bannerbannerbanner
полная версияСочинения. Том 5

Гален
Сочинения. Том 5

Полная версия

ἆρ’ οὖν ἐπιστηµῶν µὲν καὶ ἡδονῶν εἰσι διαφοραὶ πολλαὶ καὶ χρωµάτων καὶ σχηµάτων καὶ τῶν ἐν ταῖς φωναῖς τόνων, ὡσαύτως δὲ καὶ ἡλικιῶν καὶ ὡρῶν καὶ χωρῶν καὶ νόσων ἁπάντων τε τῶν ἄλλων, ἐν µόνοις δὲ τοῖς θερµοῖς ἤτοι γ’ οὔκ εἰσιν ὅλως ἢ ἀδύνατοι γιγνώσκεσθαι τοῖς ἀνθρώποις; καὶ µὴν ὅ γε τοῦ Λύκου λόγος ἀναιρεῖ τοῦ θερµοῦ τὰς διαφοράς, ὡς οἴεται µὲν αὐτοῦ µόνου, κατὰ δὲ τὴν ἀλήθειαν ἅµα τοῖς ἄλλοις ἅπασιν, εἴ γε ἡ τοῦ λόγου δύναµις ὁµοίως ἀντεπεκτείνεσθαι δύναται. καὶ γὰρ δὴ κἀπὶ τῶν ὑγρῶν αὐτῶν ἐφεξῆς ἐρῶ τάδε, µηδὲ ταῦτα διαφέρειν ἀλλήλων λέγων, καθόσον ὑγρά. τὸ δὲ δὴ µέγιστον αὐτοῦ τῶν ἁµαρτηµάτων, ὅτι καὶ τὰς τέχνας ἁπάσας ἀναιρεῖ τὴν σύστασιν ἐχούσας ἐν ταῖς τῶν εἰδῶν διαφοραῖς. ὁ µὲν οὖν Πλάτων ἐν κεφαλαίῳ γε προειπὼν ὑπὲρ τῆς τῶν τεχνῶν συστάσεως ἐπὶ παραδείγµατος [τε] διῆλθε τὸν λόγον ἐπιδεικνὺς ὅπως ἡ γραµµατικὴ συνέστη τέχνη γνωσθείσης τῆς ἐν ταῖς φωναῖς διαφορᾶς. ὁ δὲ τοῦ Λύκου λόγος ἀναιρεῖ δηλονότι καὶ ταύτην τὴν τέχνην καὶ τὴν µουσικὴν ὁµοίως αὐτῇ καὶ τὰς ἄλλας ἁπάσας, ἀξιῶν τῷ ᾗ νενόηται τόδε τι µίαν ἔχειν ἐν αὐτῷ διαφοράν. θέασαι γοῦν ὅπως ἀναιρήσει πρώτην µὲν τὴν περὶ τὰ γράµµατα τέχνην ὁ λόγος αὐτοῦ, µετὰ δὲ ταῦτα καὶ τὰς ἄλλας ἁπάσας· δοκεῖ µοι ἀδύνατον καὶ ἀµήχανον εἶναι τὴν φωνὴν ταύτην γε σκοποῦντι ᾗ νενόηται (κατ’ αὐτὴν λέγω τὴν ἐκφώνησιν), πρὸς ἑτέραν ἂν φωνὴν παραλλαγὴν ἔχειν, κατά τινα ἰδιότητα παραλλάττουσαν κατὰ ποιότητα ἐν τῇ ἐκφωνήσει κειµένην. οὗτος ὁ λόγος ὁ αὐτός ἐστι πάντῃ τῷ κατὰ τὴν ἀρχὴν γεγραµµένῳ τῆς ῥήσεως τῷ Λύκῳ καὶ δι’ αὐτῶν γε περαίνεται τῶν ἐκείνου ῥηµάτων ἁπάντων, ἑνὸς µόνου τοῦ κατὰ τὸ θερµὸν ὀνόµατος εἰς τὸ τῆς φωνῆς µεταβεβληµένου, ὥστ’, εἴπερ ἐκεῖνος ὑγιής, καὶ οὗτος· ἀλλὰ µὴν οὐχ ὑγιὴς οὗτος, ὥστ’ οὐδ’ ἐκεῖνος, εἰ µή τι ἄρα νοµίζουσιν οἱ τὰ τοῦ Λύκου φρονοῦντες οὐδὲ τὴν ε φωνὴν ἑτέραν εἶναι τῆς ο, διαφέρειν δὲ τὴν ο τῆς ω. εἰ δὲ καὶ ταύτας ἑτέρας ἀλλήλων ὁµολογήσοµεν εἶναι καὶ πρὸς ταύταις καὶ τὴν α καὶ τὴν ι καὶ τὴν υ καὶ τῶν ἄλλων ἁπάντων γραµµάτων, αὗται µὲν ἔσονται τέτταρες ἐπὶ ταῖς εἴκοσιν. ἡ γνοῦσα δ’ αὐτῶν τὴν διαφορὰν τέχνη γραµµατική, καθάπερ γε καὶ µουσικὴ τέχνη περὶ τὴν ἐν ταῖς φωναῖς ὀξύτητα καὶ βαρύτητα, καίτοι καὶ ταύτας οὐδὲν ἧττον ὁ τοῦ Λύκου λόγος ἀναιρεῖ. φωνὴ γὰρ φωνῆς, ᾗ φωνή, διαφέρει οὐδέν, ἀλλ’ ὅµως ὁ µὲν τῆς µέσης φθόγγος ὀξύτερος µέν ἐστι τόνῳ τῆς λιχανοῦ τῶν µέσων, βαρύτερος δὲ τόνῳ τῆς παραµέσης. αὐτῶν δ’ ἐκείνων πάλιν ὁ µὲν τῆς λιχα-νοῦ τῆς παρυπάτου τῶν µέσων ὀξύτερος τόνῳ. ὁ δὲ τῆς παραµέσης βαρύτερος [ἡµι]τόνῳ τῆς τρίτης τῶν διεζευγµένων. εἶτ’ ἐκείνων αὖθις ὀξύτεροί τε καὶ βαρύτεροι κἄπειτ’ ἐκείνων αὖθις ἕτεροι, µέχρις ἂν ἐπὶ τὸν ὀξύτατόν τε καὶ βαρύτατον ἁπάντων ἀφικνώµεθα φθόγγον. ἀλλ’ ὁ θαυµασιώτατος Λύκος οὐκ αἰσθάνεται ταῦτα πάντα ἀναιρῶν ἐν τῷ λέγειν “δοκεῖ µοι ἀδύνατον καὶ ἀµήχανον εἶναι τὸ θερµὸν ταῦτά γε σκοποῦντι, ᾗ νενόηται (κατ’ αὐτὴν λέγω τὴν θάλψιν), πρὸς ἕτερον αὖ θερµὸν παραλλαγὴν ἔχειν.” καλόν, εἰ µηδὲ χρῶµα χρώµατος, ᾗ χρῶµά ἐστι, διαφέρειν εἰπὼν ἀναρεῖ τὴν γραφικὴν τέχνην, ἐρυθρόν γε τι παραθεµένην χρῶµα καὶ λευκὸν καὶ µέλαν καὶ ξανθὸν ὅσα τε ἄλλα τοιαῦτα. πολὺ γὰρ δήπου πιθανώτερος ὁ λόγος αὐτοῦ περὶ χρωµάτων ἐστὶν ὁ λεγόµενος ἢ νῦν εἴρηται περὶ τοῦ θερµοῦ. θερµὸν µὲν γὰρ θερµοῦ διαλλάττειν φαµέν, οὐ µὴν ἐναντίον γε ὑπάρχειν πάντῃ, χρῶµα δὲ χρώµατος οὐ διαφέρει µόνον, ἀλλὰ καὶ τὴν φύσιν ἐναντιώτατόν ἐστι τοῦ λευκοῦ τὸ µέλαν.

