bannerbannerbanner
полная версияСочинения. Том 4

Гален
Сочинения. Том 4

Полная версия

6.6.53. ἀλλ’ ἐπεὶ τῆς κατὰ τὴν ὀσφῦν ἀφώρµηνται τῆς µεγάλης ἀρτηρίας, διὰ τοῦτ’ ἔνιοι τῶν ἀνατοµικῶν ὡς ἐκείνην αὐτὰς ἔφασαν περαίνειν, εἰ µὲν ἀκριβολογοῖτό τις, οὐκ ἀληθεύοντες, εἰ δὲ ὡς εἴρηται νῦν ἀκούοι τῶν λεγοµένων, οὔτ’ ἀκριβοῦντες τοῦ φαινοµένου τὴν διήγησιν οὔτε µέγα τι σφαλλόµενοι.

6.6.54. θαυµαστὸν οὖν εἶναί µοι δοκεῖ τῶν ἀνδρῶν, ὅσοι τὰς µὲν ἀρτηρίας ἁπάσας τὰς κατὰ τὸ χόριόν τε καὶ τὸν ὀµφαλὸν ἐκ τῆς καρδίας πεφυκέναι φασίν —καίτοι οὔτ’ ἐξ ἐκείνης ἐκφυοµένας οὔτ’ ἐκ τῆς µεγάλης τῆς κατ’ ὀσφῦν, ἀλλ’ ἐκ τῶν ἀπ’ ἐκείνης εἰς τὰ σκέλη πεφυκυιῶν—, <τὰς δὲ φλέβας οὐκ ἐκ τοῦ ἥπατος, τὸ µὴ κατανενοηκέναι τὴν ἀτοπίαν· ὁµοίων γὰρ οὐσῶν τῶν ἀποδείξεων, ἑτέρας> ἑτέρᾳ, δίκαιον ἦν, οἶµαι, τὸ ἧπαρ ἀρχὴν τίθεσθαι τῶν κατὰ τὸν ὀµφαλόν τε καὶ τὸ χόριον ἁπασῶν φλεβῶν, ὥσπερ καὶ τὴν καρδίαν ἐθέµεθα τῶν ἀρτηριῶν.

6.6.55. ὅσα γὰρ ἀγγεῖα τῶν ἐξ ἑτέρου πεφυκότων ἐκπέφυκε, τὴν αὐτὴν ἀρχὴν ἐκείνοις ἔχει. πολὺ µᾶλλον οὖν τὸ ἧπαρ ἀρχὴν τῶν φλεβῶν ἐστι θετέον ἢ τὴν καρδίαν τῶν ἀρτηριῶν, ὅσον ἐπὶ τοῖς ἐξ ἀνατοµῆς φαινοµένοις, ἐναργέστερα γὰρ αὐτῷ τὰ τῆς ἀρχῆς ὑπάρχει γνωρίσµατα.

6.6.56. µὴ τοίνυν µηδὲ ἐκεῖνό σε λανθανέτω, διότι πάντως ἂν ἔσφυζον αἱ φλέβες, εἴπερ ἐκ τῆς καρδίας ἐπεφύκεσαν.

6.7.1. ῾Ο λόγος δ’ οὐκέτι µοι πρὸς ᾿Ερασίστρατον ἢ τοὺς ᾿Ερασιστρατείους ἐστίν, ἀλλὰ πρὸς τοὺς ἡγουµένους οὐ διότι πληροῦνται πνεύµατος αἱ ἀρτηρίαι, διὰ τοῦτο διαστέλλεσθαί τε καὶ σφύζειν αὐτάς, ἀλλὰ διότι διαστέλλονταί τε καὶ σφύζουσι, διὰ τοῦτο πληροῦσθαι.

6.7.2. κοινὸν µὲν οὖν τουτὶ τὸ δόγµα πολλῶν τ’ ἐστὶ καὶ δοκίµων ἀνδρῶν, ὥσπερ γε καὶ ὅτι τὴν δύναµιν ἐκ τῆς καρδίας οἱ χιτῶνες τῶν ἀρτηριῶν τοῦ διαστέλλεσθαι καὶ συστέλλεσθαι λαµβάνουσιν.

