bannerbannerbanner
полная версияСочинения. Том 5

Гален
Сочинения. Том 5

Полная версия

8. Οὐ µόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς τὴν δύναµιν ἢ τοῦ κατὰ τὸ καλούµενον ἔγχυµα, φλεβοτοµία µεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχοµένην φλεγµονὴν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν µορίων. ἥ τε γὰρ ὀδύνη πρὸς αὐτὴν ἐπισπᾶται τὸ αἷµα καὶ πολλάκις ἀτονία µορίων ἐργάζεται φλεγµονὴν ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶµα πλήθους. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάµεων ὑποµνήµασιν, ὅταν ἀσθενὲς ᾖ φύσει µόριον, ἑτοίµως βαρυνόµενον, εἰ καὶ βραχὺ πλεῖον ἀθροισθείη ποτὲ ἐν αὐτῷ περίττωµα. καὶ µέντοι καὶ ὅτι δύναµιν ἔχει πᾶν µόριον ὥσπερ ἑλκτικὴν τῶν οἰκείων, οὕτω καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴν, ὅτι τε διττὸν εἴη τὸ ἀλλότριον, ἕτερον µὲν τῷ ποσῷ, τῷ ποιῷ δ’ ἄλλο. διὸ κἂν µὴ βαρύνοιτό τι µόριον ὑπὸ τῶν καθ’ ἑαυτὸ χυµῶν, ἴσχει δέ τινα περιττώµατα κατὰ τὴν ποιότητα παρὰ φύσιν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ὁρµᾶν διὰ τῶν ἐν αὐτῷ φλεβῶν ὥσπερ δι’ ὀχετῶν, ἀλλ’ εἴθ’ αἷµα µοχθηρὸν εἴη τὸ ὠθούµενον, εἴτ’ ἄλλος χυµὸς, ἀνάγκη µὲν εἴς τι τῶν πλησίον ἀφικέσθαι µορίων αὐτόν. ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ πεφθέντα ἢ καὶ διαφθαρέντα, µηκέτ’ εἰς ἄλλο µεταρυῆναι τρίτον, ἢ µηδετέρου τῶν εἰρηµένων τυχόντα πάλιν ἐκ τοῦ δευτέρου µορίου µεταρεῖν εἰς ἕτερον, εἶτ’ ἐξ ἐκείνου πάλιν εἰς ἄλλο. καὶ τοῦτο µὴ παύεσθαι γιγνόµενον, ἄχρις ἂν εἴς τι κατασκήψῃ τοιοῦτον, ὃ µηκέτ’ εἰς ἄλλο διώσασθαι δύναται τὸ πλεονάζον ἐν ἑαυτῷ. συµβαίνει δὲ τοῦτο τῶν µορίων ἐκείνοις ὅσα τὴν ἀποκριτικὴν δύναµιν ἀσθενεστέραν ἔχει τῶν πλησιαζόντων ἁπάντων. οὐκέτι γὰρ ἀπώσασθαι τὸ λυποῦν εἰς ἐκεῖνα δύναται τὰ µὴ παραδεχόµενα, διὰ τὴν ἐν αὐτοῖς ἰσχύν. ἐδείχθη γοῦν καὶ τοῦτο ἡµῖν δι’ ἐκείνων τῶν ὑποµνηµάτων, ὡς οὐ µόνον ὠθεῖ τὸ περιττὸν ἕκαστον τῶν µορίων εἰς τὸ πλησιάζον, ἀλλὰ καὶ ὅτι δέχεται µὲν, πολλάκις δ’ ἀντιπέµπει καὶ ἀντωθεῖ µὴ παραδεχόµενον εἰς ἑαυτὰ, κᾀν τούτῳ τὸ ἰσχυρότερον ἐκράτησε. διὸ καὶ τὰ πάντων ἀσθενέστερα µόρια πρῶτα τοῖς περιττωµατικοῖς ἁλίσκεται νοσήµασιν. ἐκ τοιούτου δέ τινος τρόπου καὶ τὰς καλουµένας ῥευµατικὰς διαθέσεις ἴσθι γιγνοµένας, ἀσθενοῦς µὲν ὅλου τοῦ σώµατος ὄντος, ὅπερ ἕν τι τῶν τῆς καχεξίας εἶδός ἐστιν, εἰωθότων τῶν κυρίων αὐτοῦ µορίων βαρύνεσθαι, κᾂν ὀλίγον ἐν αὐτοῖς ἐστὶ τὸ αἷµα, διωθούµενόν τε τοῦτο πρὸς τὰ κατὰ τὸ δέρµα µέρη τὰ σαρκώδη, καὶ µᾶλλόν γε εἰς τοὺς ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν, διά τε τὸ χαῦνον τῆς οὐσίας καὶ ὅτι τῶν ἄλλων µορίων ἀσθενεστάτας ἔχουσι τὰς φυσικὰς δυνάµεις, ὥσπερ γε καὶ ἡ πιµελή. τεττάρων γὰρ αὐτῶν οὐσῶν, ὡς ἐδείχθη, πρώτης µὲν τῆς ἑλκτικῆς, δευτέρας δὲ καθεκτικῆς καὶ τρίτης τῆς ἀποκριτικῆς, καὶ τετάρτης τῆς ἀλλοιωτικῆς, τὰς µὲν ἄλλας τρεῖς ἀσθενεστάτας ἔχουσιν οἱ ἀδένες καὶ αἱ σάρκες, τὴν ἀλλοιωτικὴν δὲ µόνην οὐ πολλῷ µείω τῶν ἄλλων µορίων. ἐφεξῆς δὲ τοῖς ἀδένεσιν ὁ πνεύµων ἐστὶν ἑτοιµότατος δέξασθαι ῥεῦµα. καὶ γὰρ οὗτος ἀσθενεῖς τε τὰς τρεῖς ἔχει δυνάµεις καὶ τὸ σῶµα χαῦνον. εἶθ’ ἑξῆς ὁ σπλήν. ὁ δ’ ἐγκέφαλος ὅµοιος µὲν τούτοις ἢ καὶ µᾶλλον ἐπιτήδειος δέξασθαι ῥεῦµα. πλεονεκτεῖ δ’ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίµης οὔσης ὧν ὑπεδέξατο. κοιλίας µὲν γὰρ ἔχει µεγάλας κατάντεσι πόροις ἐκκενουµένας. οἷς ἂν οὖν φύσει ῥωµαλεώτερος ᾖ τοῦ σαρκώδους γένους ὁ πνεύµων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος, ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ ῥεύµατα καὶ τοῦ σώµατος ἕξεως ὅλης ἀσθενούσης, ὡς ἐπὶ τῶν ῥευµατικῶν ἐστι διαθέσεων. εἰκότως τοιγαροῦν ἡ θεραπεία τούτων οὐ κένωσιν ἔχει τὸν σκοπὸν, ἀλλὰ τοῦ παντὸς σώµατος τὴν ῥῶσιν. ἥ γε µὴν ἀρχὴ τῆς θεραπείας ἀπὸ φλεβοτοµίας αὐτοῖς γίγνεται. µοχθηρῶν δὲ τῇ ποιότητι τῶν περιττωµάτων ὄντων καὶ κάθαρσιν παραλαµβάνοµεν ἐφ’ ὧν µάλιστα σωµάτων οὐδετέρου πλήθους ἀναµένειν χρὴ τὸ οἰκεῖον σύµπτωµα, βάρος µὲν τοῦ πρὸς τὴν δύναµιν, τάσιν δὲ τοῦ κατὰ τὸ ἔγχυµα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ τῶν πληγέντων τι µορίων ἀξιολόγως, ἤτε ἄλλως ὁπωσοῦν ἀρχοµένην ἐχόντων φλεγµονὴν, ἐπειδὰν µεγάλην αὐτὴν ἔσεσθαι προσδοκήσωµεν, ἀπὸ κενώσεως ἀρχόµεθα τῆς θεραπείας ἢ καθαίροντες ἢ φλεβοτοµοῦντες ὁποτέραν κρίνοµεν ἀµείνω κένωσιν ἔσεσθαι.

