bannerbannerbanner
полная версияСочинения. Том 5

Гален
Сочинения. Том 5

Полная версия

5. ᾿Εκεῖνο δὲ πῶς εἴρηται; ἐκ Στυµαργέω οἰκέτιδος οὐδὲ αἷµα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόµα πρὸς ἰσχίον καὶ σκέλος, ὀδύνη παρὰ σφυρὸν τµηθεῖσα ἐράϊσε, καίτοι τρόµοι τὸ σῶµα περικατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν χρὴ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν τροφήν. ῾Ιπποκράτης µὲν οὖν σοι τὴν πρόφασιν τοῦ νοσήµατος ἐξετάζειν κελεύει καὶ τῆς προφάσε-ως τὴν γένεσιν. ὅπερ εἴποις οὐκ ἂν οἶµαι γε πλήθους αἵµατος ἐνοχλοῦντος ἄλλο τι πρὸς τῆς φλεβοτοµίας εἰρήσεσθαι. ἐπὶ γοῦν τῆς προειρηµένης γυναικὸς, καίτοι τροµώδους οὔσης, οὐκ ἐµέλησε τέµνειν τὴν φλέβα, µηδενὸς ἂν ἄλλου τολµήσαντος αἵµατος ἀφελεῖν ἐν τρόµοις, ὥσπερ οὐδὲ ἐν ὑδέροις οὐδ’ ἄλλῳ ψυχρῷ πάθει οὐδενί. δέον γὰρ ἐν τοῖς τοιούτοις ψυγῆναι µὲν ἔτι καὶ µᾶλλον τὸ σῶµα τῇ τοῦ θερµοῦ χυµοῦ κενώσει, καὶ πρότερον ἤδη τῷ πάθει κατεψυγµένον σβεσθῆναι τὸ ἔµφυτον θερµόν. ἀλλ’ ῾Ιπποκράτης σκεψάµενος, ὡς αὐτὸς λέγει, τὴν πρὸ τοῦ πάθους ὅτι τὸ πλῆθος ἦν τοῦ αἵµατος. οὐ γὰρ ἐκαθάρθη τὸ γύναιον τὴν λοχείαν καλουµένην κάθαρσιν. ἡ τροφὴ τῆς προφάσεως, τοῦτ’ ἔστι ἡ γένεσις καὶ ἡ πρώτη αἰτία τοῦ µὴ καθαρθῆναι καλῶς ἡ διαστροφὴ τῆς µήτρας· ἀπέστραπτο γὰρ πρὸς τὸ ἰσχίον. ἐνδειξαµένης οὖν αὐτῷ τῆς µὲν ἐπισχέσεως τὴν κένωσιν, τῆς δὲ ἐπὶ µήτραν ῥοπῆς τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, τὴν παρὰ σφυρὸν ἔταµε φλέβα. τοιοῦτος ἐν ἅπασιν ὁ ῾Ιπποκράτης. ἀλλ’ ἵνα µὴ λυπῶ τοὺς ᾿Ερασιστρατείους ἐπιπλέον αὐτὸν ἐπαινῶν, καὶ γάρ µοι δοκοῦσιν αὐτοί τε οὗτοι καὶ πρὸ αὐτῶν ὁ ᾿Ερασίστρατος ἐριστικῶς ἔχειν πρὸς τὸν ἄνδρα, καταλείψωµεν ἤδη τὰ ῾Ιπποκράτους. ἐν ἑτέρῳ γάρ µοι καιρῷ πᾶσαν αὐτοῦ τὴν περὶ τὰς κενώσεις τέχνην ἔξεστι δηλῶσαι. µεταβήσωµεν δὲ ἐπὶ τοὺς ἄλλους ἄνδρας ἑκατέρας αἱρέσεως, ἐµπειρικῆς τε καὶ λογικῆς. οὐδὲ γὰρ τούτων οὐδένα εὑρίσκω τῆς φλεβοτοµίας ἀποστάντα. δογµατικὸν µὲν γὰρ οἶδα καὶ Διοκλέα καὶ Πλειστόνικον καὶ Διευχῆ καὶ Μνησίθεον, Πραξαγόραν τε καὶ Φιλότιµον καὶ ῾Ηρόφιλον καὶ ᾿Ασκληπιάδην φλεβοτοµοῦντας. καίτοι φιλόνεικος οὕτως ἦν ᾿Ασκληπιάδης ὥστε ὀλίγου δεῖν ἅπαντα κινῆσαι τὰ πρόσθεν δόγµατα καὶ µήτ’ ἄλλου τινὸς τῶν πρὸ αὐτοῦ φείσασθαι µήθ’ ῾Ιπποκράτους, ὥστε καὶ θανάτου µελέτην τὴν τῶν παλαιῶν ἰατρικὴν οὐκ ὤκνησεν εἰπεῖν. ἀλλ’ οὐδ’ οὗτος ἐπὶ τοσοῦτον ἀναίσχυντος ὥστε τολµῆσαι παντάπασιν ἐξελάσαι φλεβοτοµίαν τῶν ἰατρικῶν βοηθηµάτων· ἀλλ’ οὐδέ τις οὔτε τῶν νε-ωτέρων οὔτε τῶν παλαιῶν, οὐ Μαντίας, οὐκ ᾿Αθήναιος, οὐκ ᾿Αγαθῖνος, οὐκ ᾿Αρχιγένης, οὐχ ὁ τῶν ἐµπειρικῶν χορός. καὶ τούτων µὲν οὐδὲν τῷ λόγῳ προσεχόντων ἑποµένων καὶ ἀεὶ τῇ πείρᾳ καταγνοὺς, ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν οὐδένα. τί ποτ’ οὖν οἱ διαφωνοῦντες ἐν ἅπασι σχεδὸν τοῖς ἄλλοις ἐν τούτῳ συµπεφωνήκασιν; ἐµοὶ µὲν γὰρ οὐδὲν εἶναι δοκεῖ πιστότερον ἀνυπόπτου συµφωνίας. παραλείπωµεν δ’, εἰ βούλει, τούτους, ἵνα µηδὲ τῷ πλήθει τῶν µαρτύρων δυσωπητὰ τὰ τῆς φύσεως, ἣν ἐπαινεῖς ἔργα ποιήσωµεν. οὐχ αὕτη γυναῖκας µὲν ἁπάσας ἐφ’ ἑκάστῳ µηνὶ κενοῖ τὸ περιττὸν ἀποχέουσα τοῦ αἵµατος; ἔδει γὰρ, οἶµαι, οἴκοι τὸ θῆλυ γένος οὔτ’ ἐν ἰσχυροῖς πόνοις διαιτώµενον οὔθ’ ὁµιλοῦν ἡλίῳ καθαρῷ, καὶ δι’ ἄµφω ταῦτα πλῆθος ὑποτρέφον ἴαµα φυσικὸν ἔχειν τοῦ πλήθους τὴν κένωσιν. ἓν µὲν τούτοις ἦν τῆς φύσεως ἔργον· ἕτερον δὲ ἡ µετὰ τόκον κάθαρσις, καίτοι καὶ ἡ κύησις αὐτὴ κένωσις ἦν. ἐκ τοῦ τῆς µήτρας αἵµατος τὸ κυούµενον τρέφεται. καὶ ἡ µετὰ τὴν κύησιν δὲ τοῦ γάλακτος ἐν µαστοῖς γένεσις οὐ σµικρὰ κένωσις οὐδ’ αὐτὴ τῷ πλήθει. µία γὰρ ἀµφοτέρων ἡ οὐσία καταµηνίου τε καὶ γάλακτος καὶ κοιναὶ, καθάπερ ἄν τις εἴποι, πη-γαὶ τῶν ὀχετῶν ἑκατέρων αἱ φλέβες εἰσί. διὰ τοῦθ’ ὅσαις δι’ ἡλικίαν ἤδη τὸ καταµήνιον µηκέτ’ ἔρχεται, ταύταις οὐδ’ ἐν µαστοῖς ἀθροίζεται γάλα. καὶ ὅσαι καθαίρεσθαι µὲν ὥρας ἔχουσι, ἀλλὰ θηλάζουσιν, οὐ καθαίρονται. καὶ ἢν θηλαζούσῃ γυναικὶ δι’ ὑστερῶν ὁρµήσῃ τὸ αἷµα, σβέννυται τὸ γάλα. καὶ τῶν ζώων ὅσα µὴ κυΐσκεται, τούτοις οὐδὲ γάλα ἐστὶν, καὶ ὅσοις γάλα ἐστὶ, ταῦτα κυΐσκεσθαι φύσιν ἔχει. εἰ δὲ καὶ µάθοις ἡλίκων ἐκ ταύτης τῆς κενώσεως ἀπολαύει τὸ θῆλυ γένος ἀγαθῶν καὶ ὅσα βλάπτεται µὴ κενούµενον, οὐκ οἶδα πῶς ὑποµενεῖς ἔτι µὴ παντὶ τρόπῳ σπεύδων κενῶσαι πλεονάζον αἷµα. γυνὴ οὐ ποδαγριᾷ, εἰ µὴ τὰ καταµηνία αὐτῆς ἐκλείπῃ, φησὶν ῾Ιπποκράτης. καίτοι τί δέοµαι τῶν ῾Ιπποκράτους φωνῶν πρὸς ἄνθρωπον ἐχθρὸν ῾Ιπποκράτει; νοµίζω τοίνυν αὐτὴν λέγειν σοι τὴν ἀλήθειαν δι’ ἐµοῦ κήρυκος, οὔτε ποδάγραις οὔτε ἀρθρίτισιν οὔτε πλευρίτι-σιν οὔτε περιπνευµονίαις ἁλίσκεται γυνὴ καλῶς καθαιροµένη. ἀλλ’ οὐδὲ ἐπίληπτος οὐδὲ ἀπόπληκτος οὐδὲ ἄπνους οὐδὲ ἄφωνος οὐδενὶ ἐν καιρῷ ποτε γίνεται καθαιροµένη καλῶς. ἑάλω δέ ποτε φρενίτισιν ἢ ληθάργοις ἢ σπασµοῖς ἢ τρόµοις ἢ τετάνοις ἐπιµηνίων ἰόντων. εἶδες δέ ποτε µελαγχολῶσαν ἢ µαινοµένην ἢ πτύουσαν ἐκ θώρακος ἢ ἐµοῦσαν ἐκ γαστρὸς αἷµα, ἢ κεφαλαίᾳ κάµνουσαν, ἢ συνάγχῃ πνιγοµένην, ἤ τι