6.7.3. ἀπεσχίσθη<σαν> δ’ [οὖν] οὐκ οἶδ’ ὅπως αὐτῶν ἐν τῷδε Πραξαγόρας τε καὶ Φυλότιµος ὁµολογήσαντες τἆλλα, καὶ νοµίζουσι τὸ πάµπαν ἐξ ἑαυτῶν σφύζειν τὰς ἀρτηρίας, ὥστε καὶ εἰ σάρκα τις ἐκτεµὼν ζῴου καταθείη παλλοµένην ἐπὶ τῆς γῆς, ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν τῶν ἀρτηριῶν.

6.7.4. οὔκουν ἐβουλόµην ἐς τοσόνδε διαµαρτεῖν τοῦ φαινοµένου τηλικούτους ἄνδρας ὡς µὴ δύνασθαι διορίσαι παλµὸν σφυγµοῦ. χρὴ δ’ οἶµαι γιγνώσκεσθαι µὲν καὶ τοῦτο τοῖς ἀνδράσι, γιγνώσκεσθαι δὲ καὶ ὡς εἰ µόνην ἐκτέµοις ἀρτηρίαν, οὐ κινεῖται, καθάπερ οὐδ’ εἰ βρόχῳ διαλάβοις ἔτι συνηµµένην τῇ καρδίᾳ.

6.7.5. καίτοι θαυµαστόν, ἡνίκα µέν ἐστιν ἔξω τοῦ ζῴου, µὴ µόνον τῆς καρδίας, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἁπάντων µορίων ἀφῃρηµένης συµπνοίας, ἀκωλύτως σφύζειν αὐτήν, ἡνίκα δὲ συνῆπται πᾶσιν, ἄ<σ>φυκτον γίγνεσθαι βρόχῳ διαληφθεῖσαν.

6.7.6. ἀλλ’ οὐδὲ σάρξ, ὦ θαυµασιώτατε Πραξαγόρα, πάλλεται διὰ παντὸς ἐκτεµνοµένη τοῦ ζῴου. καίτοι τί περὶ τούτου φιλοτιµοῦµαι διελέγχειν αὐτόν; ἀρκεῖ γὰρ ἐπιδεῖξαι µόνας τὰς ἀρτηρίας ἀκινήτους τε καὶ ἀ<σ>φύκτους ἀκριβῶς γενοµένας, ὅταν ἐκτµηθῶσι τοῦ ζῴου. παρὰ τῆς καρδίας οὖν αὐταῖς τὸ κινεῖσθαι.

6.7.7. καὶ τοῦτ’ ὀρθῶς µὲν εἶπε καὶ ὁ ᾿Ερασίστρατος, οὐκ ὀρθῶς δ’ ἐξηγήσατο τῆς κινήσεως τὴν γένεσιν. οὐ γὰρ ὡς ἀσκὸς ἐµφυσώµενος ὑπὸ τῆς καρδίας ἐκθλιβούσης τὸ πνεῦµα πληροῦται τῶν ἀρτηριῶν ἑκάστη, τῷ συνῆφθαι δ’ αὐτῇ καὶ ἐξ ἐκείνης πεφυκέναι τῆς αὐτῆς ὅλῳ τῷ σπλάγχνῳ κεκοινώνηκε δυνάµεως.

6.7.8. ὅτι δ’ ὅλον σφύζει τῆς καρδίας τὸ σῶµα διαστελλόµενόν τε καὶ συστελλόµενον ἐξ ἑαυτοῦ σχεδὸν ἤδη τοῦτο καὶ διὰ τῶν ἀνατοµῶν γνωρίσεις τηνικαῦτα τὸ δεξιὸν αὐτοῦ µέρος ἀναπτύξας.