9. Καλῶς οὖν ἐν τοῖς προκειµένοις τῶν περὶ διαίτης ὀξέων παρῄνηται φλεβοτοµεῖν ἡµᾶς, ὅταν ᾖ µέγα τὸ νόσηµα καὶ ἀκµάζῃ [ἡ νόσος, ἢ] ὁ νοσῶν καὶ ῥώµη παρῇ. καὶ κακῶς ὁ Μηνόδοτος ἐπὶ τῇ καλουµένῃ πληθωρικῇ συνδροµῇ µόνῃ τὰς φλεβοτοµίας λέγει τετηρῆσθαι. τοὐναντίον γὰρ ἅπαν οἱ σκοποὶ τῆς φλεβοτοµίας οὐ περιλαµβάνουσι, πρῶτον ἐν αὐτοῖς τὸ πλῆθος, ἀλλὰ τὴν ὑποψίαν τοῦ γενοµένου πάθους. εἰ γὰρ ἔσεσθαι φαίνοιτο µέγα, φλεβοτοµήσοµεν πάντως, κᾀν µηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισµάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ χώραν καὶ δύναµιν, ἃ µόνα φαίνεται κᾀν τοῖς προκειµένοις τῶν περὶ διαίτης εἰρηµένα. τὸν µὲν γὰρ ἀκµάζοντα διὰ τὰ παιδία καὶ τοὺς γέροντας εἰς διορισµὸν παρέλαβεν. οἱ πρῶτοι δ’ εἰσὶ καὶ κυριώτατοι σκοποὶ τῆς φλεβοτοµίας µέγεθος νοσήµατος καὶ ῥώµη τοῦ κάµνοντος, καὶ ταύτην χρὴ πρώτην λέγειν εἶναι συνδροµὴν, οὐ τὴν πληθωρικὴν, ἐφ’ ᾗ τετήρηται φλεβοτοµία. περιέχεται γὰρ ἐν αὐτῇ κᾀκείνη τὸ µέγεθος αὐξάνουσα τοῦ νοσήµατος. οὐ µόνον γὰρ ὅταν ἤδη παρῇ τὸ µέγα νόσηµα, φλεβοτοµίας καιρὸς, ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευσις ἣν ῾Ιπποκράτης εἶπε διδάσκων ἡµᾶς, ὅσα παρόντων ἤδη τῶν νοσηµάτων ὀρθῶς ἂν πράξαιµεν, ἄµεινον εἶναι ταῦτα κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ µελλόντων ἄρχεσθαι φθάνειν ποιοῦντας. ὥστε τοὺς εἰρηµένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνοντας ἔστι µεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτοµήσεις ἐπιδόξους γενοµένους ἁλώσεσθαι µεγάλῳ νοσήµατι, πρός τε τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώµην. εἰ γὰρ ἐπιτήδειός τις ἐν νοσήµατι γενέσθαι µεγάλῳ, κᾂν µηδὲν µηδέπω κατὰ τὸ σῶµα παρῇ σύµπτωµα, φλεβοτοµεῖν ἀξιοῦµεν. ἀρκεῖ γὰρ τὴν ἡλικίαν ἐπισκέψασθαι µετὰ τῆς δυνάµεως, ὥστε τρία τὰ συνέχοντα τὴν διάγνωσιν εἶναι, µέγεθος νοσήµατος, ἤτοι παρὸν ἢ προσδοκώµενον, καὶ ἡλικίαν ἀκµάζοντος καὶ ῥώµην δυνάµεως. ἴσως δὲ µόνον ἀµελέστερον ἑρµηνεύεσθαι δόξει τὸ τῆς ἡλικίας ἐν τοῖς προκειµένοις, ἐν τῷ περὶ διαίτης ὀξέων. οὐ γὰρ τὴν τῶν ἀκµαζόντων εἰρῆσθαι µόνον ὀρθῶς ἔχει, ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ µετ’ αὐτὴν, ὡς δύο µόνας ἐξαιρεῖσθαι τοῦ διορισµοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γερόντων. ἀλλ’ ἡ µὲν τῶν γερόντων ἐν τῷ τῆς δυνάµεως λόγῳ περιέχεσθαι δύναται. ῥώµη γὰρ οὐδενὶ τῶν κατ’ αὐτὴν τὴν ἡλικίαν ἐστίν. ἐνίοις δὲ τῶν ἰατρῶν οὐδὲ τοῖς παισὶν ἔδοξεν ὑπάρχειν ῥώµην κακῶς ἐγνωκόσιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικταί µοι. φλεβοτοµήσοµεν οὖν, εἰ µέγα τὸ νόσηµα προσδοκοίηµεν εἶναι, ἢ παρὸν ἤδη θεωροίηµεν ἢ ἀρχόµενον, ἐπισκεψάµενοι τὴν ῥώµην τῆς δυνάµεως, ἐξελοῦντες τοῦ λόγου µόνα τὰ παιδία, καὶ φήσοµεν ἐλλειπέστερον εἰρῆσθαι τὴν ἀπὸ τῆς ἡλικίας διάγνωσιν ὑπὸ τοῦ γράψαντος τὰ προκείµενα τῷ περὶ διαίτης ὀξέων. ἀρκοῦσι γὰρ οὗτοι µόνοι σκοποὶ πρὸς φλεβοτοµίαν. οὐδὲ γὰρ ὁπότε πλῆθος ὠµῶν χυµῶν ἤθροισται τοιοῦτον, ὡς κελεύεσθαι φλεβοτοµεῖν, ὁ λόγος ἐλέγχεται. ῥώµη γὰρ τούτοις δυνάµεως οὐ πάρεστι. καὶ αὐτό γε τοῦτ’ ἐστὶ γνώρισµα τοῦ µὴ δύνασθαι φλεβοτοµίαν ἐνεγκεῖν αὐτοὺς, ὅταν ἅµα τῷ χρώµατι τοῦ παντὸς σώµατος ἐµπεπτωκότι τοῦ δηλοῦντος αἷµα πλεονάζειν, ὁ σφυγµὸς ἀνώµαλος ᾖ κατὰ σφοδρότητα καὶ µέγεθος ἐπικρατούντων κατὰ τὴν ἀνωµαλίαν αὐτοῦ τῶν ἀµυδρῶν τε καὶ µικρῶν. ὡρισµένων οὖν τριῶν σκοπῶν φλεβοτοµίας, µεγέθους νοσήµατος, ἤτοι παρόντος ἢ προσδοκωµένου ἢ ἀρχοµένου, ἡλικίας ἀκµάζοντος, ῥώµης δυνάµεως ἔξω τῆς τῶν παίδων ἡλικίας, ἐπὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρηµένα γνωρίσµατα φλεβοτοµίας, ἃ προσέθηκαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀφίξοµεν, συνενδεικνύµενοι τὸ ποσὸν τῆς ἀφαιρέσεως, οὐκ αὐτὴν τὴν φλεβοτοµίαν, ὥστε ἐκ µὲν τοῦ νοσήµατος καὶ τῆς ἡλικίας καὶ τῆς δυνάµεως ὅτι φλεβοτοµητέον γνωρίζεσθαι, τὸ ποσὸν δὲ τῆς κενώσεως οὐκ ἐκ τούτων µόνων, ἀλλὰ καὶ τῶν ἄλλων λαµβάνεσθαι. ταῦτα δέ ἐστιν ἥ τε πληθωρικὴ καλουµένη συνδροµὴ καὶ ἡ τοῦ περιέχοντος ἡµᾶς ἀέρος κρᾶσις, εἰς ὥραν καὶ χώραν τεµνοµένη καὶ τὰ κατὰ τὸν προηγούµενον βίον γεγονότα περί τε ποιότητα καὶ ποσότητα τῶν ἐδηδεσµένων, ἐκκρίσεις τε καὶ κινήσεις ἤτοι γεγονυίας ἢ µή. περὶ µὲν οὖν τῆς ἐν τούτοις διαφορᾶς ὀλίγον ὕστερον ὀψόµεθα.

10. Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρισµάτων ἐν τῷ παρόντι σκεψόµεθα, πότερον ἐπὶ φλεβοτοµίαν ἀφιξόµεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν µηδεµία προσδοκία µεγάλου νοσήµατος. ἥντινα τοίνυν ἔχωµεν γνώµην καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες µοι συµβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ µελαγχολικοῖς, ἢ αἷµα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα πρὸς τοιοῦτον πάθηµα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ σκοτοµατικοῖς, ἢ συνεχῶς ἁλισκοµένοις συνάγχῃ ἢ περιπνευµονίᾳ, ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλµίαις σφοδραῖς, ἢ καθόλου φάναι µεγάλῳ νοσήµατι. φλεβοτοµίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φηµὶ βοήθηµα παραχρῆµα προσαγόµενον, ἐπιδιωρισµένῃ τῇ δυνάµει τε καὶ ἡλικίᾳ. ταῦτα εἰ µὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ µηδὲν τοιοῦτον πεπονθόσιν ἔµπροσθεν ἁπάντων τε τῶν µορίων τοῦ σώµατος ἄµεµπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέµενόν µε, διὰ φλεβοτοµίας µὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσµασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι τὸ πλῆθος, εἰ µὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵµατος εἶναι πλεο-νεξίαν. τοιοῦτον δέ ἐστι µάλιστα τὸ µελαγχολικὸν ὡς τὰ πολλά. σπανίως δέ που καὶ τὸ τῶν ὠµῶν καλουµένων χυµῶν. ἀλλ’ ἐπὶ µὲν τῆς µελαγχολικῆς καλουµένης περιουσίας φλεβοτοµεῖν ἄµεινον, ἢ πάντως γε φαρµάκῳ χρῆσθαι µελάνων καθαρτικῷ, τῶν δ’ ὠµῶν χυµῶν ἐπικρατούντων, πρὶν µὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔµπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισµα τό τε τῆς χροιᾶς µολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε µᾶλλον ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγµῶν ἀνωµαλίαν. εἰ δὲ ἱκανῶς ηὐξηµένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώµατος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώµης νωθρότης καὶ αἰσθήσεων ἀµαυρότης. ἔµπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱµοῤῥοΐδων ἠθροικότας αἷµα φλεβοτοµήσεις θαῤῥῶν, κᾂν µὴ πρότερον ὦσι πεπειραµένοι µεγάλου νοσήµατος. ἐνδέχεται µὲν γὰρ αὐτοὺς ἐπιτηδείους µὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν αἱµοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ µόρια κατεσκευασµένοι µοχθηρῶς, καὶ µάλιστα τὸ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτοµήσεις ἐν τάχει.

11. Τὴν αὐτὴν δὲ γνώµην ἴστε µε καὶ περὶ γυναικῶν ἔχοντα τῶν ἐπεσχηµένων τὴν ἔµµηνον κάθαρσιν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ µὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐµµήνων κίνησιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτοµίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταµηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τέµνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν ἡ ἐξ ἀγκῶνος φλεβοτοµία τὰς τῶν γυναικῶν καθάρσεις, ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι µὲν λευκότεραι λεπτότερον αἷµα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀµυχαῖς ὀνίνανται µάλιστα. τὰς µελαντέρας δὲ φλέβας τέµνων θεράπευε. παχύτερον γὰρ ἀθροίζουσιν αἷµα καὶ µελαγχολικώτερον, ἔτι δὲ µᾶλλον ἂν µεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρχει δὲ τοῦτο ἰσχνοτέραις τε καὶ µελαντέραις. εὐσάρκοις δὲ καὶ λευκαῖς σµικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄµεινον τὰ σφυρὰ τοῦ τέµνειν τὴν φλέβα. καὶ γὰρ καὶ µικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ ῥεῖ τὸ σύµµετρον, εἰ καὶ καλῶς τµηθείη. οὐ χρὴ δὲ ὑµᾶς καταφρονεῖν φλεβοτοµίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήµατος, ἑωρακότας ἐµὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱµοῤῥαγίας, ὅταν ᾖ σφοδρὰ, χρώµενον τῷ βοηθήµατι καὶ παύοντα τὴν ῥύσιν αὐτίκα. προσήκει δ’, ὡς ἐθεάσασθε, µὴ περιµένειν εἰς ἔσχατον ἀφικέσθαι καταπτώσεως τὴν δύναµιν, ἀλλ’ ὅταν ἤδη δοκῇ κεκενῶσθαι µὲν τὸ σύµµετρον, ἡ δ’ ὁρµὴ τῆς φορᾶς τοῦ αἵµατος ἰσχυρὰ διαµένῃ, τέµνειν ἐν ἀγκῶνι φλέβα, δεξιοῦ µὲν αἱµοῤῥαγοῦντος µυκτῆρος τῇ δεξιᾷ χειρὶ, θατέρου δὲ κατὰ τὴν ἀριστεράν· ἅµα δὲ τοῦτο τῷ ἔργῳ καὶ τοῖς κώλοις περιβάλλειν δεσµοὺς ἐκ ταινίων ἢ ἐρίων καὶ συκίαν ὑποχονδρίῳ προσβάλλειν ᾧ κατ’ εὐθύ· ταῦτα γὰρ καὶ ἡµεῖς ποιοῦντες, ὡς ἴστε, διαπαντὸς ἐπέσχοµεν τὰς ἐκ ῥινῶν αἱµοῤῥαγίας, πειρασθέντες ἔµπροσθεν ὧν γεγράφασιν εἴς τε τὰς ῥῖνας ἐκτιθεµένων φαρµάκων, ἐπί τε τοῦ µετώπου καταχριοµένων πάντων ἀσθενῶν. ὥστε πρὸς τοῖς εἰρηµένοις περὶ φλεβοτοµίας ἔµπροσθεν καὶ τοῦτο καταβάλλει τὸν Μηνοδότου λόγον, ἡγουµένου τὴν πληθωρικὴν ὀνοµαζοµένην συνδροµὴν ἀναµιµνήσκειν ἡµᾶς τοῦ βοηθήµατος. ἡ γὰρ εἰρηµένη νῦν διάθεσις ἐναντία σαφῶς ἐστὶ τῇ πληθωρικῇ. παραλαµβάνοµεν δ’ ἐπ’ αὐτῆς τὴν φλεβοτοµίαν οὐχ ὡς κενωτικὸν, ἀλλ’ ὡς ἀντισπαστικὸν βοήθηµα.