4. ‘“Καὶ πῶς ἐγχωρεῖ”, φήσειεν ἂν ὁ Λύκος, “ἐναντίον εἶναι τῷ χρώµατι, καθ’ ὃ νενόηται χρῶµα ὄν;” καὶ ἀληθεύσει γε ναὶ µὰ τοὺς θεούς, ὅσον ἐπὶ χρώµατος [ναὶ] τὸ χρῶµα µηδὲν ἡγούµενος ἕτερον ἑτέρου διαφέρειν, ἀλλ’ ὥσπερ τοῦτο ἀληθές, οὕτω κἀκεῖνο, τὸ λευκὸν τοῦ µέλανος οὐ µόνον διαφέρειν, ἀλλὰ καὶ τοσοῦτον διαφέρειν, ὡς ἐναντιώτατον εἶναι. καὶ πῶς ἐγχωρεῖ, τάχα φήσουσιν οἱ τὰ τοῦ Λύκου πρεσβεύοντες, ἅµα µὲν εἶναι ταὐτόν, ἅµα δὲ ἐναντιώτατον τῷ µέλανι <τὸ> λευκόν; οἷς ἡµεῖς ἀποκρινούµεθά τι γε τοσοῦτον, ὡς, εἴπερ οὐκ ἐγχωρεῖ τὸ λευκὸν ἐναντίον θ’ ἅµα καὶ ταὐτὸν εἶναι τῷ µέλανι, τὸ ἕτερον αὐτοῖν αἱρείσθωσαν. ὁ µὲν γὰρ Πλάτων οἴεται δυνατὸν εἶναι, καθάπερ γε καὶ ᾿Αριστοτέλης καὶ Θεόφραστος, ἕτερον ἑτέρῳ ταὐτὸν ὂν τῷ γένει, τοσαύτην ὅµως ἔχειν τὴν ἐν εἴδει διαφοράν, ὡς ἐναντιώτατον ὑπάρχειν. οὗτοι δ’ εἰ µὴ νοµίζουσιν ἀληθεύειν ἄµφω τὼ λόγω, τὸν ἐναργέστερον ἑλέσθωσαν. ἐναργέστερος δέ ἐστιν, ὅσῳ καὶ πᾶσιν ἀνθρώποις ὁµολογούµενος ἐναντίον εἶναι τὸ λευκὸν τῷ µέλανι. καὶ µήν, εἴπερ ἀληθές ἐστι τοῦτο, νοµίζουσι δὲ αὐτοὶ µὴ δύνασθαι τοὺς λόγους ἀµφοτέρους ἀληθεύεσθαι, τόν τε ἐναντίον εἶναι φάσκοντα τὸ λευκὸν τῷ µέλανι καὶ τὸν ταὐτόν, οὐκ ὀρθῶς ἐροῦσιν µηδὲν διαφέρειν, ᾗ χρῶµά ἐστιν, τὸ λευκὸν τοῦ µέλανος. ὁ µὲν οὖν ἐν τῷ τοῦ Πλάτωνος γράµµατι διαλεγόµενος τῷ Σωκράτει συγγνωστὸς ἦν ἴσως, κωλύων τὸν Σωκράτην διαιρούµενον ἡδονὴν ἡδονῆς διαφορᾷ. οὐ γὰρ ἦν που βιβλίον οὐδὲν τοιοῦτον διδάσκον, ὡς ἐγχωρεῖ πολλὰ πολλοῖς ὄντα τῷ γένει ταὐτὰ διαφέρειν ὅµως εἰς τοσοῦτον, ὡς ἐναντιωτάτην ἀλλήλοις ἰδέαν τε καὶ φύσιν ἔχειν. ἐπεὶ δ’ ὑπὸ Πλάτωνος ὁ Φίληβος ἐγράφη διδάσκων τἀληθές, εἰ µὲν οὐδ’ ὅλως ἀνέγνω τὸ βιβλίον ὁ Λύκος, ἄγαµαι τῆς παιδείας τὸν Λύκον. εἰ δ’ ἀναγνοὺς οὐκ ἐνόησε, θαυµάζω τῆς συνέσεως. εἰ δὲ νοήσας οὐκ ἐπείσθη, µακαρίζω τῆς κρίσεως. ὦ πρὸς τοῦ Διός, ἐρωτᾷ τις λόγον οὐδὲ τὰ πρῶτα µαθὼν τῆς διαλεκτικῆς, ἔστι τις ἀπάνθρωπος ῞Ελλην ἰατρὸς ἢ γραµµατικὸς ἢ ῥήτωρ ἢ φιλόσοφος ἢ ὅλως ὁστισοῦν ἄλλος ἀντιποιούµενος λόγων, ὃς οὐκ ἀνέγνω τὸν Πλάτωνος Φίληβον; καίτοι τί λέγω τὸν Φίληβον; οὐ γὰρ ἐν τούτῳ µόνῳ τὸν προκείµενον λόγον Πλάτων ἐδίδαξεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ἐπεµνήσθη βιβλίων, ὧν ἐχρῆν µόνον κἂν ἕν γέ τι τὸν θαυµασιώτατον Λύκον ἀνεγνωκέναι, ἀντιποιούµενον λόγων ἐπιστηµονικῶν. αἰσχρὸν γὰρ ῾Ιπποκράτην διελέγχειν ἐπιχειροῦντα καὶ λόγους ἐπερωτῶντα περαντικούς, ὡς νοµίζει, µηδὲ τὰ πρῶτα φαίνεσθαι µεµαθηκότα τῶν ἐν ταῖς φιλοσόφοις διατριβαῖς.

ἀλλὰ νὴ Δία θαυµαστὸν αὐτοῦ τὸ περὶ τῶν ὑγρῶν ἐστι παράδειγµα. καὶ γὰρ ταῦτα βούλεται µηδὲν ἀλλήλων διαφέρειν, ᾗ πάντα ἐστὶν ὑγρά· καθ’ ὃ µέντοι τὰ µὲν ὀξέα, τὰ δὲ στρυφνά, τὰ δ’ ἁλµυρά, τὰ δὲ γλυκέα, ταύτῃ διαλλάττει, οὐκ ἀκούει δὲ ἐν τούτοις αὐτὸς ἑαυτοῦ. λέγων γὰρ ᾗ διαφέρει τὰ ὑγρά κατασκευάζειν οἴεται µηδεµίαν ἐν αὐτοῖς εἶναι διαφοράν, ἀλλὰ µάτην µὲν ῾Ιπποκράτην διαφορὰν εἰρηκέναι, µάτην δὲ Θεόφραστον ὅλην πραγµατείαν γεγραφέναι Περὶ χυλοῦ, καίτοι καὶ αὐτὸ τοῦτο τοὔνοµα ὁ χυλὸς ὑγροῦ διαφοράν τινα ἐνδείκνυται. ἀλλ’ ὅµως καίτοι διαφορά τις οὖσα <τοῦ> ὑγροῦ πάλιν αὖθις τέµνεσθαι πέφυκεν εἰς ἑτέρας διαφοράς. οὐ µὴν θαυµαστὸν εἰς τοσοῦτον ἀπαιδευσίας ἥκοντα Λύκον, ὡς νοµίζειν ἐν ὄξει στύφουσαν εἶναι ποιότητα, τοιαύτην τολµῆσαι πρὸς ῾Ιπποκράτην γράφειν ἀντιλογίαν. τὰ γὰρ οὕτως ἐναργῆ καὶ Διοσκορίδης ὁ ᾿Αναζαρβεὺς ἐγίγνωσκεν οἵ τ’ ἄλλοι πάντες οἱ τὰ περὶ ὕλης ὑποµνήµατα γράψαντες. ὀνοµάζουσι γοῦν ἐν τούτοις τὰ µὲν ἁλυκά, τὰ δὲ ἁλµυρά, τὰ δὲ πικρά, τὰ δὲ γλυκέα, τὰ δὲ αὐστηρά, τὰ δὲ στρυφνά, τὰ δὲ στύφοντα, τὰ δὲ δριµέα, τὰ δὲ ὀξέα. Λύκος δ’ ὁ θαυµασιώτατος ἤτοι οὐδ’ ὅλως γιγνώσκει διαφέρουσαν ὀξεῖαν ποιότητα στυφούσης ἢ πεπήρωται τὴν γεῦσιν, ὡς µηδ’ ὅλως αἰσθάνεσθαι τῶν ἐν τοῖς χυµοῖς διαφορῶν. ἔοικε γοῦν ὡς ἀπίου καὶ µεσπίλου καὶ µήλου καὶ κυδωνίου τοῦ ὄξους αἰσθάνεσθαι, καίτοι γε πάντων ἀνθρώπων ἔνια µὲν τῶν µήλων ὀξέα καλούντων, ἔνια δὲ στύφοντα, γλυκέα δὲ ἄλλα, καθάπερ οἶµαι καὶ ῥοιὰς ὀξείας τε καὶ στυφούσας καὶ γλυκείας. ἐν µέν γε τοῖς οἴνοις ὡς ἀρετὴ κακίας ἀφώρισται στύψις ὀξύτητος· εὐγενεῖς µὲν γὰρ οἱ στύφοντες· ὀξὺς δ’ οὐδεὶς κατὰ φύσιν, ἀλλ’ εἰ καὶ µικρὸν αὐτῷ προσέλθοι τοιαύτης ποιότητος, ὑποπτεύοµεν αὐτίκα τὴν εἰς ὄξος αὐτοῦ µεταβολήν. ἴσως οὖν ὁ Λύκος οὐδ’ ὀξυλάπαθον οὐδ’ ὀξυαλίδα λαπάθου τε καὶ θριδακίνης διεγίγνωσκεν, οἷς στυφούσης µὲν ποιότητος οὐδὲ τοὐλάχιστον ὑπάρχει, τῆς δὲ ὀξείας δαψιλῶς µετέσχηκεν ἄµφω. θαυµαστὸν οὖν, εἰ ταῦτα µὲν ἀπὸ τῆς ὀξείας ποιότητος ὠνόµασται, τὸ δὲ ὄξος αὐτὸ µὴ µετέσχηκεν αὐτῆς. ἀλλ’ ὁ µηδὲ τὰς κοινὰς αἰσθήσεις ἀποσῴζων Λύκος ἐγκαλεῖν ῾Ιπποκράτει τολµᾷ. † πάλιν οὖν ἔγνω τὴν παρὰ τοῖς φυσικοῖς ζήτησιν ὑπὲρ τοῦ τῶν χυµῶν ἀριθµοῦ. κατὰ τοῦτο γὰρ οὐδέν, ὡς ἔοικε, διαφέρει χυµὸς χυµοῦ, καθ’ ὅσον χυµός ἐστιν. ἡδέως ἂν οὖν ἤκουσα, τίνος τῶν ὄντων εἰσὶν αἱ τοιαῦται διαφοραί, γλυκὺς ὀξὺς δριµὺς πικρὸς ἁλυκὸς ἁλµυρὸς στρυφνὸς αὐστηρὸς στύφων λιπαρός. εἰ µὴ γὰρ χυµῶν, ἴσως ἤτοι φωνῶν ἢ χρωµάτων ἢ ὀδµῶν ἢ διὰ τῆς ἁφῆς εἰς γνῶσιν ἥκουσι. παρὰ ταύτας γὰρ οὐκ ἔχοµεν ἄλλην αἴσθησιν, ἀλλ’ εἰσὶν αἱ πᾶσαι πέντε, γεῦσις καὶ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησίς τε καὶ ἁφή. διαγινώσκοµεν δὲ ὥσπερ καὶ ταῖς ἄλλαις ἄλλα τῶν αἰσθητῶν, οὕτως τῇ γεύσει καὶ τοὺς χυµούς. ὡς δὲ ἐν τοῖς ὑγροῖς αἱ διαφοραὶ πολλαί, κατὰ τὸν αὐτὸν τρόπον κἀν ταῖς αἰσθήσεσι. καίτοι γε ᾗ αἰσθήσεις εἰσίν, οὐ διαφέρουσιν, ἀλλ’ ὁ διαλεκτικώτατος Λύκος οὐκ ἐάσει λέγειν ἡµᾶς οὔτ’ ἐν τοῖς χυµοῖς εἶναι τὰς εἰρηµένας διαφοράς, οὐδ’ ἐν ταῖς αἰσθήσεσιν ἃς ἅπαντες γιγνώσκουσιν, οὔτ’ ἐν τοῖς χρώµασι καὶ λευκὸν καὶ µέλαν καὶ φαιὸν καὶ ξανθὸν καὶ πυρρὸν ἐρυθρόν τε καὶ φοινικοῦν καὶ κυανοῦν. οὐδὲν γὰρ χρῶµα χρώµατος ᾗ χρῶµά ἐστι διαφέρει. µαίνονται τοίνυν ἅπαντες ἰατροὶ καὶ φιλόσοφοι χρωµάτων µὲν ἡγούµενοι διαφορὰς εἶναι τὰς εἰρηµένας, χυµῶν δὲ τὸν ὀξὺν καὶ πικρὸν καὶ δριµὺν ὅσους τ’ ἄλλους ὀλίγον ἔµπροσθεν εἶπον, ὥσπερ καὶ τῶν αἰσθήσεων αὐτῶν. οὔτε γὰρ χρῶµα χρώµατος, ᾗ χρῶµά ἐστι, διαφέρει, ὡς οὐδ’ αἴσθησις αἰσθήσεως, οὔτε χυµὸς χυµοῦ, καθάπερ οὐδὲ πυρετὸς πυρετοῦ, µὴ [δὲ] ὅτι θερµὸν θερµοῦ. µαίνονται τοίνυν οἱ γράψαντες ἰατροὶ πυρετῶν διαφορὰς πολλὰς καὶ τὸν καῦσον καὶ τὸν λειπυρίαν καὶ τὸν ἠπίαλον καὶ τὸν τυφώδη καὶ τὸν λοιµώδη καὶ τὸν ἡµιτριταῖον ἀµφηµερινόν τε καὶ τριταῖον καὶ τεταρταῖον. ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἑτέρωθι γράφει πυρετῶν διαφορὰς ὥσπερ γε καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πραγµάτων.

5. Τί ποτ’ οὖν δόξαν αὐτῷ νῦν ἐπελάθετο τοῦ τέµνειν ἕκαστον τῶν ἄλλων εἰς τὰς οἰκείας διαφοράς, ὅς γε “καὶ περὶ τοῦ τῶν ἀχύρων ἐξαπτοµένου πυρός, ᾧ χρῆσθαι τοῖς τὸν χρυσὸν ἐργαζοµένοις ἔθος, οὐδεµίαν εἶναι νοµίζει διαφορὰν [ἀλλὰ] πρὸς τὸ τῶν ἄλλων ὑλῶν· οὐδὲ γὰρ τὸ πῦρ τοῦ πυρός, ᾗ πῦρ ἐστι, <διαφέρειν, ἀλλὰ> κατὰ τὸ µᾶλλόν τε καὶ ἧττον. ἰσχυρὸν γὰρ εἶναί τι καὶ ἀσθενὲς πῦρ συγχωρεῖ, καὶ τό γε τῶν ἀχύρων ἀσθενέστατον εἶναι νοµίζων εὐταµίευτον εἶναί φησι πρὸς τὴν ἐργασίαν τοῦ χρυσοῦ. διατήκεσθαι γὰρ αὐτὸν καὶ διαρρεῖν ἰσχυροτέρᾳ πλησιάζοντα φλογί.” ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶµαι πρὸς αὐτόν, εἰ τῶν φυσικῶν φιλοσόφων ἠκηκόεις ζητούντων, ὅπως αἱ φλόγες γεννῶνται, κατανενοήκεις ἂν οἶµαι τὰς ἐν αὐταῖς διαφοράς. ἐγὼ τοίνυν, ὅσον οἷόν τε διὰ βραχυτάτων ἐπιτέµνεσθαι λόγον οὐ µικρόν, ἐξηγήσοµαί σοι περὶ αὐτῶν. ὁρᾷς οἶµαι τῆς καιοµένης ὕλης ἀναθυµίασίν τινα γιγνοµένην ἐν διεσπασµένοις ἀπ’ ἀλλήλων µορίοις, ὧν µεταξύ τις ἀὴρ ἀπολαµβανόµενος ἐξ ἀνάγκης µὲν δήπου θερµαίνεται. παµπόλλην δὲ ἴσχει διαφορὰν ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. ἀλλὰ καὶ τὰ διαλείµµατα τῶν ἀναφεροµένων σωµάτων οὐκ ἴσα πάσαις ταῖς φλοξίν ἐστιν, ὥσπερ οὐδ’ αὐτῆς τῆς ἀναθυµιάσεως ἡ φύσις, ἀλλὰ καὶ µεγέθει καὶ σµικρότητι διενήνοχεν ἀλλήλων τὰ τῆς καιοµένης ὕλης ἀνε<νεχ>θέντα µόρια καὶ πυκνότητι καὶ µανότητι καὶ τῷ τὰ µὲν ἡµίκαυτα, τὰ δ’ οἷον ὁλόκαυτα ὑπάρχειν, ἢ ὅλως τὰ µὲν µᾶλλον, τὰ δὲ ἧττον ἐκπυροῦσθαι. ὅταν οὖν ταῦτα φαίνηται τοσαύτην ἔχοντα τὴν διαφορὰν ὅ τε ἀὴρ ὁ δεδεγµένος αὐτὰ ποτὲ µὲν µᾶλλον ὑπ’ αὐτῶν ἐκτεθερµασµένος ᾖ, ποτὲ δ’ ἧττον, ἀναγκαῖον οἶµαι παµπόλλην γε ποικιλίαν γίγνεσθαι καὶ διαφορὰν οὐκ ὀλίγην τῆς φλογός. ἡ γὰρ τῆς µείξεως ἀνοµοιότης τὸ πλῆθος τῶν διαφορῶν ἐργάζεται.