6.7.9. Γυµνοῦται δ’ ἡ καρδία χωρὶς τοῦ συντρηθῆναι τὸν θώρακα τοῦ ξιφοειδοῦς ἐκκοπέντος, ᾧ ἐγγὺς ἤρτηται τὸ περικάρδιον σκέπασµα· τρίτη δὲ αὕτη τοῦ θώρακός ἐστιν εὐρυχωρία κατὰ µέσα τὰ στέρνα, µηδετέρα οὖσα τῶν ὑπολοίπων δυοῖν.

6.7.10. ἐὰν οὖν ἅµα τε τοῦτο ποιήσῃς καὶ τέµῃς ὄρθιον, ὡς εἴρηται, τὸν δεξιὸν θώρακα, τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐναργῶς ὄψει τὸν σφυγµόν. οὐ λήσεταί σε οὐδὲ τὸ καταφυόµενον εἰς αὐτὴν ἀγγεῖον, ὅπερ ἐστὶν ἀποβλάστηµα τῆς κοίλης, ὁµοίως ταῖς ἀρτηρίαις σφύζον.

6.7.11. εἴτε δὲ τῷ δέχεσθαι δύναµιν ἐκ τῆς καρδίας ἄχρι τοῦ βράττεσθαι ἐπιρ<ρ>έουσαν εἴτε τοῦ αἵµατος τῇ ἐπὶ τἀναντία φορᾷ τῇ κατὰ τὸ δεξιὸν οὖς εἴτε ἄλλῳ τινὶ τρόπῳ τὴν κίνησιν ταύτην ἡ κοίλη φλὲψ λαµβάνει, περιττὸν ἐν τῷ παρόντι σκοπεῖν.

6.7.12. ἱκανὸν γὰρ εἰς τὰ προκείµενα τὸ µὴ διόλου σφύζειν αὐτήν, ὥσπερ τὴν µεγάλην ἀρτηρίαν ἅµα ταῖς ἄλλαις ἁπάσαις ταῖς κατὰ τὸ σῶµα. ὅτι µὲν οὖν οὔτε τῆς πρώτης γενέσεως τῶν φλεβῶν οὔτε τῆς µετὰ ταῦτα διοικήσεώς ἐστιν ἀρχὴ ἡ καρδία, δέδεικται σαφῶς.

6.8.1. ῾Υπόλοιπον δ’ ἐστὶν ὑπὲρ οὗ ἐδόξασάν τινες ἄτοπον µὲν ἱκανῶς, ὅµως δὲ ἀρέσαν ἐνίοις τῶν ἐνδόξων ἰατρῶν, ἐξηγήσασθαι µὲν πρότερον, ἐπιδεῖξαι δ’ ἔτι καθ’ ὅ τι διηµάρτηται.

6.8.2. φασὶ γάρ, ὥσπερ ὁδοῦ τις ἀρχὴ λέγεται, κατὰ τὸν αὐτὸν τρόπον ἐγχωρεῖν εἶναί τινα καὶ φλεβῶν ἀρχήν, οὐδὲν κωλῦον εἰ καὶ τελευτὴν ὀνοµάζοι τις αὐτήν· ἐν γὰρ τῷ πρός τι· τὴν τοιαύτην ἀρχὴν εἶναι τὰς ᾿Αθήνας.

6.8.3. ἀλλὰ κατὰ τοῦτόν γε τὸν τρόπον οὐχ ἡ καρδία µόνον, ἀλλὰ καὶ πᾶν ἄλλο µόριον ἀρχή τε ἅµα δύναται καὶ τελευτὴ λέγεσθαι τῶν εἰς αὐτὸ καταφυοµένων ἀγγείων· οὕτως οὖν καὶ ἡ καρδία τῆς κοίλης φλεβὸς οὐδὲν <ἂν> µᾶλλον ἀρχὴ ἢ τελευτὴ νοµίζοιτο.

6.8.4. τῆς δ’ ἐπὶ ταῖς πύλαις οὐδαµῶς ἂν ἀρχὴ νοµίζοιτο µήτ’ αὐτῆς ἐκείνης τῆς φλεβὸς εἰς τὴν καρδίαν περαινούσης µήτε τῶν ἀπ’ αὐτῆς ἀποσχιζοµένων µηδεµιᾶς, οὐκοῦν οὐδὲ τῶν καθ’ ὅλον τὸ σῶµα φλεβῶν.