 

12. Οὐδὲν οὕτω τὴν ἰατρικὴν τέχνην ἐν ταῖς πράξεσιν ἀποφαίνει στοχαστικὸν, ὡς τὸ ποσὸν ἑκάστου τῶν βοηθηµάτων. εἰδότες γοῦν ἀκριβῶς πολλάκις ὡς καιρὸς τοῦ δοῦναι τροφὴν ἢ ποτὸν ἤτοι θερµὸν ἢ ψυχρὸν ἐνέστηκεν, ὁπόσον χρὴ δοῦναι βεβαίως οὐκ ἴσµεν. ὡσαύτως δὲ κᾀπὶ τῶν καθαιρόντων φαρµάκων, ὅτι ἤτοι χολῆς ξανθῆς, ἢ µελαίνης, ἢ φλέγµατος, ἢ τῶν ὀῤῥωδῶν περιττωµάτων ἐστὶ δοτέον τῷ κάµνοντι κενωτικὸν φάρµακον ἀκριβῶς ἴσµεν ἐνίοτε, πόσον δὲ δοῦναι προσήκει οὐκ ἐπιστάµεθα. ἀλλὰ τοιαύτη µὲν ἡ δόσης ἐπανόρθωσιν οὐδεµίαν ἔχει. τὸ γὰρ ἅπαξ εἰς τὴν γαστέρα καταποθὲν φάρµακον οὐ δύναται µὴ καταπεπῶσθαι πᾶν, οὐδ’ ἔστιν οἷόν τε µᾶλλον ἤδη καθαιροµένου τοῦ ἀνθρώπου µέρος ἀφελεῖν τι τοῦ προσενηνεγµένου. ἐπὶ δὲ τῆς φλεβοτοµίας ἀγαθὸν τοῦτο µέγιστον ὑπάρχει, παύειν ὁπότε βούλοιο τὴν κένωσιν, εἶτ’ αὖθις πάλιν ἐν ᾧπερ ἂν ἐθελήσεις καιρῷ ῥεῖν ἐπιτρέπειν, ἄχρις ἂν ὀρθῶς ἔχειν σοι φαίνηται. διόπερ ἄµεινον ἐστὶν, ἐὰν µηδὲν ἐπείγῃ, τὴν πρώτην ἀφαίρεσιν ἐλλιπέστερον ποιησάµενοι, ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλοιο, καὶ τρίτον. ἐφ’ ὧν οὖν ἐστὶ κενώσεως µὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ’ ἡ δύναµις, ἐπὶ τούτων προσήκει ταµιεύεσθαι τὴν κένωσιν, ὥσπερ ἀµέλει κᾀπὶ τῶν πλῆθος ἐχόντων ὠµοτέρων χυµῶν ἐθεάσασθέ µε πράττοντα. κενώσας γὰρ ὀλίγον αἷµα εὐθέως δίδωµι µελικράτου καλῶς ἡψηµένου µετά τινος τῶν λεπτυντικῶν φαρµάκων ἢ ὑσσώπου ἢ ὀριγάνου καὶ ποτὲ καλαµίνθης, ἢ γλήχωνος, ἢ καὶ µετὰ τοῦ µελικράτου, ἢ ὀξυµέλιτος, ἢ ὀξυγλυκέως, εἶτ’ αὖθις ἐπαφαιρῶ ποτὲ µὲν ἐπὶ τῆς αὐτῆς ἡµέρας, ἐνίοτε δὲ κατὰ τὴν ὑστεραίαν, ἐν ᾗ πάλιν ὁµοίως διδοὺς τῶν εἰρηµένων τι φαρµάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ τὴν τρίτην ἡµέραν δὶς ὡσαύτως. ἀλλ’ ὅταν ᾖ ζέοντος αἵµατος πλῆθος, ἀνάπτον ὀξύτατον πυρετὸν, ἀθρόας ἐστὶ κενώσεως χρεία. καὶ τοῦτο χρὴ πειρᾶσθαι κενοῦν, ἄχρι λειποθυµίας, ἐπισκεψάµενον τὴν ῥῶσιν τῆς δυνάµεως. ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελεῖν εὐθέως ἤτοι κατὰ τὴν δευτέραν ἢ τὴν τρίτην ἢ τὴν τετάρτην ἡµέραν. ἐνίοτε καὶ κατὰ τὴν πρώτην αὐτὴν, ὅταν µὲν πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς ἢ τὰ µέσα, καλῶς δ’ ᾖ πεπεµµένα τὰ κατὰ τὴν προτεραίαν ἐδηδεσµένα. τινῶν δὲ κατὰ τὴν προτεραίαν ἀνωµαλίαν ἵδρωτα ἢ ἄλγηµα κεφαλῆς ἢ ἄλλου τινὸς µέρους ᾐτιασµένων, καὶ διὰ τοῦτο ἐνδεῶς διαιτηθέντων, ἀρχοµένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκούσης, οἶδα κατὰ τὴν πρώτην ἡµέραν τελευτῶσαν ἀφελὼν αἵµατος. ἐφ’ ὧν γὰρ ἄν σοι φαίνη-ται ζέοντος αἵµατος πλῆθος, ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκήψει µόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τεµεῖν ἐνίοτε φλέβα. γελοῖον γὰρ ὅπερ οἱ πολλοὶ πράττουσιν ἀπὸ δευτέρας ὥρας ἡµέρας ἄχρι ε′ ἢ στ′ ἀφαιροῦντες µόνον αἵµατος, ἐν ἄλλῳ δ’ οὐδενὶ χρόνῳ οὓς εἰ µὴ καὶ κλυστῆρσι καὶ τροφῆς προσφορᾷ καὶ τοῖς ἄλλοις βοηθήµασιν ἑώρων χρωµένους ἐν ἅπαντι καιρῷ τῆς νυκτὸς, ἐνῆν ἄν µοι χαλεπὸς ὁ πρὸς αὐτοὺς λόγος. ἐπεὶ δὲ πάντα πράττοντες οὐ τὸν ὡρισµένον ἀριθµὸν ὡρῶν ἕνα καὶ κοινὸν ἐπὶ πάντων τῶν νοσούντων, ἀλλ’ ὡς ἂν ὑπαγορεύῃ τὸ πάθος ἐπὶ µόνης τῆς φλεβοτοµίας τὸν εἰρηµένον ἀρτίως ἀεὶ περιµένουσι καιρὸν, εὐφωρότατον ἴσχουσι τὸ σφάλµα. τοὺς οὖν οὕτω διακειµένους ἀῤῥώστους, ὡς εἰρήκαµεν, προσήκει µέχρι λειποθυµίας ἄγειν. ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας µὲν ἐξ ἀνάγκης ἐπὶ τῇ λειποθυµίᾳ, προσγενοµένων δὲ νοτίδων ἐν ὅλῳ τῷ σώµατι καὶ τῆς γαστρὸς καταῤῥαγείσης ἐν τάχει παυσαµένους τῆς νόσου. προσέχειν µέντοι καλῶς ἔχει τῇ καθαιρέσει τῶν σφυγµῶν, ἐφαπτόµενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵµατος, ὥσπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων εἴωθα πράττειν τῶν φλεβοτοµουµένων, ὅπως µή ποτε λάθῃς αὐτὸν ἀντὶ λειποθυµίας θάνατον ἐργασάµενος, ὅπερ οἶδα τρισὶν ἰατροῖς γενόµενον. ἐφλεβοτόµησεν εἰς µὲν αὐτῶν γυναῖκα πυρέττουσαν, ἑκατέρος δὲ τῶν ἄλλων ἄνδρα µέχρι λειποθυµίας τοσαύτης ὡς µηκέτι ἀναληφθῆναι. καὶ διὰ τοῦτο αὐτὸ βέλτιόν ἐστι φυλάττεσθαι τὰς ἀθρόας κενώσεις, εἰ µή τις ἀνάγκη µεγάλη κελεύῃ. καὶ µέντοι καὶ ἡ ἀντίσπασις οὐ µικρὸν οὖσα βοήθηµα καὶ διὰ φλεβοτοµίας γιγνοµένη πολλάκις ὅσῳ περ εἰς ἀριθµὸν πλέονα τὰς κατὰ µέρος ἀφαιρέσεις αὐξήσεις, τοσοῦτον δραστικώτερον γίνεται. ταῦτα µὲν οὖν ἀµείνω προεγνῶσθαι.

13. Πάλιν δὲ ἐξ ἀρχῆς ἀνελθόντες ἐπὶ τὸ προκείµενον σκέµµα διέλθωµεν ὅσα γιγνώσκοµεν ἀναγκαιότατα βουλοµένοις ἀβλαβεῖς ἀεὶ τὰς φλεβοτοµίας ἐργάζεσθαι. πρῶτον µὲν ἐπίστασθαι προσήκει τοὺς εἰρηµένους σκοποὺς τοῦ βο-ηθήµατος αὐξοµένους µὲν ἐνδείκνυσθαι πλέονα κένωσιν, ἐκλυοµένους δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως, εἰς ὅσον ἐµειώθησαν αὐτοί. µέγεθος οὖν νοσήµατος ἅµα ῥώµῃ δυνάµεως οἱ πρῶτοι σκοποὶ φλεβοτοµίας ἦσαν, ὁ µὲν ὡς ἐνδεικνύµενος αὐτὸς ἃ χρὴ πράττειν, ὁ δ’ ὡς οὐ κωλύων ἐκεῖνον, ὅπερ ἀντιενδείκνυσθαι καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν. ἐνίοτε γὰρ ἡ µὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτοµίαν, ἡ δ’ ἀῤῥωστία τῆς δυνάµεως κωλύει. τούτων δ’ ἀµφοτέρων τῶν σκοπῶν ὑπαρχόντων, δῆλον µὲν, ὡς ἐλέχθη πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυµῶν ὠµῶν τοσούτων τε καὶ τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθηµα. συνεπισκέπτεσθαι δ’ ἐφεξῆς ὁποία ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς µὲν γὰρ µεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε µετρίως καὶ µὴ λευκοὺς µηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’ ἐναντίους φειδοµένως. αἷµά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτοµήσεις µέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας, µετὰ δὲ ταύτην ἐὰν αἷµα πάµπολύ τε φαίνηται ποτὲ ἠθροισµένον, ἥ θ’ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον φύσει καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιµος, ἀφαιρήσεις ἔτι µᾶλλον αἷµα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευµονίας, ἢ συνάγχης, ἢ πλευρίτιδος, ἢ τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήµατος. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον. ἐὰν δέ σοι µετὰ ταῦτα ἐπισκεπτοµένῳ δόξῃ τὰ τῆς δυνάµεως ἰσχυρὰ διαµένειν, ἥµισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν. ἔµαθες δὲ τῷ σφοδρῷ σφυγµῷ µετὰ ὁµαλότητος ὡς ἀψευδεῖ σηµείῳ πιστεύειν περὶ δυνάµεως ἰσχυρᾶς, ἐξ ἐπιµέτρου δὲ καὶ τῷ µεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδοµηκοντούτας φλεβοτοµήσεις ὧν εἴρηκα σφυγµῶν παρόντων, ἐπειδὰν ἡ διάθεσις κελεύῃ. εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε πολύαιµοί τινες ἅµα ῥώµῃ δυνάµεως, ὥσπερ ἕτεροι ξηροὶ, καὶ ὀλίγαι µοι καὶ ῥᾳδίως µελαινόµενοι πᾶν τὸ πληγὲν µέρος. οὐ προσέξεις οὖν τῷ ἀριθµῷ µόνον, καθάπερ ἔνιοι προσέχουσιν, ἀλλὰ τῇ τοῦ σώµατος ἕξει. καὶ γὰρ ἑξηκο-ντοῦταί τινες οὐκέτι φέρουσι φλεβοτοµίαν, ἑβδοµηκοντοῦται δὲ φέρουσιν. ἀλλὰ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων, εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνονται διάθεσιν ἀκµαστικῷ σώµατι.