 

6. ῞Ωσπερ δὲ τὰ περὶ τοῦ πυρὸς ἀµαθῶς εἴρηται τῷ Λύκῳ, κατὰ τὸν αὐτὸν οἶµαι τρόπον κἀπειδὰν φάµενος τριχῶς νενοῆσθαι τὸ πολὺ θερµὸν ἕκαστον τῶν σηµαινοµένων ἐπεξέρχηται. τὸ µὲν γάρ τι κατὰ τὴν οὐσίαν φησὶν νενοῆσθαι πολὺ θερµόν, τὸ δέ τι κατὰ τὴν ἐπίτασιν τῆς ποιότητος, τὸ δέ τι κατὰ τὴν ἰσχὺν τῆς οἰκείας ἐνεργείας. ἀλλ’ οὔτε κατὰ τὴν οὐσίαν εἶναι τοῖς αὐξανοµένοις πολὺ θερµὸν ἐπὶ σµικρῷ γε τῷ τοῦ σώµατος ὄγκῳ οὔτε κατὰ τὴν τῆς ποιότητος αὔξησιν· οὐ γὰρ φαίνεται θερµότερον τῶν ἀκµαζόντων. ἐν µὲν δὴ τῇ τῶν οἰκείων ἔργων ἰσχύι συγχωρεῖ µὲν ὑπερέχειν τὸ τῶν αὐξανοµένων θερµόν, ἀλλ’ οὐ κυρίως λέγεσθαι. ἔστι µὲν οὖν [ἡ] ῥῆσις αὐτοῦ, δι’ ἧς ταῦτα δηλώσει βέλτιστα, ἀλλ’ ἐγώ µοι δοκῶ, καθάπερ ἐπὶ τῆς προγεγραµµένης ἔπραξα, καὶ νῦν οὕτω ποιήσειν. οὖσαν γὰρ κἀκείνην µακροτάτην οὐχ ὅλην ἔγραψα, µόνον δὲ τὸ ἐπικαιρότατον αὐτῆς ἐξέλεξα. γιγνέσθω τοίνυν κἀπὶ ταύτης οὕτως καὶ γραφέσθω τὸ χρησιµώτατον εἰς τὸ προκείµενον µέρος αὐτῆς (ὁ µὲν ἕτερος οὖν µοι τῶν λόγων καὶ δὴ πέρας ἔχει, ἐπὶ δὲ τὸν λοιπὸν ἂν ἀφικοίµην. δύο γὰρ δήπου µέµνησθέ µε προθέµενον εὐθὺς ἐπιζητήσεις ἐν ἀρχῇ, µίαν µὲν τὴν εἰ ὀρθῶς προσέθηκεν ῾Ιπποκράτης τὸ ἔµφυτον, ἄλλην δὲ εἰ ὀρθῶς εἶπε πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν. τῆς δ’ ἑτέρας οὖν ζητήσεως ἐκτετελεσµένης ἐπὶ ταύτην ἂν λοιπὸν τραποίµην καὶ ἐπιχειρήσαιµι ἀνασκοπεῖσθαι, εἰ ὀρθῶς λέλεκται πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν)· κατὰ δὴ τὸ ἐξετάζειν [οὖν] ἕτερον πρὸς ἕτερον θερµὸν τριττὰ τυγχάνει ὄντα τὰ ἐπιζητήσεως δεόµενα καὶ µάλα πολὺ κεχωρισµένα ἀλλήλων. ἓν µέν τί ποτέ ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερµόν, ἕτερον δέ τί ποτέ ἐστι <τὸ> ἄλλο ἄλλου θερµότερον, καὶ τρίτον τί ποτ’ ἐστι <τὸ> ἄλλο ἄλλου θερµὸν ἰσχυρότερον. εἰ µὲν οὖν τύχοι τις ἐρόµενος ἡµᾶς, ποῖόν τί ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερµόν, τὸ ἀνὰ λόγον ὀφείλοµεν ἀποκρίνεσθαι, ὡς κἂν πρὸς τὸν ἕτερον ἐρόµενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου ὑγρὸν πλεῖον, ἀποκρινοίµεθα. ὥσπερ γὰρ ἐνταῦθα πρὸς τὸ εἰρηµένον ἐπερώτηµα οὐκ ἔστιν ἄλλο τι ὀρθῶς ἀποκρίνασθαι ἀλλ’ ἢ µόνον τοῦτο τὸ τῇ οὐσίᾳ ὑπερβάλλειν <τὸ πλέον καὶ διπλασίῳ> πλείονος ἀµέλει ὑγροῦ ἄν τις εἴποι εἶναι τὸν ἀµφορέα τοῦ ἡµίσεως, οὕτω [δὲ] κἀπὶ τοῦ θερµοῦ, εἰ τὴν αὐτήν τις ἐρώτησιν ἐρωτῴη ταύτην, ποῖόν ἐστι πλέον τοῦ ἑτέρου θερµόν, οὐκ ἂν ἄλλο τι ὀρθῶς ἀποκρινοίµεθα ἢ τὸ τῇ οὐσίᾳ πλέον διὰ τὸ οὐσίας ὑπάρχειν πλείονος δηλονότι καὶ παρήκειν <εἰς> τόπον πλείονα. καὶ οὐδὲν ἄν γε κωλύσει ταὐτὸν καὶ πλεῖον εἶναι θερµὸν καὶ ἐπ’ ἔλαττον θερµόν, ὥσπερ γε καὶ τὸ πλεῖον τῇ οὐσίᾳ ὑγρὸν δύναιτ’ ἂν ἐπ’ ἔλαττον εἶναι κεχυµένον. πρὸς µὲν οὖν τό γε ἐπερώτηµα τοῦτο ὀρθῶς ἄν τις ἀποκρίναιτο· πρὸς δ’ αὖ ἐκεῖνο τὸ ποῖόν ἐστιν ἕτερον ἑτέρου θερµότερον ἀποκρίνασθαι ὀρθῶς ἔστι τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον µᾶλλον, κἂν ἐπὶ οὐσίας ἐλάττονος τύχῃ ὄν, ὥσπερ γε πρὸς τὸν ἐρόµενον, ὁποῖόν τί ἐστιν ἕτερον ἑτέρου λευκότερον, ἔστιν ἀποκρίνασθαι ὀρθῶς τὸ ἐπιτεταµένον µᾶλλον κατὰ τὴν ποιότητα τὴν λευκήν. κατὰ γοῦν τοῦτο κἂν ἐν βραχεῖ ὄγκῳ τύχῃ οὖσα χιών, λευκοτέραν <ἄν> τις φαίη αὐτὴν εἶναι οὑτινοσοῦν ἄλλου λευκοῦ, ὥσπερ γε καὶ πρὸς τὸν ἐρόµενον, ποῖόν τί ἐστι τὸ ἕτερον ἑτέρου ὑγρότερον, ἀποκρίνασθαι ἔστιν ὀρθῶς τὸ µᾶλλον κεχυµένον, οἷον τὸ ὕδωρ τοῦ µέλιτος καὶ τῆς πίττης, κἂν τὸ µὲν ὕδωρ ἐν πάνυ βραχείᾳ οὐσίᾳ θεωρῆται, τὸ δὲ µέλι καὶ ἡ πίττα ἐν ὑπερβολῇ. οὕτω δὲ καὶ <πρὸς> τὸν περὶ τοῦ θερµοῦ ἐρόµενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου θερµότερον, ὀρθῶς ἔστιν ἀποκρίνασθαι