6.8.5. ὥστε διαµαρτάνουσιν οἱ µηδὲν ὧν οἴδασι δέον ὁδῶν µνηµονεύοντες· ἄχρηστος γὰρ ἡ τοιαύτη ζήτησις τοῖς ὑπο-θεµένοις γε χρήσιµον ὑπάρχειν αὐτήν. τὸ µὲν δὴ ἧπαρ ἀρχή τε ἅµα καὶ τελευτὴ συναπασῶν ἔσται τῶν φλεβῶν, ἄλλο δ’ οὐδὲν οὔτε σπλάγχνον οὔτε µέρος, ὅτι µηδὲ συνεχεῖς εἰσιν αἱ καθ’ ὅλον τὸ σῶµα φλέβες ἑτέρῳ τινὶ µορίῳ.

6.8.6. Πάλιν οὖν ἄνωθεν ἐπὶ κεφαλαίων ἀναλάβωµεν τὸν λόγον· εἰ τὴν τῆς πρώτης γενέσεως ἀρχὴν τῶν φλεβῶν ζητεῖς, ἧπάρ ἐστιν· εἰ τῆς κατὰ τὴν ὕλην διοικήσεως ᾗ τρέφεται τὸ σύµπαν σῶµα καὶ δυνάµεως, οὐδ’ οὕτως ἄλλο τι σπλάγχνον εὑρήσεις ἐπιτηδειότερον ἀρχὴν νοµισθῆναι.

6.8.7. φηµὶ δὲ καὶ τὰς φύσει παρελθὼν ἀρχὰς εἰ τὴν ὡς διδασκαλίας ἀρχὴν ἢ τὴν ὡς ὁδοῦ ἢ ὁπωσοῦν ἄλλως ἐθέλοι<ς> σκοπεῖσθαι, πᾶσαν ἐπίνοιαν ἀρχῆς ἐπιτήδειόν ἐστι δέξασθαι τὸ ἧπαρ. εἰ γὰρ ὄντως τε καὶ φύσει τῶν φλεβῶν ἐστιν ἀρχή, θαυµαστὸν οὐδὲν τοῦτο κατὰ πάντα τρόπον ἀρχὴν αὐτῶν εὑρίσκεσθαι.

6.8.8. ῏Αρ’ οὖν ἤδη καταπαύωµεν ἐνταυθοῖ τὸν λόγον ἢ προστιθῶµεν αὐτῷ κεφάλαιον ἕν τι τῶν ἔµπροσθεν ἀναβληθέντων, ἡνίκ’ ἐλέγοµεν οὐκ ἄν τινα γεγυµνασµένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάµεων λογισµοῖς ἄλλο γενέσεως αἵµατος ἀποφαίνεσθαι σπλάγχνον αἰτιώτερον ἥπατος;

6.8.9. ἄµεινον ἴσως ἐστὶν ὑπὲρ τοῦ πάντ’ εἰρῆσθαι προσθεῖναι, κἂν ὅτι µάλιστα τὸ προκείµενον ἐξ ἀρχῆς ἀποδεδειγµένον ὑπάρχῃ τελέως.

6.8.10. ὅτι µὲν ἀλλοιοῦται τὸ τρέφον εἰς τὴν τοῦ τρεφοµένου µεταβαλλόµενον οὐσίαν, ἡµῖν τε δι’ ἑτέρων ἀποδέδεικται καὶ σχεδὸν ὑπὸ τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων ἀποδέδεικται· ὅτι δ’ εἴπερ ὁ ἐκ τῆς γαστρὸς εἰς ἧπαρ ἀναδιδόµενος χυµὸς αἷµα φαίνεται γιγνόµενος, ἀναγκαῖον ὑπὸ τῆς οἰκείας οὐσίας τοῦ ἥπατος ἐγγίγνεσθαι τὴν ἀλλοίωσιν αὐτῷ, τοῦτ’ οὐκέτι σύµπαντες ὁµολογοῦσιν, ἀλλ’ ἡγοῦνταί τινες αὐτοὺς τῶν φλεβῶν τοὺς χιτῶνας ἐργάζεσθαι τὸ αἷµα.