14. Κάλλιστον µὲν πρὸ τοῦ διαιρεῖν τὴν φλέβα τὰ τοιαῦτα πάντα ἐπισκέπτεσθαι, καὶ µάλιστα περὶ αἱµοῤῥοΐδων ἐπισχοµένων καὶ γυναικείας καθάρσεως. ὁπότε γὰρ σχασθείσης τῆς φλεβὸς ῥέῃ τὸ αἷµα, τῇ µεταβολῇ µὲν αὐτοῦ, καὶ µάλισθ’ ὅταν ᾖ ἤδη φλεγµονὴ, καὶ τῷ τόνῳ δὲ τῆς ῥύσεως ὁκλάζοντι, µάλιστα δὲ τῇ µεταβολῇ τῶν σφυγµῶν ὡς ψευδεῖ γνωρίσµατι προσέχειν δεῖ τὸν νοῦν καὶ παύειν αὐτίκα µεταβάλλοντος ἢ κατὰ µέγεθος ἢ κατὰ ἀνωµαλίαν ἡντινοῦν. περὶ µὲν γὰρ τῆς εἰς ἀµυδρότητα µεταβολῆς τί δεῖ καὶ λέγειν; ἔµαθες γὰρ ἐν τῇ ποιότητι ταύτῃ βεβαίαν γίγνεσθαι διάκρισιν ἰσχυρᾶς τε καὶ ἀσθενοῦς δυνάµεως. ἐφ’ ὧν δὲ ἐγγὺς τῆς διαιρουµένης φλεβὸς ἐστί τις φλεγµονὴ µεγάλη, κάλλιστον ἀναµένειν τὴν µεταβολὴν τοῦ αἵµατος ἔν τε τῇ χροιᾷ καὶ τῇ συστάσει, καθάπερ καὶ ὁ ῾Ιπποκράτης ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ πλευρίτιδος ποιούµενος τὸν λόγον. ἕτερον γάρ ἐστι τὸ κατὰ φλεγµονὴν αἷµα τοῦ κατὰ φύσιν, ἐπιθερµαινόµενον ἐπιπλέον, εἰ µὲν ἦν ἔµπροσθεν ὠµότερον, ἐρυθρότερον καὶ ξανθότερον γίνεται, εἰ δὲ τοιοῦτον ἦν ἔµπροσθεν, ἐπὶ τὸ µέλαν ἐκτρέπεται κατοπτώµενον, διὰ τοῦτο ἔγραψεν ἐπὶ τῶν πλευριτικῶν ὁ ῾Ιπποκράτης ὧδε· ὁποίαν δὲ χρὴ τέµνειν τὴν ἐν ἀγκῶνι φλέβα τὴν εἴσω καὶ µὴ ὀκνεῖν συχνὸν ἀφαιρήσειν, ἔστ’ ἂν ἐρυθρότερόν τε καὶ ξανθότερον πολὺ ῥυῇ, ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀµφότερα γὰρ γίνεται, σηµεῖον γὰρ τίθεται τοῦ µετειλῆφθαί τι τοῦ κατὰ τὴν φλεγµονὴν αἵµατος εἰς τὴν τετµηµένην φλέβα, τῷ φανῆναι µεταβολὴν ἐν αὐτῷ. οὐ µὴν ἐκ παντὸς τρόπου περιµένειν χρὴ ταύτην, ἀλλ’ ἔσθ’ ὅτε καὶ πρὸ τοῦ γενέσθαι παύεσθαι προσήκει διὰ διττὴν αἰτίαν, ἤτοι δυνάµεως ἀῤῥωστούσης ἢ κακοήθους φλεγµονῆς, ἐνίοτε γὰρ οὐδὲν µεθίησιν, ἀλλὰ ἔσφικται σφοδρῶς. εἰ µέντοι ἡ δύναµις µὴ φαίνοιτο καταλυοµένη διὰ τῆς κενώσεως, εἴδη δὲ τοῦτο τῶν σφυγµῶν ἁπτόµενος, ὅταν φλεβοτοµούµενος ἀκµάζων εἴη, περιµένειν προσήκει τὴν µεταβολὴν, καὶ µᾶλλον εἰ τὸ περιέχον εὔκρατον εἴη. δύο γάρ ἐστι ταῦτα δι’ ἃ µάλιστα γίγνεται στοχαστικὸν τὸ ποσὸν τῆς κενώσεως ἐν τούτῳ τῷ βοηθήµατι, τοῦ τε κάµνοντος ἡ φύσις ὁποία τίς ἐστιν ἀδυνατούντων ἡµῶν ἀκριβῶς διαγνῶναι, τοῦ τε περιέχοντος ἡ κρᾶσις ὁποία τις ἔσται µετὰ τὴν φλεβοτοµίαν. ὁπόταν γὰρ ἡ µὲν πυρετώδης θερµασία διαφορῇ πολὺ τοῦ αἵµατος, ἐνδεῶς δ’ ὁ κάµνων ᾖ διαιτώµενος, ἐξ ἀνάγκης ἐπιλείπῃ ταχέως αὐτὸν ἡ ἐκ τοῦ αἵµατος τροφὴ, κᾀν τούτῳ καταλυθῇ ἡ δύναµις. ἐκδαπανᾶται δὲ διὰ µὲν τὴν κρᾶσιν τοῦ νοσοῦντος, ὑγράν τε καὶ θερµὴν οὖσαν, οἵα περ ἐστὶ καὶ ἡ τῶν παίδων, διὰ δὲ τὸ περιέχον ἐν χώρᾳ θερµῇ καὶ ὥρᾳ θερινῇ. διὰ τοῦτ’ οὖν ἔλαττον ἀφαιροῦµεν ἢ τὸ πλῆθος ὑπαγορεύει, κατὰ µὲν τὰς ἡλικίας ἐπὶ τῶν παίδων, κατὰ δὲ τὰς ἕξεις τοῦ σώµατος ἐπὶ τῶν ἁπαλοσάρκων καὶ λευκῶν, οἷοί περ εἰσὶν οἱ Κελτοὶ, κατὰ δὲ τὰς ὥρας ὑπὸ τοῦ κυνός. παραπλησίως δὲ κατὰ τὰ χωρία καὶ τὰς καταστάσεις. καθ’ ἕτερον δὲ τρόπον, ὡς εἴρηται καὶ ἔµπροσθεν ἐπὶ τῶν ἐναντίων, ὅπερ ἐστὶν ἐπὶ τῶν ψυχρῶν ὡρῶν τε καὶ χωρῶν, εὐλαβούµεθα κένωσιν δαψιλῆ διὰ τὴν ἑποµένην κατάψυξιν. οὔκουν οἷόν τε διὰ γραφῆς ἐφ’ ἑκάστῳ τῶν εἰρηµένων ἓν ἀφορίσαι κενώσεως µέτρον. οἶδα γὰρ ἐπ’ ἐνίων µὲν αὐτάρκως ἀφελεῖν στ′ λίτρας αἵµατος, ὡς τόν τε πυρετὸν αὐτίκα σβεσθῆναι καὶ µηδεµίαν ἀκολουθῆσαι κάκωσιν τῆς δυνάµεως· ἐπ’ ἐνίων δὲ µίαν καὶ ἡµίσειαν οὐκ ἄνευ τοῦ βραχύ τι παραβλάψαι τὴν δύναµιν, ἐφ’ ὧν εἰ δύο τις ἐκένωσεν, ἔβλαψεν ἂν ἐσχάτως. διὰ τοῦτ’ οὖν οἶδα καὶ µίαν ἀφῃρηκὼς λίτραν ἐνίοτε ὠφελίµως, καί ποτε καὶ ταύτης ἐλάττονα, ἀπὸ φλεβὸς κατ’ ἀγκῶνα καὶ ἰγνύαν καὶ ἀστράγαλον, ὡς ἔκ τε τῶν παρὰ τοὺς µεγάλους κανθοὺς τῶν ὀφθαλµῶν ἢ ὑπὸ τὴν γλῶτταν, οὐδὲ ῥεῖν εἴωθεν ἀξιόλογον, ὥσπερ οὐδ’ εἴ τις ἐν ποσὶν ἢ ἄκραις χερσὶ τέµνει φλέβα, καθάπερ καὶ οἱ σπλῆνα θεραπεύσασθαι νοµίζοντες ὑπὸ τῆς παρὰ τὸν δεύτερον τῶν µικρῶν δακτύλων φλεβὸς τµηθείσης, ὑπὲρ ἧς ἐπιπλέον ἐφεξῆς εἰρήσεται.

15. ῞Οσα οὖν καὶ περὶ τούτου τοῦ σκέµµατος εἴρηται τοῖς ἰατροῖς εἰ γράφοιµι, δεήσει µοι βιβλίου µεγάλου, καθ’ ἑαυτὸ δὲ πληρουµένου. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων ἃ µέχρι δεῦρο τοῦ λόγου διώρισται, τὴν ἐµαυτοῦ γνώµην ὑµᾶς ἀνέµνησα, τεθεαµένους ἐπὶ τῶν ἔργων αὐτὴν µαρτυρουµένην, οὕτω καὶ νῦν πράξω, τὴν ἀρχὴν τοῦ λόγου ποιησάµενος ἐκ τῶν ἐναργῶς ὁσηµέραι θεωρουµένων ἐπὶ τῶν καµνόντων, ἃ πρῶτος ῾Ιπποκράτης ἀκριβῶς παραφυλάξας ἔγραψεν. ἔστι δὲ αὐτῶν ἓν µὲν καὶ πρῶτον κεφάλαιον· ὅσα κατ’ ἴξιν αἱµοῤῥαγεῖ, µεγίστην ὠφέλειαν ἐπιφέρειν τοῖς νοσοῦσιν. τὸ δὲ κατ’ ἴξιν ὅτι κατ’ εὐθὺ λέγει, πᾶσιν ὡµολόγηται, σαφῶς αὐτοῦ κεχρηµένου πολλάκις ἐπὶ τοῦδε τοῦ σηµαινοµένου τῇ κατ’ ἴξιν φωνῇ. τὰ δ’ ἀνάπαλιν αἱµοῤῥαγοῦντα µηδὲν ὠφελεῖν ἢ καὶ βλάπτειν ἐνίοτε τῷ καταλῦσαι τὴν δύναµιν ἄνευ τοῦ τὸ πάθος κουφίσαι. οὔτε γὰρ ἐπὶ σπληνὶ µεγάλῳ µυκτὴρ δεξιὸς αἱµοῤῥαγήσας οὔτε ἀριστερὸς ἐφ’ ἥπατι φέρει τινὰ ὠφέλειαν, ἀλλὰ ἀντίσπασις µὲν ἐν τοῖς κατ’ εὐθὺ ἀντισπωµένοις ἐναργῆ τὴν ὠφέλειαν ἐν τάχει δεικνύει, ἐπὶ δὲ τοῖς ἀνάπαλιν οὐκέτι. δεξιοῦ µὲν οὖν αἱµοῤῥαγοῦντος µυκτῆρος ἡ κατὰ τὸ ὑποχόνδριον τὸ δεξιὸν ἐρειδοµένη συκία σαφῶς ἵστησιν ἐν τάχει τὴν αἱµοῤῥαγίαν, ὥσπερ καὶ ἡ κατὰ τὸν ἀριστερὸν αἱµοῤῥαγοῦντος ἀριστεροῦ. καὶ φλεβοτοµήσας δὲ χάριν ἀντισπάσεως, ἐπὶ µὲν ταῖς κατ’ εὐθεῖαν αἱµοῤῥαγίαις ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν. ἔµπαλιν δ’ εἰ τέµνοις, οὐδὲν ὄφελος.