τῶν µεγάλων καὶ ἰσχυρῶν παθηµάτων ὑποµένουσαν, εἰ καλῶς ἐκκρίνεται τὰ καταµηνία· ἰσχοµένων δ’ αὖ πάλιν ἕτοιµον ἐν παντὶ κακῷ γενέσθαι. καὶ αἱ κενώσεις ἰάµατα. καταλιπὼν δὲ ἤδη τὰς γυναῖκας ἐπὶ τοὺς ἄνδρας ἐλθὲ, καὶ µάθε, πόσοι µὲν αἱµοῤῥοΐδι τὸ περιττὸν εἰθισµένοι κενοῦσθαι, πάντες ἀπαθεῖς νοσηµάτων διατελοῦσι, πόσοι δ’ ἐπισχεθείσης τῆς κενώσεως ἐν χαλεπωτάτοις ἐγένοντο. πότερον οὐδὲ τούτων ἀποκενώσεις τοῦ αἵµατος, οὐδ’ ἂν συναγχικοὶ γενόµενοι τύχωσιν, οὐδ’ ἂν περιπνευµονικοί. ἀλλ’ ὑπὸ τοῦ µὴ ἀναθέσθαι τὰ κακῶς ἐγνωσµένα περιόψει τοσούτους ἀπολλυµένους; σὺ µὲν ἴσως τοῦτο δράσεις, ἐγὼ δ’ οὐ ταῦτα µόνον, ἀλλὰ καὶ σπασµὸν καὶ ὕδερον αἵµατος κενώσει πολλάκις ἰασάµην. οὕτως γὰρ ἥτε µακρὰ πεῖρα διδάσκει µε, ὅ τε λόγος οὕτως ἐπὶ τὴν πρόφασιν κελεύει ἔρχεσθαι καὶ τῆς προφάσεως τὴν ῥοπήν. ὅτι δὲ καὶ ἡ πεῖρα, τὰ τῶν ἐµπειρικῶν ἀναγνοὺς εἴσῃ γράµµατα.

6. Μὴ τοίνυν ἔτι φιλονεικεῖν ῾Ιπποκράτει µόνῳ δόκει κενοῦν αἷµα παραινοῦντι, κᾂν εἰς τρόµον, κᾂν εἰς ὕδερον, κᾂν εἰς ἄλλο τι ψυχρὸν πάθος ἢ ἀνὴρ δι’ ἐπίσχεσιν αἱµοῤῥοΐδος ἢ γυνὴ δι’ ἐµµηνίων ἐµπέσοι, ἀλλὰ καὶ τοῖς ἀπὸ τῆς ἐµπειρίας ἅπασιν ἰατροῖς καὶ τῷ βίῳ τῶν ἀνθρώπων·ἀνατρέπειν γοῦν µοι δοκεῖς τὸν κοινὸν ἁπάντων λογισµόν. οὐκ ἂν φαίης κατὰ φύσιν εἶναι παντὶ τῷ λογίσασθαι κενοῦν αἵµατος διὰ πλῆθος. τίς οὐκ οἶδεν ὅτι τἀναντία τῶν ἐναντίων ἰάµατα; µὴ γὰρ ῾Ιπποκράτους ἡ γνώµη µόνου, κοινὴ πάντων ἀνθρώπων ἐστίν. ἀλλά µοι δοκεῖς ὑπὸ τῆς πρὸς ῾Ιπποκράτη φιλονεικίας καὶ τῶν ἄλλων ἀνοητότερος εἶναι. ταῦτα γοῦν ὁσηµέραι τῆς φύσεως ποδηγούσης αὐτὰ καὶ τὴν ἔνδειαν προσφοραῖς ἰᾶται καὶ τὰς πλησµονὰς κενώσεσι καὶ τὸ κρύος θάλψεσι καὶ τὰς θάλψεις ἐµψύξεσι. τί γάρ ἐστι τροφὴν προσενέγκασθαι ἄλλο γε ἢ τὸ πλῆθος ἐκπορίσασθαι; τί δ’ ἀποκρῖναι κόπρον ἢ ἔντερον πεπληρωµένον ἐκκενῶσαι; τί δ’ οὐρῆσαι ἢ κύστεως πλησµονὴν ἰάσασθαι; ταῦτα µὲν ζῶα καὶ κρύει πονούµενα φωλεοὺς ἑαυτοῖς καί τινας ἀλεεινὰς εἰς τὴν γῆν καταδύσεις ἐκπορίζεται· καὶ τῷ θάλπει κάµνοντα θέρους ὥρᾳ νήχεται µὲν ἐν ὕδατι ψυχρῷ, διατρίβει δ’ ἐν τόποις συσκίοις τε καὶ προσηνέµοις. ἔγωγε κύνα πολλάκις εἶδον ἔµετον ἐπιτηδεύοντα καὶ τὴν Αἰγυπτίαν ὄρνιθα κλυστῆρα µιµησαµένην, ἀνθρώποις δὲ αὐτά τε ταῦτα, ὡς ἂν λόγῳ χρωµένοις, εὐµηχανώτερα ἅπαντα. κάλεσον οὖν ἰδιώτην ἰατρικῆς ἐπὶ ἄῤῥωστον εὐέκτην, νέον, πολύαιµον ὑπὸ συνάγχης ἢ περιπνευµονίας πνιγόµενον, εἶτ’ ἐροῦ τὸν ἄνθρωπον εἴ τι πρὸς τὸ πάθος ἐπινοεῖ, τίς οὕτως ἀνόητος ὡς µὴ κένωσιν αἵµατος εἰπεῖν; ἀλλ’ ᾿Ερασίστρατος ὑπὸ τῆς πρὸς ῾Ιπποκράτη φιλονεικίας οὐδὲ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας φαίνεται διασώζων, ἀλλ’ ἔτι καὶ τῶν γεράνων ἀνοητότερος εὑρίσκεται. µακρῷ τοιγαροῦν καὶ ταύτας, ὡς ἀετοὺς µέχρι περάτων γῆς πετοµένους ἐστὶν ἰδεῖν, ὑποφευγούσας ἐν µέρει κρύος τε καὶ θάλπος, ἰωµένας τε διὰ παντὸς τοῖς ἐναντίοις τὰ ἐναντία. τοῦτο µὲν οὖν, ὅπερ ἔφην, οὔπω τῆς ῾Ιπποκράτους ἄξιον τέχνης, ὡς χρὴ κενοῦν αἵµατος οἷς διὰ πλῆθος αἵµατος ὁ κίνδυνος. ὅτῳ δὲ χρὴ τρόπῳ τὴν κένωσιν ποιεῖσθαι καὶ ἐν ὅτῳ καιρῷ καὶ µέχρι τοσοῦτον, µᾶλλον ἐβουλόµην ἄν µοι διαλέγεσθαι. τὸ γὰρ ἐπίστασθαι πηνίκα µὲν χρὴ τέµνειν τὴν ἐν τῷ µετώπῳ φλέβα, πηνίκα δὲ τὰς παρὰ τοὺς κανθοὺς τῶν ὀφθαλµῶν ἢ τὰς ὑπὸ τῇ γλώττῃ ἢ τὴν ὠµιαίαν ὀνοµαζοµένην, ἢ τὴν διὰ µασχάλων, ἢ τὰς κατ’ ἰγνύας ἢ παρὰ σφυρὸν, ὑπὲρ ὧν ἁπασῶν ἐδίδαξεν ῾Ιπποκράτης, τοῦτον ἐγὼ νοµίζω τὸν λογισµὸν ἰατρῶν εἶναι. τὸ δ’ ὅτι χρὴ τὰ ἐναντία τοῖς ἐναντίοις ἰᾶσθαι καὶ ὡς τῷ πλήθει ἡ κένωσις ἐναντίον, τοσούτῳ δέω θαυµάζειν ὥστε καὶ τοῖς ἀλόγοις ζώοις µετεῖναι φηµὶ τῆς ἐννοίας. εἰ δὲ βούλει µικρὸν ἀνοίξας τὰ ὦτα, µᾶλλον δὲ τὴν ψυχὴν, ἀληθῆ λόγον καταδέξασθαι τῆς πρὸς ῾Ιπποκράτη δυσµενείας ἐπιλαθόµενος, εἴποιµ’ ἄν σοί τι τῆς ἐκείνου τέχνης ἄξιον. ἄχρι µὲν γὰρ τοῦδε καὶ Διοκλῆς ἠπίστατο καὶ Πλειστόνικος, ῾Ηρόφιλός τε καὶ Πραξαγόρας καὶ Φιλότιµος ἄλλοι τε πολλοὶ τῶν ἰατρῶν· οὐκ αὐτοὶ µὲν ἐξεῦρον, ἑπόµενοι δὲ ῾Ιπποκράτει, πηνίκα χρὴ τέµνειν ἑκάστην ὧν εἶπον φλέβα. ὅτι δ’ ἀπὸ χολῆς µελαίνης εἰς ὅµοιον αἱµοῤῥοΐδι, τοῦτο οὐκ ἔτι πάντες γιγνώσκουσι, καίτοι σαφῶς ῾Ιπποκράτους διδάξαντος, ἀλλ’ ὅσοι γνησίως ὡµίλησαν αὐτοῦ τοῖς γράµµασιν, οὗτοι µόνοι πῶς µὲν αἱµοῤῥοῒς γίγνεται µεµαθήκασι παρ’ αὐτοῦ, πῶς δὲ καὶ δυσεντερία, πῶς δὲ καὶ κιρσὸς, ὅτι τε οὐ διὰ παντὸς ἕκαστον τούτων συνιστάµενον κωλυτέον, ἀλλ’ ὅτι ὅτε συνεργητέον, ἢ τῆς φύσεως ἡσυχαζούσης, αὐτῇ τὸ πᾶν διατρεπτέον, ὅτε οὕτω συµφέρει τοσοῦτον ἀποδέουσιν οἱ ταῦτα µαθόντες τὴν δυσεντερίαν καὶ κιρσὸν καὶ αἱµοῤῥοΐδα πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ µηχανῶνται µηδ’ ὅλως ὄντα ποιῆσαι. καὶ ἔγωγε πολλοὺς οἶδα καὶ µελαγχολήσαντας καὶ ἄλλως ἐκµανέντας ἐπὶ τοιαύταις κενώσεσιν ἰατρῶν ἀµαθείᾳ κωλυθείσαις. οἱ δέ τινες αὐτῶν πλευρίτισι καὶ νεφρίτισιν ἑάλωσαν, ἄλλοι δὲ αἵµατος ἤµεσαν ἐκ γαστρὸς, ἢ ἐκ θώρακος ἀνέβηξαν, ἢ παραπληγίαις ἢ ὑδέροις ἀπώλοντο. ταῦτ’ ἐγὼ χρῆναι γινώσκειν φηµὶ τὸν ἰατρόν. αὕτη µεγάλη περὶ τὰς κενώσεις τέχνη.

7. Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵµατος πλεονάζοντος οὐδὲν µέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ ᾿Ερασίστρατος αὐτὸ καθάπερ τι τῶν µεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν ἐρίζειν ἑτοιµότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες, ὥσπερ καὶ τῶν ἄλλων βοηθηµάτων ταυτὸν κατηγοροῦντες; ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ µέτρον λαβεῖν, ὡς µήθ’ ὑπερβάλλειν τὸ ποσὸν µήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος, ἢ τῶν καθαιρόντων τινὸς φαρµάκων, ἢ τῶν οὔρησιν κινούντων, ἢ τροφῆς ἢ πόµατος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν. τί ποτ’ οὖν αὐτὸς ὁ ᾿Ερασίστρατος καθαίρουσι χρῆται φαρµάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι καὶ χολερικοῖς. ἐνταῦθα µέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθηµα µηδενὶ τῶν ἔµπροσθεν ἐγνωσµένον, µόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήµατος. καὶ οὐ µέµφοµαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυµαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς µὲν αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολµηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέπληξεν, οὐ τοῦ µέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅµα καὶ ἀκριβῶς αὐτό τε τὸ µέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ µόνον ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίµους εἶναι τὰς ὑποθήκας νοµίζει. οἷς δ’ ἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαινέσαι τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξοµεν, ὡς παντὸς οὑτινοσοῦν βοηθήµατος ἐν φλεβοτοµίᾳ τὸ µέτρον εὐληπτότερον. εἰ καὶ γὰρ χρόας µεταβολὴν ἔνεστι πολλάκις τεκµήρασθαι καὶ διχῶς τοῦτο ποιῆσαι, ποτὲ µὲν τοῦ ῥέοντος αἵµατος, ποτὲ δὲ καὶ τοῦ κάµνοντος αὐτοῦ. καὶ λειποθυµία ἐπὶ πολλῶν παθῶν ὅρος ἐστὶ κενώσεως, καὶ ὁ τόνος τῆς ῥύσεως τοῦ αἵµατος ὀκλάζων, καὶ οἱ σφυγµοὶ τρεψάµενοι. καὶ µόνης ταύτης κενώσεως αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ὁ ἰατρὸς παύειν ὅτε βούλοιτο, τῶν δ’ ἄλλων οὐδεµιᾶς. ἀλλ’ εἴθ’ ὑπήλατον φάρµακον δώσεις, εἴτε ἐµετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ δ’ ἐφεξῆς ἡ τύχη βραβεύει καὶ µέγας ὁ κίνδυνος ἐπὶ φαρµάκων καθαιρόντων δόσεσιν ἢ µὴ κινηθῆναι τὴν κάθαρσιν ἢ µὴ ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, ἢ µετὰ πόνων καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ λειποθυµίας ἐκκρίνεσθαι, ἢ ταραχθῆναι µὲν ὅλον τὸ σῶµα σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ἢ ὑπερκενωθῆναι. καὶ γὰρ αὖ καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρηµένης ἐπιθεὶς τὸν δάκτυλον εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλ’ ὅµως οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρµάκων, εὐλαβείᾳ τῶν ἐπιγιγνοµένων συµπτωµάτων, ἀλλ’ ὡς σφαλεὶς νῦν οὕτω µηκέτι χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρµάκων ἰσχυρῶν µνηµονεύων διατρίβω, σιτίου παντὸς ἡ διαµαρτία τοῦ µέτρου µέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς βλάβης τὸ µέγεθος ἐν τοῖς ὑπερίνοις µὲν καὶ ἀσθενέσι, ταχείας δὲ ἀναθρέψεως δεοµένοις. ἐν οἷς τὸ µὲν ἔλαττον ἐνδεῶς τρέφον µαραίνει τὴν δύναµιν, τὸ δ’ ὑπερβάλλον, ἄχθος ὂν τῇ φύσει µᾶλλον ἢ τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆρ’ οὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ µέτρον δύσληπτον; οὕτω µέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντάπασιν. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατ’ ἰατρικὴν ὃ µὴ σὺν µέτρῳ τινὶ τὴν χρείαν παρέχει. φλεβοτοµίας δὲ καὶ µόνης οὐδὲ τοῦτ’ ἔχεις µέµψασθαι. ἄµφω τοῦ µέτρου αἱ διαµαρτίαι µεγάλα βλάπτουσιν· αἱ µὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς δ’ οὐ φησίν; ἀλλ’ οὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν ᾧ τοὐλάττονα κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν ἡ σύµµετρος ἀφαίρεσις, εἰ µὲν δ′ ἀφέλοις, ἔβλαψε µέγιστα· δύο δ’ εἰ ἐκκενώσαις, ὠφέλησε µὲν ἱκανῶς, ἔβλαψε δ’ οὐδέν. ἔνεστι µὲν γάρ σοι τὴν µίαν ἢ κλυστῆρσιν ἢ ἀσιτίαις ἢ τρίψεσιν ἢ ἱδρῶσιν ἐκκενῶσαι. πρὸς τὸ µηδ’ εἰ αὖθις αἵµατος ἀφελεῖν ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιµούµενος ἀντιπαρεξάγειν ἀνθρώποις ἀµαθέσιν, οἳ πρὸς τὸ µηδὲν ἐχόµενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούµενα γινώσκουσι. θαυµάζουσι µὲν γὰρ τοὺς ᾿Ερασιστράτου λόγους καὶ τοὔνοµα ἐπ’ αὐτοῖς ἀπ’ ἐκείνου τίθενται, προσαγορεύοντες ᾿Ερασιστρατείους, οὕτω δὲ αὐτῶν ἀµαθεῖς εἰσὶν ὥστε πάντα µᾶλλον ἢ τὴν ἐκείνου γνώµην ἐξηγοῦνται. περὶ γοῦν φλεβοτοµίας οὕτω µακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς ἄν τινα µὴ τὴν ἀµάθειαν αὐτῶν µόνον, ἀλλ’ ἤδη καὶ τὴν ἀναισχυντίαν θαυµάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος ᾿Ερα-σιστράτου ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς, ἐν ᾧ καὶ µόνῳ φλεβοτοµίας ἐµνηµόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρκέσαι τὸν κάµνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησόµενον διὰ τὰς φλεγµονὰς οὐκ ἀφῄρει τοῦ αἵµατος, αὐτοὶ πάντα µᾶλλον ἢ ταῦτα λέγουσιν. εἶτ’ οὖν ἐµὲ βούλει προσέχειν ἀνθρώποις ᾿Ερασιστράτου φλυαροῦσιν, αὐτὰς ἔχοντα ᾿Ερασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦµαι προσήκειν. ἀκούσωµεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ, φησὶ, βέλτιον ὁ Χρύσιππος ἐποίει, οὐ µόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφεροµένου κινδύνου φροντίζων. ἐχόµενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγµονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν µὲν οὐ ῥᾴδιον, φλεβοτοµηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγµονὴν λιµαγχονουµένου τἀνθρώπου.