τὸ µάλιστα ἐπιτεταµένον κατὰ τὴν θάλψιν, οἷον τὸ πῦρ, κἂν ἐπ’ ὀλίγης οὐσίας θεωρῆται, ἕτερον δέ τί που θερµὸν καὶ χλιαρὸν ἀντεξεταζόµενον τούτου τυγχάνῃ ἐπὶ πλείονος οὐσίας ὑπάρχον. πρὸς µὲν οὖν ταῦτα αἵδ’ ἀποκρίσεις εἰσί· πρὸς δὲ τὸν ἀναπυνθανόµενον, ποῖόν τί ἐστι τὸ ἕτερον <τοῦ> ἑτέρου ἰσχυρότερον θερµόν, οὐκέθ’ ὁµοία ταῖς πρόσθεν <ἡ> ἀπόκρισις. οὔτε γὰρ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον µᾶλλον ἀποκρινούµεθα οὔτε τὸ ἐπ’ οὐσίας θεωρούµενον πλείονος, ἀλλὰ τὸ κατὰ τὴν ἄνυσιν τοῦ ἔργου ὑπερβάλλον. συνίσταιτο δ’ ἂν ὅπερ λέγω οὕτως· ἔργα δήπου τὰ τοῦ θερµοῦ πολλά ἐστι. χεῖται γάρ τινα τούτῳ, καὶ ἄλλα συνίστησι καὶ µεταβάλλει µάλα πολλὰ καὶ ὡς κατὰ µέρος εἰπεῖν ἐπὶ τῶν ἡµετέρων σωµάτων πέττει τὴν τροφὴν ἐν γαστρὶ καὶ τοῖς ἐντέροις καὶ εἰς τὸ σῶµα ἀνάγει τὴν κατεργασίαν καὶ [πρὸς σῶµα] ἀλλοιοῖ καὶ προσφύει τοῖς ἡµετέροις σώµασιν αὐτὴν κατά γε τὴν θρέψιν καὶ τὴν αὔξησιν. ἔστιν οὖν ἰσχυρότερον ἕτερον ἑτέρου θερµὸν τὸ µᾶλλον παρέχεσθαι ταῦτα δυνησόµενον. τὸ δὲ τυγχάνον ὂν οὐχὶ πάντως τὸ ἤτοι κατὰ τὴν ποιότητα ἐπιτεταµένον ἢ κατὰ τὴν οὐσίαν πλεῖον. πολλάκις γὰρ τὸ ἔλαττον τῇ οὐσίᾳ καὶ τὸ ἔλαττον τῇ θάλψει ἀνυσιµώτατον πρὸς τὸ ἔργον ἐστίν. ὡς γὰρ τὸ πρότερον εἴποµεν ὑµῖν, πρὸς τὴν ἀπόδοσιν τῶν οἰκείων ἔργων οὐ τὸ µάλιστα ἐπιτεταµένον ἐστὶν ἰσχυρότερον, ἀλλὰ τὸ µάλιστα σύµµετρον, ὡς τό γε ἐπιταθὲν κατ’ αὐτὴν τὴν θάλψιν ἐνίοτε καὶ βλάβος τοῖς ἔργοις γίγνεται, καί µοι τούτου πιστώµατα ἱκανά, ἃ πρόσθεν ὑµῖν ἐγὼ διεξῆλθον περὶ τῆς ἰδιότητος τοῦ θερµοῦ λέγων.

τούτων ὧδε ἐχόντων καὶ τριῶν ὄντων, ὥσπερ προείρηκα, τῶν ἐπιζητουµένων κατὰ τὸ ἀντεξετάζειν ἕτερον πρὸς ἕτερον θερµόν, ἐπειδὰν ῾Ιπποκράτης φῇ ἐνταῦθα ἔχειν τὰ αὐξανόµενα τὸ θερµὸν πλεῖστον τὸ ἔµφυτον, τῶν τριῶν ἕν, ἢ κυρίως χρώµενος ταύτῃ τῇ φωνῇ ψεῦδός τι εἴρηκεν ἢ κακῶς κέχρηται τῇ φωνῇ καὶ ψεῦδός τι εἴρηκεν ἢ ἵνα ἀληθές τι δόξῃ εἰρηκέναι χρὴ <συγχωρεῖν> αὐτὸν οὐ καλῶς τῇ φωνῇ κεχρῆσθαι. εἰ µὲν γὰρ λέγει πλεῖστον εἶναι τὸ θερµὸν τοῖς αὐξανοµένοις οἷον κατὰ τὴν οὐσίαν, ὡς ἂν καὶ τὸ ὑγρόν τις φαίη πλεῖστον εἶναι τὸν ἀµφορέα, οὐ τὸ διπλάσιον τούτου, τῇ µὲν φωνῇ ὀρθῶς δόξει κεχρῆσθαι, ψεῦδος δέ τι πολλὴ ἀνάγκη ἐστὶν αὐτὸν εἰρηκέναι. οὐ γάρ ἐστι τῇ οὐσίᾳ τὸ ἐπὶ τῶν αὐξανοµένων θερµὸν πλεῖστον, ὅτι οὐδὲ ὁ τοῦ σώµατος ὄγκος µείζων ἐστὶν ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἀκµαζόντων τε καὶ γερόντων. τὸ δ’ ἔµφυτον θερµὸν παντὶ παρεκτέταται τῷ σώµατι. εἰ δ’ αὖ πλείονα λέγει τοῖς αὐξανοµένοις καὶ ταύτην τὴν θάλψιν ἐπιτεταµένην ἴσως τούτων θερµοτέραν, ὡς ἂν καὶ φαίη τις βουλόµενος εἰπεῖν τὴν χιόνα λευκοτέραν εἶναι ἄλλου του τῶν λευκῶν, µὴ λευ-κοτέραν εἶναι αὐτὴν µηδὲ µᾶλλον λευκήν, ἀλλὰ πλεῖον εἶναι τὸ λευκὸν τοῦδε λευκοῦ, κατ’ ἀµφότερα δόξει ἁµαρτάνειν ῾Ιπποκράτης, κατά τε τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ἄλλως ψεῦδός τι λέγειν· κατὰ µὲν τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ διαµαρτάνειν ἂν δοκοίη, ὅτι τὴν ἐπ’ οὐσίας πλείονος ταττοµένην φωνὴν ταύτην ἔταξεν, ἐθέλων σηµῆναι ποιότητα ἐπιταττοµένην µᾶλλον ὑπάρχειν τῇ θάλψει. ψεῦδος δέ τι ἂν δοκοίη εἰρηκέναι, ὅτι οὐ µάλιστα ἐπιτεταµένον τὸ θερµὸν τοῖς αὐξανοµένοις κατὰ τὴν ποιότητα, οὐ δεόντως θερµοτέρου ἐπὶ τῆσδε τῆς ἡλικίας τοῦ θερµοῦ ἢ ἐπ’ ἄλλης τινός. ὁ δὲ ἔφη εἶναι µάλιστα ἐπιτεταµένον ἐπὶ τῶν αὐξανοµένων· ὅτι δὲ τοῦτο ψεῦδος τυγχάνει ὂν τὸ µάλιστα ἐπιτετάσθαι τοῖς αὐξανοµένοις τὸ θερµόν, ῥᾴδιόν ἐστι πάντα ἐπιστῆσαι. οὐδὲν γὰρ ἂν εὑρεθείη γνώρισµα κατὰ τὸ σῶµα ὑπάρχον ἐπὶ τῶν αὐξανοµένων τῆς µάλιστα κατὰ τὴν θάλψιν ἐπιτάσεως τοῦ θερµοῦ. τὸ γὰρ εἰρηµένον ὑπὸ τούτου ἐν τῷ Περὶ φύσεως ἀνθρώπου συγγράµµατι εἰς τέκµαρσιν τοῦ πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµὸν ἠλίθιον παντελῶς. τῷ γὰρ πρώτῳ χρόνῳ θερµότερον ἀποφαίνει εἶναι τὸν ἄνθρωπον, τεκµαιρόµενος τῇ αὐξήσει πλείστῃ τηνικαῦτα συντελουµένῃ. οὐ γὰρ ἂν πρὸς βίαν, φησί, καὶ παρὰ φύσιν ἀνεφέρετο ἡ τροφὴ πρὸς ἐναντίον τῷ αὐτῆς βάρει ἐν τῷ αὔξεσθαι τὸ σῶµα, εἰ µή τι ἰσχυρὸν τὸ ἐπαναγκάζον εἴη. τῷ γὰρ τοιούτῳ οὐ τὸ µᾶλλον ἐπιτετάσθαι κατὰ τὴν θάλψιν τὸ θερµόν ἐστι γνώρισµα, ἀλλὰ τὸ ἰσχυρότερον εἶναι. τὸ δὲ ἰσχυρότερον, ὡς ὀλίγον ἔµπροσθεν εἶπον, οὐ τοιοῦτον ἦν, οἷον τὸ µάλιστα ἐπιτεταµένον κατὰ τὴν αὐτοῦ ποιότητα, ἀλλὰ τὸ µάλιστα σύµµετρον πρὸς τὸ ἔργον· ὅπου δ’ οὖν ταῦτα ταύτῃ ἔχει, εἴπερ οὕτως λέγει ῾Ιπποκράτης· “τὰ αὐξανόµενα τὸ θερµὸν ἔχει πλεῖστον τὸ ἔµφυτον”, κατ’ ἀµφότερα διαµαρτάνει, κατά τε τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ψεῦδός τι ἄλλως εἰρηκέναι. εἰ δ’ ὡς τὸ τρίτον εἶπον, λέγει πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµὸν ἐν ἴσῳ τῷ ἰσχυρότατον πρὸς τὴν ἄνυσιν τοῦ ἔργου, ὅπερ γίγνεται ἐκ τοῦ µάλιστα σύµµετρον εἶναι, οὐχὶ δέ γε ἐκ τοῦ ἤτοι τῇ οὐσίᾳ πλεῖον ὑπάρχειν ἢ αὐτῇ τῇ θάλψει ἐπιτετάσθαι µάλιστα, τῇ µὲν ἂν φωνῇ δοκοίη <οὐ> καλῶς κεχρῆσθαι, ὅτι πλεῖστον εἶπεν εἶναι τὸ θερµὸν δέον φάναι ἰσχυρότατον, τὸ µέντοι εἰρηµένον ὀρθῶς λελέχθαι δοκοίη ἄν. εἴπερ γὰρ αἱ αὐξήσεις ὑπὸ τοῦ ἐµφύτου γίγνονται θερµοῦ, ὥσπερ οὖν ἐρεῖ ὁ λόγος, ἀµήχανον καὶ ἀδύνατον µὴ ἰσχυρότατον εἶναι αὐτὸ ἐπὶ τῶν αὐξανοµένων. καί µοι εἰς τοῦτο καλῶς ἂν εἴη λελεγµένον τὸ ἐκ τοῦ Περὶ φύσεως ἀνθρώπου συγγράµµατος· ‘ἀνάγκη γὰρ αὐξανόµενον καὶ χωρέον τὸ σῶµα πρὸς βίην ***’… ἰσχυρότατον ἔχειν τὸ θερµὸν αὐτῆς, οἵα καὶ ἡ τοῦ Λύκου ῥῆσις εἰς µῆκος µὲν ἐκτεταµένη, πλέον δὲ οὐδὲν ἑρµηνεύουσα τῶν ὑπ’ ἐµοῦ προειρηµένων. εἰ µὲν γὰρ τῷ τῆς οὐσίας ὄγκῳ παραµετρῶν ὁ ῾Ιπποκράτης πλέον ἔφησεν εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν, ἁµαρτάνειν αὐτὸν οἴεται µικροτέρου σαφῶς τοῖς παιδίοις ὑπάρχοντος τοῦ σώµατος. εἰ δὲ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον, πάλιν αὖ καὶ τούτῳ µάχεσθαί φησι τὸ φαινόµενον. εἰ δὲ τὸ κατὰ τὴν ἐνέργειαν ἰσχυρότερον, ἀληθὲς µέν τι λέγεσθαι συγχωρεῖ, κεχρῆσθαι δὲ οὐ καλῶς αὐτὸν ἀποφαίνει τῇ λέξει. χρῆναι γὰρ οὐ πλέον, ἀλλ’ ἰσχυρότερον ὡς πρὸς τὴν ἐνέργειαν εἰρῆσθαι τὸ τῶν αὐξανοµένων θερµόν.

7. ᾿Αλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶµαι πρὸς αὐτὸν ἀπολογούµενος ὑπὲρ ὧν ἐπηρεάζει τὸν ῾Ιπποκράτην µὴ ταῦτ’ εἶναι µοχθηρὰ τὰ λεγόµενα. εὐθὺς οὖν τὸ κατὰ τὴν οὐσίαν πλέον θερµὸν οὐχ ἁπλῶς κρίνεται τῷ τοῦ παντὸς ὄγκῳ σώµατος, ἀλλ’, ὡς αὐτὸς ὁ Λύκος ἔλεγεν ἑτέρωθι, “µέγιστον ἐγκέφαλον ἔχειν τὸν ἄνθρωπον”, οὐχ ἁπλῶς λαµβάνων τὸ µέγεθος, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τοῦ ζῴου πρὸς τὸ ζῷον. ὥσπερ οὖν οὕτω σµικρὸν παιδίον ἐλέφαντος τοῦ µεγίστου µείζονα τὸν ἐγκέφαλον ἔχειν φησίν, οὐ τῷ τοῦ σώµατος ὄγκῳ µόνῳ προσέχων τὸν νοῦν, ἀλλὰ προστιθεὶς αὐτῷ τὸ κατὰ τὴν ἀναλογίαν, οὕτω κἀπὶ τοῦ θερµοῦ σώµατος ἐχρῆν πεποιηκέναι, σκεψάµενον ὁποῖόν τι τῶν ἐν ἡµῖν σωµάτων ἔµφυτον ὑπάρχει, τουτέστιν ἀρχέγονον. αὐτὸς γὰρ ἐπίσταται τοὔνοµα καὶ γεγραµµένον ἐν τοῖς ῾Ιπποκρατείοις βιβλίοις καὶ συνηµµένον ἐκεῖνο τὸ σῶµα τὸ ἐξ ἀρχῆς ὑπάρχον τοῖς γεννωµένοις, τουτέστιν ἐξ οὗ τὴν πρώτην ἔσχηκε γένεσιν. ἆρ’ οὖν ἄλλο τι τοῦτ’ ἐστὶ πλὴν καταµηνίου καὶ σπέρµατος; ἐγὼ µὲν οὐδὲν οἶδα τρίτον, ἀλλ’ ἐπείπερ ἡ τοῦ σώµατος οὐσία τοῖς γεννωµένοις ἐκ τούτων ἐστὶ τῶν ἀρχῶν, ἡ µὲν ἀκριβῶς πρώτη σύστασις οὐκ ἐκ πλείστων ἂν εἶναι λέγοιτο τῶν