν εἰδείηµεν, ὁπόσῳ τοῦ κατὰ φύσιν ἐστὶ ψυχρότερον ἢ θερµότερον, ἢ πότε ψύχοντες παυσόµεθα, µὴ γινώσκοντες τὸ µέτρον τῆς κατὰ φύσιν θερµότητος; οὕτω δὲ καὶ εἰ τὸ ψυχρότερον γενόµενον θερµαίνοµεν, µὴ γινώσκοντες τὸ µέτρον αὐτῆς τῆς κατὰ φύσιν ψυχρότητος, οὐχ οἷόν τε ἡµῖν οὔτ’ εὐπορῆσαι τοῦ θερµαίνοντος οἰκείως, οὔτε παύσασθαι θερµαίνοντας.

40. ᾿Επεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, µεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὰ κατὰ τὸν ἀριθµὸν οὐ κατὰ φύσιν ἔχοντα. διττῆς δὲ οὔσης αὐτῶν τῆς διαφορᾶς, οἷς µὲν ἐλλιπές τι µόριον, ἐργάζεσθαι τοῦτο σκοπὸς, ὑπηρετοῦντας δηλονότι τῇ φύσει, καθ’ ὃν ὀλίγον ἔµπροσθεν εἴρηται τρόπον. οἷς δ’ αὖ περιττεύει, τοῦτ’ ἐκκόπτειν αὐτὸ, ἤτοι διὰ σµίλης, ἢ διὰ πυρὸς, ἢ διὰ φαρµάκου καυστικοῦ. ταυτὶ µὲν οὖν ἅπαντα σχεδὸν δυνατόν ἐστιν ἰάσασθαι, γεννῆσαι δ’ οὐχ ἅπαντα δυνατὸν, ὡς ἐν τῷ περὶ σπέρµατος ἀποδέδεικται λόγῳ. τινὰ δὲ κᾂν αὐτὰ µὴ δυνατὸν ᾖ γεννῆσαι, ποιῆσαι γοῦν ἀντ’ αὐτῶν ἕτερόν τι δυνατὸν, ὡς ἐπὶ τοῦ ὀστοῦ τελέως ἐξαιρεθέντος οὐσίαν ἑτέραν ἐν τῇ κατ’ αὐτὸ χώρᾳ, διαφέρουσαν ὀστοῦ τε καὶ σαρκός. ἔστι γὰρ ἡ γινοµένη κατὰ τὴν χώραν αὐτοῦ καθάπερ τις σὰρξ πωροειδὴς, ἢ πῶρος σαρκοειδὴς, καὶ τοῦ χρόνου δὲ προϊόντος ἐπὶ τὸ πωρωδέστερον µεθίσταται, κατ’ ἀρχὰς σαρκοειδὴς µᾶλλον οὖσα. καθ’ ὅ τι δ’ αὖ µόριον ἀπολλύµενον οὔτε τὴν αὐτὴν οὐσίαν κατ’ εἶδος, οὔθ’ ὁµοίαν ἐργάσασθαι δυνάµεθα, τρίτος ἡµῖν σκοπὸς ἐξευρεῖν τινα κόσµον, ὡς ἐπὶ κολοβωµάτων. ἐπικοινωνεῖ δὲ δηλονότι τὸ γένος ὅλον τοῦτο τῷ κατὰ τὸ πηλίκον. ὅσον γὰρ αὐτοῦ περὶ τὸ κατὰ φύσιν ἐστὶν, ἐκείνῳ πλησιάζει. τὸ δ’ ἐν τοῖς τῷ γένει παρὰ φύσιν ἀποκεχώρισται µόνον. ἐφ’ οὗ πρῶτος µὲν σκοπὸς ἡ ἀφαίρεσις· εἰ δ’ ἀδύνατος οὗτος, ἡ µετάθεσις δεύτερος, ὡς ἐπὶ τῶν ὑποχυµάτων. ὅσα δ’ οὐχ ὅλοις µορίοις, ἀλλ’ ἐν µέρεσι µορίων ἐλλείπει τε καὶ ὑπερβάλλει τοῦ κατὰ φύσιν, ἀνάθρεψις µὲν ἢ γένεσις ἐπὶ τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ ἢ καθαίρεσις ἐπὶ τῶν ὑπερβαλλόντων· ὅθεν οὔτε σκοπὸς ἐπ’ αὐτῶν ἕτερος, οὔτ’ ἰδέα φαρµάκων ἑτέρα κατὰ γένος. ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος ἰτέον τῶν ὑγιεινῶν αἰτίων, ὅπερ ἐνανορθωτικόν ἐστι τῶν παρὰ τὴν θέσιν ἐσφαλµένων σωµάτων, οἷον ἐξαρθρήµατα καὶ ἔντερον ἐν ὀσχέῳ. γίνεται δὲ τὸ µὲν ἐκ βιαίας τάσεως ἢ ὤσεως· τὸ δὲ ἐξ ἀνευρύνσεως ἢ ῥήξεως τοῦ περιέχοντος· ὥστε καὶ ἡ ἴασις τῷ µὲν ἐξ ἀντιτάσεώς τε καὶ τῆς εἰς τοὐναντίον, εἰ παρήλλαξεν, ὤσεως, τῷ δὲ ἐκ τοῦ στεγανὸν ἐργάσασθαι τὸ περιέχον. ἐξ ὧν δ’ ἄν τις µεθόδων τὰ κατὰ µέρος ἐξευρίσκῃ, διὰ τῆς θεραπευτικῆς πραγµατείας δεδήλωται.