 

8. Καὶ οὐ δέοµαι πάλιν ἐνταῦθα ληρούντων ᾿Ερασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγµαίνουσιν ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν ᾿Ερασίστρατον ἐξηγούµενον ἑαυτὸν ἔχω δι’ ὧν ἔµπροσθεν ἐµνηµόνευσα ῥήσεων. ἐκ µὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινοµένων φλεγµονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύµατος. ἐν ἀµφοτέροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουµένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷµα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ µηδὲν προσφέρειν τοῖς τετραυµατισµένοις ὑπὸ τοὺς τῆς φλεγµονῆς καιρούς. κενούµεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ παρεµπεπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν βοήθηµα ἡ ἀσιτία φλεγµονὰς λύεται. οὐ γὰρ δι’ ἄλλο τι φησὶν αὐτὴν ἐπὶ τῶν φλεγµαινόντων παραλαµβάνειν ἢ ὅτι κενούµεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεµπεµπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. εἶτα, ὦ πρὸς θεῶν, κενῶσαι τις τὰς φλέβας βουλόµενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο ποιῆσαι, µακρὰ κάµνει. οὐκ οἶδα πῶς ἄν τις µᾶλλον ἑαυτῷ περιπίπτων εὑρεθείη. οὐ φλεβοτοµῶ, φησὶν, ἵν’ ὁ κάµνων ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγµονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ φλεγµαίνοντα λιµαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί οὖν οὐκ ἀπ’ ἀρχῆς ἐκένους; ἐγὼ µὲν οὖν ἐλεῶ τῶν ἁµαρτηµάτων τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ τοῖς φαινοµένοις µόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται, τίνος ἕνεκεν ἀσιτίαι παραλαµβάνονται, καίτοι τὴν χρείαν αὐτῶν ἱκανῶς τε ἅµα καὶ σαφῶς Πραξαγόρας ἔφθανεν γεγραφέναι, πρὸς τὸ µηδὲ ῾Ιπποκράτην παραλιπεῖν, µηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθ’ ὑπὲρ τοῦ κενῶσαι τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαµβάνεσθαι καὶ ταύτῃ µόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόµενος βοηθήµατος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ’ ᾧ βούλει δυνάµενα. ἀλλ’ ἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύµασι φλεγµονὰς οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσοµεν αὐτὸ τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι µένον καὶ διατεῖνον αὐτὰς, εἰς δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ µὲν γὰρ ᾤµην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιµοτάτην εἶναι τὴν διὰ φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυνευέτω τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδ’ οὕτως φλεβοτοµήσοµεν, ἀλλ’ ἐρίοις δηλαδὴ διαδήσοµεν τὰ κῶλα; καὶ τοῦθ’ ἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήµατι χρώµενοι οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως φλεβοτοµία. πολλῶν γοῦν ἀνεπισχέτως αἱµοῤῥαγούντων τεµόντες φλέβα τὴν αἱµοῤῥαγίαν ἐστήσαµεν. ᾿Ερασίστρατον δ’ οἶµαι καὶ τοῦτ’ ἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι ποίας ἐπὶ ποίοις µέρεσιν αἱµοῤῥαγοῦσι τµητέον φλέβας. ὅταν οὖν αὕτη τὰ µέγιστα δρᾷ ὧν νῦν δεόµεθα, παρῆκε τὸ κενοῦν καὶ τὸ ἀντισπᾷν. τί µέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγµονὴν καὶ τὰς ὑπὲρ τοῦ τὴν φλεγµονὴν ἰάσασθαι παραλαµβανοµένας λιµαγχονίας; εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ ἐργαζόµενον κωλύσεις τὸ ἐσόµενον· εἰ δὲ τοῦτο, καὶ τὴν ἐπὶ τῇ ῥήξει φλεγµονήν· εἰ δὲ τοῦτο, οὐδὲ τῶν ἀσιτιῶν ἔτι χρεία. σὺ δέ µοι δοκεῖς ὥσπερ ἐπιθυµῶν ἀσιτίαν συµβουλεύειν αὐτὸς ἐργάζεσθαι πάθη χρῄζοντα λιµαγχονίας. τί δεινὸν ἦν τὸ λυπῆσον κενώσαντα µηδὲ ἔχειν πρᾶγµα;