εἰρηµένων σωµάτων, ἀλλ’ ἐκ µόνων. καίτοι τί λέγω τὴν πρώτην ἀκριβῶς; εἰ γὰρ ἀναµνησθείηµεν, ὁποίαν τινὰ διηγήσατο τὴν ἑκταίαν γονὴν ῾Ιπποκράτης, εἰσόµεθα σαφῶς ἔτι διαµένον ἐν αὐτῇ τὸ ἔµφυτον σῶµα· πρὶν γὰρ ὀστοῦ τινα φύσιν ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου ἢ χόνδρου ἢ συνδέσµου ἐν τῷ κυήµατι φαίνεσθαι, µόνον αὐτοῖς ὑπάρχει θερµὸν σῶµα τὸ ἔµφυτον. ἀδιάπλαστος γάρ τις σὰρξ µαλακὴ παραπλήσιος αἵµατος θρόµβῳ διαδέχεται τὴν πρώτην τοῦ κυήµατος ἰδέαν, ἐν αὐτῇ τινας ἔχουσαν, καθάπερ ῾Ιπποκράτης ὠνόµασεν, οἷον αἱµάλωπας ἐκ τῆς τοῦ σπέρµατος οὐσίας τῆς ἐν αὐτῇ λευκότητος ὑπαρχούσης, ὕστερον δ’ ἐκ πολλῆς τῆς ἀλλοιώσεως συνεχῶς γιγνοµένης ὀστοῦ τις ὑπογραφὴ καὶ χόνδρου καὶ συνδέσµου καὶ νεύρου καὶ ἀρτηρίας καὶ φλεβὸς ἀποτελεῖται, καθ’ ὃν ἤδη χρόνον µένον ἔτι τὸ ἔµφυτον θερµὸν σῶµα τοῖς κυουµένοις ἐστίν, ἀλλὰ πλεῖστον ἀεί τε καὶ µᾶλλόν ἐστιν, ὅσον αὐξάνεται τὰ κυούµενα. τὸ µὲν ἔµφυτον αὐτῶν σῶµα θερµόν, ὅπερ ἦν αἷµα καὶ σπέρµα, µεῖον γίγνεται. ποικιλία δὲ ἐπικτήτων προσγίγνεται σωµάτων. οὐδὲν γὰρ τῶν εἰρηµένων τοῖς ζῴοις ἔµφυτόν ἐστιν, ἀλλ’ ἐπίκτητα πάντα καὶ εἴπερ ὅλον οἷόν τ’ ἦν γενέσθαι ποτὲ ζῷον ὄστινον ἢ νεύρινον, ἐφθείρετ’ ἂν οὕτως τὸ ἔµφυτον θερµόν. ἀλλὰ τοῦτο µὲν ἀδύνατον, ἐπικρατεῖν δὲ τὴν τῶν ὀστῶν καὶ χόνδρων καὶ συνδέσµων καὶ νεύρων καὶ ἀρτηριῶν καὶ φλεβῶν οὐσίαν ἐγχωρεῖ. τὰ γοῦν εἰς ἔσχατον γῆρας ἀφικόµενα τῶν ζῴων ἐλαχίστην ἔχοντα τὴν αἱµατώδη φύσιν ὀλίγου δεῖν ἐξ ὀστῶν µόνων καὶ νεύρων ὑµένων τε καὶ συνδέσµων ἀρτηριῶν τε καὶ φλεβῶν καὶ χόνδρων σύγκειται. ἐκ γὰρ πάντων τῶν τοῦ ζῴου µορίων <µόνη µὲν> ἡ σὰρξ αἱµατώδης ἐστίν, ἣν ἐλαχίστην ἔχει τὰ γεγηρακότα καὶ ταύτην ὀλίγαιµόν τε καὶ σκληράν. τῶν δ’ ἄλλων τῶν εἰρηµένων µορίων οὐδὲν αἱµατῶδες ὑπάρχει. οὔκουν ἁπλῶς χρὴ τῷ τῆς οὐσίας ὄγκῳ µετρεῖν τὸ ποσὸν τοῦ συµφύτου σώµατος, ὅπερ ἐπὶ τῆς δραστικωτάτης τῶν ἐν αὐτῷ ποιοτήτων ἔµφυτον ὠνόµασται θερµόν, ἀλλὰ παραβάλλοντας τοῖς οὐκ ἐµφύτοις σκοπεῖσθαι τὴν ἀναλογίαν. ὡς γὰρ ἐν τῷ βαλανείῳ πολὺν ἀτµὸν ἢ νὴ Δία καπνὸν ἤ τι τοιοῦτον ἕτερον εἶναί φαµεν οὐ [γὰρ] πρὸς τὸ µέγεθος ἀναφέροντες ἁπλῶς τῶν οἴκων, ἀλλὰ πρὸς τὸν οἰκεῖον ἀέρα τῶν βαλανείων, οὕτως καὶ κατὰ τὸν ἄνθρωπον ἐροῦµεν ἤτοι πλείστην εἶναι τὴν οὐσίαν ἢ ὀλίγην τοῦ ἐµφύτου θερµοῦ, παραβάλλοντες τοῖς οὐκ ἐµφύτοις σώµασιν· αἱµατωδέστατα γὰρ ἅπαντα ἔχει τὸ βρέφος ἄχρι <τοῦ> καὶ τοῖς ὀστοῖς ἐµφαίνεσθαί τι τοιοῦτον. ἔµπαλιν δὲ οἱ γέροντες ἀναιµότατα πάντ’ ἔχουσιν ἄχρι τῶν σαρκῶν· καὶ γὰρ ταύταις ἐλάχιστον αἵµατος ὑπάρχει. ἀλλ’ ἢν ἔµφυτον σῶµα θερµὸν <ᾖ> τὸ αἷµα, περαίνοιτ’ ἂν ἡµῖν ἐκ τῶνδε πλεῖστον µὲν εἶναι τὸ ἔµφυτον θερµὸν σῶµα τοῖς αὐξανοµένοις, ἐλάχιστον δὲ τοῖς γεγηρακόσιν· οὕτω δὲ καὶ τὸ σπέρµα συγκείµενον ἔκ τε τῆς ὀρρώδους ὑγρότητος καὶ τοῦ πνεύµατος, οὗ κατ’ αὐτὴν ἐλάχιστον µὲν ἐν τοῖς γεγηρακόσι, πλεῖστον δ’ ἐστὶν ἐν τοῖς τῶν αὐξανοµένων σώµασι, καὶ τούτων µάλιστα ἐν τοῖς νεωτάτοις, ὡς ἐν τοῖς Περὶ σπέρµατος ὑποµνήµασιν ἐπεδείξαµεν, εἰ γοῦν ἀπορήσεις, εἰ ῥᾳδίως ἀναλίσκεται καὶ διαρρεῖ τὸ σῶµα τῶν αὐξανοµένων. καὶ µὴν ἐπί γε τῶν ἄλλων οὐκ ἀγνοεῖς ὕδωρ µὲν θερµὸν ἢ ἔλαιον ἤ τι τῶν οὕτως ὑγρῶν ἐλαχίστῳ χρόνῳ διαφορούµενον ὅλον, οὔτε δὲ γῆν οὔτε λίθον οὔτ’ ἄλλο τῶν ψυχρῶν φύσει καὶ ξηρῶν. δύο µὲν γάρ εἰσιν ἐν ἅπασι τοῖς οὖσιν ἐπιτηδειόταται ποιότητες εἰς διαφόρησιν, ὑγρότης καὶ θερµότης, δύο δὲ ἔµπαλιν εἰς διαµονήν, ξηρότης τε καὶ ψυχρότης, ὥστ’ οὐδὲν θαυµαστόν, εἰ τὰ µὲν τῶν παιδίων σώµατα διά τε τὴν ὑγρότητα καὶ θερµότητα ῥᾳδίως διαπνεῖται, τὰ δὲ τῶν γερόντων οὐ ῥᾳδίως ὑπὸ ξηρότητος καὶ ψύξεως πεπηγυῖαν ἐχόντων τὴν οὐσίαν.