 

16. Οὕτω τοίνυν καὶ σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράµεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν ἐξ ἀριστερᾶς χειρὸς, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέµνῃς τὴν ἔνδον, ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπραγοῦντα κένωσις αἵµατος ἐξ ἀριστερᾶς χειρὸς, ἄµεινον δὲ µὴ ἅπαξ ἐκκενοῦν τὸ σύµµετρον, ἀλλ’ εἰς δύο µερίζοντας ἡµέρας. οὐ µὴν οἶδα κατὰ τί τοῖς ἰατροῖς ἠµέληται τοῦ φλεβοτοµεῖν τοὺς σπληνώδεις. ἐγὼ γὰρ ἀεὶ µεγάλην ὠφέλειαν ἔγνων γινοµένην, εἰ καὶ λίτραν τις ἐκκενώσειεν µίαν, ἀλλὰ τό γε ποσὸν τῆς κενώσεως ἐκ τῶν προειρηµένων σκοπῶν χρὴ ποιεῖσθαι. καὶ µέν γε κᾀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος πλευροῦ φλεβοτοµία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις, ἡ δὲ ἐκ τῆς ἀντικειµένης χειρὸς ἢ πάντως ἀµυδρὰν ἢ µετὰ χρόνον. ὀδύνας τε πολλάκις ὀφθαλµὸν ἰσχυροτάτας ἐντὸς ὥρας µιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβοτοµία, τῆς ὠµιαίας καλουµένης φλεβὸς τεµνοµένης. πειρᾶσθαι δ’ ἐπὶ πάντων παθῶν ἄµεινον ἦν ἐπὶ ταῖς φλεβοτοµίαις µετρίαις γινοµέναις τὴν καλουµένην ἐπαφαίρεσιν ποιεῖσθαι, ποτὲ µὲν ἐπὶ µιᾶς ἡµέρας, ὅταν οὕτω πράττειν ἐγχωρῇ, ποτὲ δὲ καὶ κατὰ τὴν ὑστεραίαν, πλὴν εἴποτε, ὡς ἔµπροσθεν εἴρηται, µέχρι λειποθυµίας ἄγειν τὴν κένωσιν ἐπιχειροῖµεν. ἐπὶ µὲν οὖν τῶν ὀφθαλµῶν ἥ τ’ ὠµιαία καλουµένη φλὲψ ἥ τ’ ἐπ’ αὐτῆς κατασχιζοµένη κατ’ ἀγκῶνα τµηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέλειαν ἐπιφέρουσιν. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας, ἢ πνεύµονος, ἢ διαφράγµατος, ἢ σπληνὸς, ἢ ἥπατός τε καὶ γαστρὸς, ἢ διὰ µασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουµένη. τέµνειν δὲ καὶ ταύτην, µάλιστα µὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ µὴ, τὴν ἀπ’ αὐτῆς ἀποσχιζοµένην εἰς τὴν καµπὴν τῆς διαρθρώσεως. ἴστε δή που µικρὸν ἔµπροσθεν ἀπὸ τῆς ὠµιαίας φλεβὸς ἀποσχίζεσθαι τὴν προειρηµένην συνάπτουσαν αὐτήν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ’ ἀγκῶνα φλεβοτοµίας εἰσὶν, ὅ τ’ ἔνδον καὶ ὁ ἐκτὸς καὶ ὁ µέσος. ὁ µὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιµος, ὁ δὲ ἐκτὸς ἐπὶ τῶν ὑπὲρ τούτων ἢ προσώπου ἢ κεφαλῆς. ὁ µέσος δὲ τόπος ἐνίοτε µὲν ἀµφοτέρας ἔχει τὰς ἀπεσχισµένας φλέβας, εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινοµένας, εἶτ’ ἐνταῦθα συναπτοµένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταυτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν καµπὴν τῆς διαρθρώσεως, ἔστι δ’ ὅτε σαφῆ µὲν τὴν ἑτέραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν ἀσαφεστέρας οὔσης τῆς οἰκείας τῷ πάσχοντι µορίῳ φλεβὸς, ἐπί τινα τῶν µέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζοµένην τῆς οἰκείας τέµνειν µᾶλλον. ἔστι δ’ ὅτε καὶ τὰς κατωτέρας τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ὅσαι κατὰ τὸν πῆχύν εἰσι, διαιρεῖν οὐδὲν κωλύει µὴ φαινοµένων τῶν κατ’ ἀγκῶνα. καὶ τούτων αὐτῶν τὰς κατ’ εὐθὺ τοῖς πεπονθόσιν, οὕτω δ’ ἐναργῆ διὰ ταχέων ἐνίοτε τὴν ὠφέλειαν αἱ κατ’ εὐθὺ τῶν πασχόντων µορίων φλεβοτοµίαι φέρουσιν, ὥστε καὶ τοὺς πάσχοντας αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν ἐκπλήττεσθαι πολλάκις.