9. Καίτοι µάτην πολλὰ κάµνω παρὸν ὑποµνῆσαί σε τὸν λόγον. εἰ γὰρ οὐκ αὐτὸς ἡµᾶς ἐδίδαξας ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, ἔνθα γένεσιν τοῦ κατὰ τὰς φλέβας πλήθους προειπὼν ἐφεξῆς γράφεις ἰάµατα, σκοπὸν µὲν αὐτῶν ἁπάντων κένωσιν θέµενος, ἄλλην δ’ ἄλλῳ συµφέρειν φάσκων· πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυµνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι συµφέρειν φῂς βοήθηµα κενωτικὸν, ὅτι µήτε πάντες εἰθισµένοι χρῆσθαι πᾶσιν, ἀλλ’ οἱ µὲν λουτροῖς µᾶλλον, οἱ δὲ γυµνασίοις, οἱ δὲ τοῖς µετὰ δεῖπνον ἐµέτοις, καὶ ὅτι µὴ τοῖς αὐτοῖς ἅπαντες εὐάλωτοι νοσήµασιν, ἀλλ’ ὁ µέν τις ἐπιληψίαις, ὁ δ’ αἵµατος πτύσεσι, ὁ δὲ τοῖς καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν. οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσοµεν βαλανείοις κενοῦν, ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ’ ᾧ τι φόβος ἀγγεῖον ἐν θώρακι ῥαγῆναι γυµνάσοµεν. κίνδυνος γὰρ δηλαδὴ ταῖς τῶν γυµνασίων συντονίαις, εἰ καὶ µὴ πλῆθος ἦν, ἀλλ’ ὡς διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυµνασοµένῳ. ὅπως οὖν αὐτὸν ἰασόµεθα δίδαξον ἡµᾶς. ὅτι µὲν γὰρ κενωτέον ἐστὶν ὁµολογεῖς καὶ σύ. κενωτικὰ δ’ εἴχοµεν βοηθήµατα γυµνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυµνασίοις µὲν οὐδ’ αὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ µὲν ὅλως οὐδὲν εἶπας, οὔτ’ εἰ χρηστέον οὔτ’ εἰ µὴ χρηστέον ἐπὶ τῶν οὕτως ἐχόντων. ἐγὼ δ’ ἐρῶ τὸ φαινόµενον αὐτὸ καὶ τῇ πείρᾳ κεκριµένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ µαντεύσασθαι, καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς συγγράµµατι διαδέσµοις τε ἅµα καὶ ἀσιτίαις χρώµενος ὑπὸ τούτων µὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ κενῶσαι βαλανείοις οὐ χρή. λογίζοµαι γάρ σε φθέγγοντα τὸ λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδ’ ἔφης, εἰ ἐπίδοξος ἡ ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ µὴ σὺ οὕτως ἐγίνωσκες, ἀλλ’ ἐµοὶ τὸ φαινόµενον ἤρκει. µεγίστη γὰρ αἱµοῤῥαγίαις ἁπάσαις ἡ ἐκ βαλανείου βλάβη καὶ ἡ αἰτία πρόδηλος, εἴ γε δὴ χεῖται µὲν τὸ αἷµα καὶ εἰς ἀτµοὺς λύεται καὶ πνεύµατα τοῦ τε θερµαινοµένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. µαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερµολουσίαις ἀποτελεῖται τὰ σώµατα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα πάθοι αὐτά γε µαλακώτερα γενόµενα καὶ τοῦ ῥηγνύντος αὐτὰ κίνησίν τε ἅµα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν βαλανείοις ἐπιχειρήσοµεν κενοῦν οἷς φόβος δι’ αἵµατος πλῆθος ῥαγῆναι τὰς φλέβας. εἰς λοιπὸν τὸ τρίτον συγκλειόµεθα τῶν κενωτικῶν βοηθηµάτων τὴν λεπτὴν δίαιταν. ἄγε δὴ, ἐπειδὴ ταύτην αὐτὸς σὺν τρισὶ τρόποις ἐργάζῃ, λεπτὰ ἢ µικρὰ καὶ ἄτροφα σιτία προσφέρων ἢ οὐδ’ ὅλως προσφέρων ἢ ἐµεῖν ἀπὸ δείπνου κελεύων. ἴδωµεν οὖν ὅπως λεπτῶς διαιτήσοµεν. ἆρά γε µετὰ δεῖπνον ἐµεῖν κελεύσαντες; ἀλλ’ εἰς τὴν ἐν τοῖς γυµνασίοις συντονίαν εὐλαβηθείηµεν, εἴ πού γέ τι κατὰ τοὺς ἐµέτους ἀδεῶς χρησόµεθα. τοῦτο µὲν οὐδ’ ἂν ἰδιώτην λάθοι. λοιπὸν οὖν ἢ ἀσιτίαν προστάξοµεν ἢ µικρὰ καὶ ἄτροφα σιτία δώσοµεν. ἀλλ’ εἰ καὶ µὴ ἰσχυρῶς τὰ τοιαῦτα, τρέφει γοῦν. ἡµεῖς δ’ οὐ προσθεῖναι νῦν, ἀλλ’ ἀφελεῖν βουλόµεθα. λοιπὸν ἄρα τὴν ἐπίπονον καὶ µοχθηρὰν ὄντως ὥσπερ τινὰ ἱερὰν ἀγκύραν εἰς ἅπαντα πάθη διαρκῆ παραληψόµεθα λιµοκτονίαν. εἶτα δηλαδὴ σκώψοµεν ᾿Απολλώνιον καὶ Δέξιππον ἐπὶ λιµαγχονίᾳ; καίτοι καὶ τοῦτ’ αὐτὸς ἐδίδαξε, βούλοµαι µᾶλλον ὑποµνῆσαι. καὶ γὰρ αὐτός µοι δοκεῖς αἰσθάνεσθαι