 

ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιµηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν γοῦν ἐφάνης ἕν τι τῶν πρώτων µαθηµάτων, ὃ µηδεὶς τῶν εἰσηγµένων νοµίµως ἀγνοεῖ. πολλὴν µὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώµατος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων ὑπάρχουσαν ἡ τῶν µιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων µορίων. οὕτω γοῦν καὶ οἱ µειγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὐδέτερον, ὅταν εἰς συµµετρίαν κράσεως ἥκωσιν. ἔµπληκτος δ’ οὐδεὶς οὕτως ἐστίν, ὡς ἐµβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλέον εἶναι λέγειν ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ µικρὸν ποτήριον, ὅταν, <εἰ> οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων ὁ µὲν εἷς ὕδατος, οἱ δὲ δύο ὑπάρχωσιν οἴνου. Λύκος δέ, ὡς οἶµαι, καὶ τὴν τετραφάρµακον ὀνοµαζοµένην δύναµιν ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης ἴσων ἁπάντων συντεθειµένων οὐ φήσει πλείονα τὴν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐµβάλῃ τῶν ἄλλων. ἀλλὰ κἀνταῦθα ἐπισκέψεται, πότερον πίθος ὅλος ἐστὶ µεστὸς τῆς τετραφαρµάκου δυνάµεως ἢ µικρόν τι λεκάριον, εἶτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ µὲν ἐξ ἴσων ᾖ τῶν τεττάρων, ἡ πίττα δ’ ὑπάρχῃ διπλασία τῶν ἄλλων ἐν τῷ λεκαρίῳ. τοιγαροῦν ἅπαντα τὰ τοιαῦτα ἁµαρτήµατα τῶν πολλῶν µὴ δυναµένων † ἐστὶ διακρῖναι τὸ κατ’ ἀναλογίαν καὶ µίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν µέτρον ἁπλῶς οὕτω λεγοµένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἐφ’ ὃν ὁ Λύκος ἐνεκάλεσεν ῾Ιπποκράτει; ἥ τε γὰρ οὐσία τοῦ ἐµφύτου θερµοῦ πλείστη τοῖς αὐξανοµένοις ἐστὶν ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε <αὐ>τῶν καὶ αἱ δυνάµεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρµακον ἐµβάλῃς πλείονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν µόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναµιν ἐρεῖς ἐνεῖναι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν µέρος τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σηµαινόµενα τὰ πρὸς τοῦ Λύκου γεγραµµένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρµακον εἶναι τό τ’ ἔµφυτον θερµὸν τοῖς ζῴοις, ἔτι δὲ µᾶλλον, ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ µειγνύµενα, κατάδηλόν ἐστι τὸ κατὰ τοὺς τρεῖς τρόπους οὓς ὁ Λύκος εἶπεν ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ τοῦδε τοῦ φαρµάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται µὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθµῷ, δύναιτ’ ἄν τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάµενος ἀναµεῖξαι τοῖς ἄλλοις ἴσοις, οἷον, εἰ τύχοι, τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν µίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλείων ἐστὶ καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις <ἂν> εἴποι µὴ µόνον ἔχοντος ἐν ἑαυτῷ τὸν εὐκρατότατον ἀέρα, προσειληφότος δέ τι καὶ καπνοῦ καὶ ἀτµοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ µὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτµός, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ’ ἁπλῶς οὕτως πλέον κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγοµεν ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι καὶ τὴν ἀπ’ αὐτῆς ἐνέργειαν ἀναγκαῖόν ἐστιν. ὑποκείσθω γοῦν εἶναι τὴν οὐσίαν τοῦ καπνοῦ πλείονα τῆς τῶν ἄλλων δυοῖν· ὀρθῶς ἐρεῖς τηνικαῦτα καὶ τὴν ποιότητα τοῦ καπνοῦ τῆς τῶν ἄλλων ποιότητος εἶναι πλείονα καὶ τὴν ἐνέργειαν, ὁµολογουµένως δὲ οὐ πλείονα γίγνεσθαι ποιότητα ποιότητος, ἀλλὰ σφοδροτέραν, ὥσπερ γε καὶ ἀµυδροτέραν, οὐκ ἐλάττω, παµπόλλης οὔσης τῆς τοιαύτης χρήσεως τῶν ὀνοµάτων ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας. καὶ τί δεῖ τῶν ἄλλων µνηµονεύειν ἔχοντας ἐναργῶς τοῦ λόγου µαρτύριον ἐπ’ αὐτῶν τῶν πυρετῶν, οὓς ὁσηµέραι πάντες ποτὲ µὲν µείζονας ἢ ἐλάττονας ἀλλήλων γεγονέναι φασί, ποτὲ δὲ ἔλαττον ἢ πλέον πυρέττειν τόνδε τοῦδε καὶ τὸν αὐτὸν χθὲς ἢ σήµερον. οὕτως οὖν ὑποκειµένου λέγεσθαι τοῦ κατὰ τὴν ποιότητα πλείονος οὐδὲν θαυµαστόν, ἐν ᾧ βαλανείῳ πλείων ἐστὶν οὐσία καπνοῦ, καὶ τὴν ποιότητα φάναι γεγονέναι πλείονα καὶ τὴν ἐνέργειαν, εἰ µὲν κυρίως ὀνοµάζοµεν ἰσχυροτέραν τε καὶ σφοδροτέραν, εἰ δὲ καταχρώµενοι µείζονά τε καὶ πλείονα. δήξεται γὰρ δηλονότι τοὺς ὀφθαλµοὺς ὁ καπνός, εἰς ὅσον αὐξάνεται κατὰ τὴν οὐσίαν, ὥστ’ ἀεὶ ταῖς οὐσίαις συναυξανοµένων τῶν οἰκείων αὐταῖς ποιοτήτων καὶ τῶν ἐνεργειῶν ἀληθῶς ἂν εἴποι τις ἐν τῷ τοιούτῳ βαλανείῳ πλεῖστον εἶναι τὸν καπνόν. ὑποκείσθω δὲ πάλιν ἔλαττον µὲν ἀτµοῦ τε καὶ καπνοῦ κατὰ τὸ βαλανεῖον ὑπάρχειν, ἡ δ’ οἰκεία τοῦ ἀέρος οὐσία πλείστη <φαίνεται> κατὰ τὴν ἀναλογίαν οὖσά τε καὶ γιγνοµένη τοῦ τοῖς ζῴοις ἐµφύτου θερµοῦ. λεχθήσεται γὰρ καὶ νῦν ἐν τῷ βαλανείῳ πλεῖστον εἶναι τὸ οἰκεῖον θερµόν. ἆρ’ οὖν ἀποδεῖ τι τούτου τὸ κατὰ τοὺς ἐν τῷ ζῴῳ χυµούς, ἐξ ὧν ἀτµιζόντων ἡ προσπίπτουσα θερµασία τοῖς ἁπτοµένοις ἔξωθέν ἐστιν; ἄλλη µὲν γὰρ ἀπὸ τοῦ αἵµατος ἀνάπτεται θερµότης, ἄλλη δὲ ἀπὸ τοῦ φλέγµατος, ἄλλη δὲ ἀπὸ τῆς ξανθῆς ἢ µελαίνης χολῆς. ἐπὶ µὲν οὖν τῶν παίδων ἡ οὐσία τοῦ αἵµατος πλείστη κατὰ τὴν τῆς µίξεως ἀναλογίαν· (τούτου γὰρ ἀναµιµνῄσκειν ἀεὶ δεῖ καθάπερ ὑπὸ ληθάργου κατεχοµένους τοὺς τὰ τοιαῦτα ληροῦντας, ὁποῖα Λύκος ἔγραψεν)· ἥ τε συναυξανοµένη ποιότης οὖσα χρηστὴ καὶ φίλιος, οὐκ ἀνιαρὰ καὶ δακνώδης τοῖς ἁπτοµένοις ἥ τ’ ἐνέργεια καθ’ ἣν αἱ πέψεις οὐ κνισώδεις γίνονται οὐδ’ ὀξώδεις ὡς ἐπὶ φλέγµατος.

κατὰ πάντας οὖν τοὺς τρόπους, ὦ γενναιότατε Λύκε, τοῖς αὐξανοµένοις πλέον ἐστὶ τὸ ἔµφυτον θερµόν, ὥστ’ οὐδὲν ῾Ιπποκράτης ἥµαρτεν, ἀλλὰ σὺ µᾶλλον ἐξηλέγχθης ἐπηρεάζων. ἐνεδείξω γὰρ ἐξ ὧν ἔγραψας οὐδ’ ὅλως εἰσηγµένος ὑπὸ διδασκάλων τῶν ῾Ιπποκρατείων ἐπαΐειν τι δογµάτων ἐγκαλῶν τε προφανῶς οἷς οὐδ’ ὅλως οἶσθα τήν τ’ ἀντιλογίαν ἀµαθεστάτην ποιούµενος ἐφωράθης τε δι’ αὐτῆς ἀνατρέπειν ἐγχειρῶν ἁπάσης τέχνης σύστασιν, ἀγνοῶν γε ἃ περὶ τούτων ἔγραψε Πλάτων πολλάκις, ἐναντία δὲ λέγων σαυτῷ λυµαινόµενός τε τοῖς νέοις ὅσοι καθάπερ σὺ λογικῆς θεωρίας ἀγυµνάστως ἔχοντες ἀγνοοῦσι διακρίνειν ἀληθεῖς λόγους ψευδῶν. ἐφ’ ἅπασι δὲ τούτοις τολµηρότατός τε ἅµα καὶ φλύαρος ὤφθης ἐπιχειρήσας γράφειν ἐξηγήσεις τῶν ὑφ’ ῾Ιπποκράτους εἰρηµένων ἄνευ τοῦ µεµαθηκέναι πρότερον αὐτά.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39 
Рейтинг@Mail.ru