41. ῾Εξῆς δ’ εἴη λέγειν, ὅσα κατὰ τὸν ἔµπροσθεν λόγον ἀνεβαλλόµεθα. καλοῦσι δὲ αὐτὰ προφυλακτικά. τριττὴ δ’ ἐστὶ καὶ τούτων ἥ γε κατὰ γένος διαφορά. πρώτη µὲν ὑγιαίνοντος ἀµέµπτως τοῦ ἀνθρώπου, δευτέρα δὲ ἡ µεµπτῶς, ἡ τρίτη δὲ νοσοῦντος. τὸ µὲν οὖν πρῶτον γένος ἐκ τῆς ὑγιεινῆς ἐστι πραγµατείας, διττὸν ὑπάρχον, ὡς ἔµπροσθεν εἴρηται· τὸ δεύτερον δὲ ἐκ τῆς προφυλακτικῆς· τὸ δὲ τρίτον ἐκ τῆς θεραπευτικῆς. ἐν χυµοῖς δὲ µάλιστα τὴν σύστασιν ἔχει σύµπαν τοῦτο τὸ γένος, οὓς οὔτε γλίσχρους εἶναι προσήκει, οὔτε παχεῖς, οὔτε ὑδατώδεις, οὔτε πολλοὺς, οὔτε ἐπὶ πλέον θερµοὺς, ἢ ψυχροὺς, οὔτε δακνώδεις, οὔτε σηπεδονώδεις, οὔτε δηλητηρίους. αὐξηθέντες γὰρ αἴτιοι καθίστανται νοσηµάτων. αὐξάνονται δὲ, ποτὲ µὲν ὑπὸ τῆς αὐτῆς αἰτίας, ἥπερ αὐτοὺς ἐγέννησε τὸ πρῶτον· ἔστι δὲ ὅτε συναλλοιοῦντες ἑαυτοῖς τοὺς κατὰ τὸ σῶµα χυµούς. σκοπὸς δ’ ἐστὶ καὶ ἐπὶ τούτων ὁ τῆς ἰάσεως διττὸς, ἡ ἀλλοίωσίς τε καὶ κένωσις. ἀλλοιοῦνται µὲν οὖν, ἤτοι πεττόµενοι πρὸς αὐτοῦ τοῦ σώµατος, ἢ ὑπό τινων φαρµακωδῶν δυνάµεων, ἐν αἷς εἰσι καὶ αἱ θεραπεύουσαι τοὺς ἰοὺς τῶν ἰοβόλων ὀνοµαζοµένων ζώων, ἔτι τε τὰ δηλητήρια φάρµακα µεταβάλλουσαι. κενοῦνται δὲ ὑπὸ τῶν θερµῶν ἱκανῶς φαρµάκων, καὶ καθάρσεων, καὶ κλυστήρων, καὶ ἱδρώτων, καὶ ἐµέτων. αὗται µὲν αὐτῶν αἱ κοιναὶ κενώσεις. ἴδιαι δὲ ἐκ τῶν τόπων, ἐν οἷς ἂν ἀθροισθῶσι, λαµβάνονται, καθάπερ ἐν τοῖς ὑγιεινοῖς δεδήλωται, κατὰ τὸ τρίτον καὶ τέταρτον, καὶ µάλιστα περί τε κόπων ἡµῶν διεξιόντων, ὅσαι τε ἄλλαι τοιαῦται παράκεινται τοῖς κόποις διαθέσεις. ἐκκενοῦνται γὰρ ἑτοιµότερον, οἱ µὲν ἐν ταῖς πρώταις φλεψὶ διὰ γαστρός· οἱ δ’ ἐν ταῖς καθ’ ἧπαρ δι’ οὔρων· οἱ δὲ καθ’ ὅλην τὴν ἕξιν δι’ ἱδρώτων· ὥσπερ γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι’ ὑπερώας, ἢ διὰ ῥινῶν, ἢ δι’ ἀµφοτέρων· οἱ δ’ ἐν ταῖς τοῦ θώρακος εὐρυ χωρίαις διὰ φάρυγγος ἅµα καὶ βηχός· οἱ δὲ κατὰ νεφροὺς ἢ κύστιν δι’ οὔρων. ἀντισπάσεως δὲ κοινὴ συµπάντων τῶν µερῶν ἔνδειξις ἐπὶ τὰ ποῤῥωτάτω, παροχέτευσις δὲ ἐπὶ τὰ πλησίον. ἅπαντα δ’ οὖν, ὅσα θεραπεύει τὰς τοι-αύτας διαθέσεις, ὑγιεινὰ προσαγορεύοµεν αἴτια, καθάπερ νοσερὰ τὰ προσαύξοντα, καὶ οὐδέτερα τὰ µήτε βλάπτοντα, µήτε ὠφελοῦντα. δύναιτο δ’ ἄν τις αὐτὰ µηδ’ αἴτια προσαγορεύειν ὅλως, οἷοί πέρ εἰσιν οἱ πολλοὶ τῶν σοφιστῶν, ἀµελοῦντες µὲν αὐτῶν τῶν πραγµάτων ἐξευρίσκειν τὴν διαφορὰν, ἐν δὲ τοῖς ὀνόµασι τὸ πλεῖστον τοῦ χρόνου διατρίβοντες. εἴρηται δ’ ἐπὶ πλέον ἐν ἑτέροις πρὸς αὐτούς. τὸ µὲν δὴ προφυλακτικὸν τῆς τέχνης τοιόνδε.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45 
Рейтинг@Mail.ru