17. ᾿Εγὼ γοῦν οἶδα ποτε παρακληθεὶς ὑπό τινος οἰκοῦντος ἐν προαστείῳ τῆς ῾Ρωµαίων πόλεως ἀνδρὸς πλουσίου, θεάσασθαι τινὰ τῶν διοικούντων αὐτοῦ τὰ πράγµατα, κινδυνεύοντα τυφλωθῆναι, τοῦτο γὰρ ἐκεῖνος ἔλεγεν, ὀδυνώµενόν τε µεγάλως καὶ τοῦτο πάσχοντος σχεδὸν ἡµερῶν κ′. ἦν δ’ ὁ τῆς οἰκίας τοῦ πλουσίου προϊστάµενος ἰατρὸς ᾿Ερασιστράτειος. ἔργον πεποιηµένος ἀπέχεσθαι φλεβοτοµίας ἀεί. θεασάµενος οὖν ἐγὼ τὸν πάσχοντα, νεανίσκον ὄντα πολύαιµον, ἀνελκώτους µὲν ἔτι τοὺς ὀφθαλµοὺς ἔχοντα, φλεγµονὴν δὲ µεγίστην ἔχοντα καὶ ῥεῦµα καὶ δασύτητα ἐν ἀµφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη τινὰς, ὑφ’ ὧν ἐπισκοτούµενος ἔτι καὶ µᾶλλον ὠδυνᾶτό τε καὶ παρωξύνετο τὴν φλεγµονὴν καὶ τὸ ῥεῦµα. ταῦτα θεασάµενος ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν µὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν τριῶν ἡµερῶν τοὐλάχιστον οὐκ ἐκ µακρῶν διαλειµµάτων ὑπ’ ἐµοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡµέρας ἐµοί. καὶ µὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσοµαι καὶ ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που ὥρας ε′ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵµατος λίτρας γ′, εἶτα ἄλλην µίαν ὥρας θ′. ἐν αἷς ἀνακαλύψας µεγάλως ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυρίων µιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαµεν ἐπὶ τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς µίλης τοῦ πυρῆνος ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνοµένης. ἐπράχθη δὲ τοῦτο πρῶτον µὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θ′. ἐφ’ αἷς ὑπαλείψεσιν ἐλούσατο περὶ δυσµὰς ἡλίου, κἄπειτα κατὰ τὴν ὑστεραίαν ἐκστραφέντων τῶν βλεφάρων, ὑπηλείψατο δὶς ἐπιµιχθέντος τῷ ἁπαλῷ κολλυρίῳ πολὺ πλείονος τοῦ δι’ οἴνου, καὶ µετὰ ταῦτα εἰς ἑσπέραν ἐλούσατο. κατὰ δὲ τὴν ἑξῆς ἡµέραν ἕωθεν ἀπαντήσας τῷ πλουσίῳ κατά τι χωρίον ἔνθα τῶν ὀχηµάτων ἀποβαίνειν εἰσὶν εἰθισµένοι, προσηγόρευσεν αὐτῷ, ἀνεωγόσι τε καὶ ἀφλεγµάντοις καὶ ἀρευµατίστοις τοῖς ὀφθαλµοῖς, ὁ πρὸ δύο ἡµερῶν οὐδὲ διανοῖξαι τὰ βλέφαρα δυνάµενος ὑπὸ τοῦ ῥεύµατός τε καὶ τῆς ὀδύνης. ἔδοξεν οὖν τὸ πρᾶγµα µαγείᾳ τινὶ γεγονέναι παραπλήσιον, ὥστε ἐκεῖνόν τε αὐτὸν ἀνακραγεῖν θαυµάζοντά τε τὸ τάχος τῆς θεραπείας, ἅπαντάς τε τοὺς µετ’ αὐτοῦ παραπλησίως βοᾷν, οὐχ ἡµῶν µέγα τι ποιησάντων, ἀλλ’ ἐκ τῆς πρὸς τὸν οἰκεῖον ἰατρὸν αὐτοῦ παραβολῆς µέγιστα κακὰ ὁρῶντα διὰ τὸ τῆς φλεβοτοµίας δέος. ἔχρῃζε µὲν γὰρ ὁ κάµνων ἀποσµηχθῆναι τὰς ἐκ τῶν βλεφάρων δασύτητάς τε καὶ τραχύτητας, ἀδύνατον δ’ ἦν τοῦτο γενέσθαι χωρὶς φαρµάκου δάκνοντος. οὐδὲν δ’ ἐδύνατο φέρειν τοιοῦτον ἄνευ τοῦ προκενωθῆναι. λέλεκται γὰρ ἤδη καὶ δέδεικται πολλάκις ἡµῖν ὡς ἅπαντα τὰ δριµέα φάρµακα προσφερόµενα µορίοις τισὶν, ἐὰν µὴ κενὸν ᾖ τὸ σῶµα πᾶν καὶ ἀκριβῶς ἀπέριττον, ἐπισπᾶται ῥεῦµα καὶ φλεγµονὴν ἐργάζεται. τότε δ’ ὁ πλούσιος ἐπυνθάνετο τίς ἡ οὖν µαγεία τῆς θεραπείας ἐγίνετο, καὶ πάντ’ ἀκούσας τὰ πραχθέντα, ἀπ’ ἐκείνου τὸν ᾿Ερασιστράτειον ἰατρὸν αἱµοφόβον ὠνόµαζεν. αὕτη µὲν οὖν ἡ διήγησις ἀµφοῖν ἔνδειξιν ἔχει, τοῦ τε χρῆναι φλεβοτοµεῖν τὰς τοιαύτας διαθέσεις, ὅπερ οὐκ ἦν ἡµῖν προκείµενον ἐν τῷ παρόντι λόγῳ, τοῦ τε φλεβοτοµεῖν χρῆναι κατ’ εὐθὺ τῶν πασχόντων µορίων καὶ τὰς ὠµιαίας ἐντέµνειν φλέβας ἐπὶ τῶν ἀνωτέρων µερῶν τοῦ θώρακος πασχόντων.

18. ῞Ωσπερ δὲ τὰ προειρηµένα πάντα µόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτοµίαις, ὡς εἴρηται, γιγνοµέναις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ἐπ’ ἰγνύων τε καὶ σφυρῶν. ἔστι δὲ τῶν προειρηµένων κατωτέρω τὰ κατ’ ἰσχίον τε καὶ κύστιν καὶ µήτραν. νεφροὶ δὲ ἐπαµφοτερίζουσι κάτω µὲν ὄντες ἤδη τῶν πρότερον εἰρηµένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος ἐνίοτε φλεβοτοµίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγµονὴ πρόσφατος εἴη καὶ πλῆθος αἵµατος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου χρὴ τέµνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δὲ τῆς µήτρας φλεγµοναὶ µᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι φλεβῶν τεµνοµένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι µοχθηρόν. ἐπέχουσι γὰρ ἐµµήνους καθάρσεις, ἀντισπῶσαι τὸ αἷµα πρὸς τὰ τοῦ σώµατος ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ µόνον ἀντισπάσαι, ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταµήνια. καὶ ὅταν γε τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ γυναικὶ περιόδου, προλαβὼν ἡµέρας ὡσεὶ γ′, ἢ δ′, ἤτοι φλέβα τεµὼν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ ἑτέρου τῶν σκελῶν ἀποκένωσον ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ θατέρου σκέλους, αὖθις ὁµοίως κένωσον ἅµα τῷ καὶ προνοεῖσθαι τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡµέραις, ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ πέντε. γέγραπται δέ µοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς κατὰ ἰδίαν λόγος. ἀλλὰ γυναιξὶ καὶ ἄνευ τοιαύτης διαίτης ἱκανὰ προτρέψαι καταµήνια καὶ καλαµίνθην καὶ γλήχωνα. διδόναι δὲ αὐταῖς ἀφεψῶν ἐν µελικράτῳ καὶ ξηρὰ κόπτων καὶ διάττων λεπτῷ κοσκίνῳ καὶ τρίβων γε πάλιν χάριν τοῦ ποιῆσαι χνοῶδες, ἐπιπάττε τῷ µελικράτῳ. καιρὸς δὲ τῆς πόσεως ἄριστός ἐστι µετὰ τὸ βαλανεῖον, περιβεβληµέναις ταῖς σίνδοσι. ταῦτα µὲν οὖν ἐπιεικῆ φάρµακα, σφοδρότερα δὲ βράθυ καὶ δίκταµον. ἡ δὲ χρῆσις ὁµοία τοῖς προειρηµένοις. δίδοται δ’ ἐν τούτῳ τῷ καιρῷ καὶ τὸ πικρὸν ἰδίως ὀνοµαζόµενον φάρµακον, ὃ τὰς ρ′ ἔχει τῆς ἀλόης µιγνυµένας ταῖς τῶν ἄλλων φαρµάκων ἓξ ἑκάστου. κάλλιστον δ’ ἐστὶν ὅταν λάβῃ κινάµωµον. ταῦτα µὲν ἐν παρέργῳ λελέχθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, διότι τῇ τοῦ αἵµατος ἐκ µήτρας φορᾷ συνεργεῖ, µετὰ τῆς ἀπὸ τῶν σκελῶν κενώσεως, ἤτοι τῶν σφυρῶν ἀµυττοµένων ἢ φλεβὸς τεµνοµένης παρὰ τὸν ἀστράγαλον ἢ κατ’ ἰγνύαν. οἶδα δὲ καὶ ἰσχιάδας ἐν ἡµέρᾳ µιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι µὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωµένων αἵµατος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγένοντο. διὸ καὶ συµφορώτερον τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτοµίας ἢ ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειµένοις. ἀποχάραξις δ’ αὐτοὺς οὐδὲν ὀνίνησι σαφές.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39 
Рейтинг@Mail.ru