περὶ τῆς ἀσιτίας ὡς οὐ κενωτικοῦ βοηθήµατος. ἀποδείξας δὲ πρότερον ὃ βούλοµαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ µαρτυρίας µνηµονεύσω. ἡ ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγµάτων ἐστὶν, οὐ µᾶλλον ἢ τυφλότης ἢ κωφότης, ἀλλὰ πάντα τὰ τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ µὲν γὰρ τὸ προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔργον εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώµατος. τὸ µὴ προσενέγκασθαι οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτ’ ἔργον αὐτοῦ δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων µὲν καὶ φλεβοτοµίας καὶ κλυστῆρος κένωσιν, ἐδεσµάτων δὲ θρέψιν. µέση τοίνυν ἀµφοῖν ἐστὶν ἡ ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέφειν. οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ κατ’ ἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσοµεν, ἐπεὶ οὕτω γ’ ἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀποροῦντα διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ ᾿Ερασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ, φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν καὶ µανότητος ἔχει. τοῦ δ’ ἧττόν τε καὶ µᾶλλον γίνεσθαι µανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι καὶ οὐδεµιᾶς ἐλάττους αἱ κατὰ θερµασίαν καὶ ψύξιν καὶ ἡσυχίαν καὶ κίνησιν τροπαὶ τοῦ σώµατος. θερµοῦ µὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζώου γυµναζοµένου πλεῖστον ἀποῤῥεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζώου πυκνοῦσθαι µὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀποῤῥεῖν δὲ ἢ µηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο µὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα. ἅτε γὰρ ψυχρῶν µὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθ’ ὅλον τὸ σῶµα διὰ τὴν ἡσυχίαν γιγνοµένων, πυκνουµένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειµερινῷ κρύει, καθ’ ἣν sὥραν φωλεύει τὰ ζῶα, µηδὲν ἐκτὸς ἀποῤῥεῖν. οὐκοῦν οὐδὲ τοῦ πληρώσοντος τὸ κενούµενον δεῖσθαι. χρεία δ’ ἦν αὐτῇ τροφῆς καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἔρχεται τὰ ζῶα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώµενα. σαφὲς οὖν ὅτι τῆς µὲν ἐνδείας ἡ καθ’ ὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούµενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυµένης δι’ ἣν ὅλως ἐδεῖτο τὰ ζῶα σιτίων, ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι µηδὲ προσθέσεως. σαφῶς οὖν ἐµάθοµεν ὡς οὐχ ἡ ἀσιτία κενοῦν πέφυκεν, ἀλλ’ ἡ τοῦ δέρµα-τος µανότης. εἰ δὲ τοῦτο πυκνώσαις ἡσυχίᾳ καὶ κρύει, τί τῆς λιµαγχονίας ἔτ’ ὄφελος; καὶ µὴν ἀναγκαῖον ἄµφω φυλάξασθαι, καὶ τὰ γυµνάσια καὶ πᾶσαν ἀλέαν, ᾧ κίνδυνος αἷµα πτύσαι. τὰ µὲν γὰρ τῇ συντονίᾳ ῥηγνύναι πέφυκε τὰς φλέβας· αἱ θερµασίαι δὲ καθ’ ὃν λόγον καὶ τὰ λουτρά. µὴ θερµαίνων µὲν ἄρα κενώσεις τὸ σῶµα, θερµαίνων δὲ ἢ γυµνασίοις ἢ λουτροῖς µέγιστα βλάψεις τὴν πρὸς τὸ ῥήγνυσθαι τῶν φλεβῶν αὐτῶν ἐπιτηδειότητα. τί δὴ λοιπὸν ἔτι συµβουλεύσοµεν τοῖς ὧδε κάµνουσιν; αἱ µὲν γὰρ ἀσιτίαι χωρὶς τοῦ γυµνάζεσθαι τὸν ἄνθρωπον ἢ ἄλλως ὁπωσοῦν θερµαίνεσθαι κενοῦν οὐ δύνανται. φλεβοτοµίαν δὲ, ὡς ἐοίκαµεν, ἐσχάτως φεύγοµεν, ὥσπερ, οἶµαι, καὶ τὰς ἰσχυρὰς καθάρσεις. θαυµαστή γε ἡ εὐπορία τῶν κενωτικῶν βοηθηµάτων εἰς ἀσιτίαν κατακλεισθέντων. εἰ µὲν µόνῃ χρησόµεθα, πλεῖον οὐδὲν ἕξοµεν, οὐ γὰρ κενοῖ µόνη. σὺν ᾗ κενοῦν πέφυκε, µείζονας ταῦτα τὰς ἄλλας βλάβας τῆς ἐκ τοῦ κενοῦν ὠφελείας ἔχει.

 
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39 
Рейтинг@Mail.ru