6.8.11. καίτοι γ’ εἰ ἐκκενώσαις αὐτούς, οὐδὲν ὑµενώδους ἢ νευρώδους οὐσίας θεάσῃ διαφέροντας. ἅσπερ οὖν εἴ τις ὑπὸ νεύρων ἢ ὑµένων ἢ ὀστῶν ἢ χόνδρων ἢ πιµελῆς ἢ ὅλως ἀναίµου σώµατος ἔφασκε γίγνεσθαι τὸ αἷµα, κατέγνωµεν ἂν ἑτοίµως αὐτοῦ, κατὰ τὸν αὐτόν, οἶµαι, τρόπον, εἰ καὶ τοῖς τῶν φλεβῶν χιτῶσι κατὰ τὴν ἑαυτῶν φύσιν ἀναφέροι γένεσιν αἵµατος.

6.8.12. οὐ γὰρ ἐρυθρὸν ἐκεῖνο<ί> γε χυµόν, ἀλλὰ λευκὸν καὶ γλίσχρον ἐργάζεσθαι πεφύκασιν, ἐξ οὗ ἥ τε γένεσις αὐτοῖς ἐστιν ἥ τ’ αὔξησίς τε καὶ θρέψις· ἀποδέδεικται δὲ περὶ τούτων ἐν τῷ προτέρῳ Περὶ σπέρµατος γράµµατι.

6.8.13. καὶ µὴν εἴπερ εἰς ὁµοίαν ἰδέαν τῷ µεταβάλλοντι τὸ µεταβαλλόµενον ἀφικνεῖται, τῆς τοῦ ἥπατος αὐτοῦ σαρκὸς οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον εἰς αἵµατος γένεσιν.

6.8.14. εἰ γὰρ παχυνθείη τὸ αἷµα, σὰρξ ἥπατος ἀκριβὴς ἀπεργασθήσεται.

6.8.15. Πολλὰ δ’ ἀγνοήσαντες, οἶµαι, τῶν φυσικῶν οἱ πλεῖστοι πράγµαθ’ ἡµῖν παρέχουσιν, ὧν ἄλλα τέ τινά ἐστι καὶ τὰ διὰ τῆς Περὶ τῶν φυσικῶν δυνάµεων πραγµατείας ἀποδεδειγµένα.

6.8.16. περιστέλλεται γὰρ ἡ γαστὴρ τοῖς σιτίοις ἕλκουσα τὸν οἰκεῖον ἑαυτῇ χυµὸν ἐξ αὐτῶν, ἔστ’ ἂν ἀπολαύσασα καὶ τελέως ἐµπλησθεῖσα διώσηται τὸ περιττὸν ἅπαν εἰς τὴν νῆστιν.

6.8.17. ἐντεῦθεν δ’ αὖθις ἕλκει τὸ ἧπαρ εἰς ἑαυτὸ προκατειργασµένον αὐτὸν ἐν τῇ γαστρὶ κατὰ τὸν ἔµπροσθεν χρόνον, οὐ µὰ Δία τῆς γαστρὸς ἕνεκα τοῦ ἥπατος ἀλλοιούσης αὐτόν, ἀλλὰ ἀδύνατον εἰς ταὐτὸν ἀλλήλοις ἰόντα δύο σώµατα µὴ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα. δέδεικται γὰρ δὴ καὶ τοῦθ’ ἡµῖν ἐν ἐκείνῃ τῇ πραγµατείᾳ καὶ ὡς τὸ ἰσχυρότερον νικᾷ καὶ µεταβάλλει θάτερον.

6.8.18. ῞Ωσπερ οὖν τὸ τῆς γαστρὸς λείψανον ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ τὸν αὐτὸν τρόπον τοῖς µεθ’ ἧπαρ ἅπασι τὸ τούτου πάλιν αὐτοῦ περιττόν, οὐδ’ οὖν οὐδ’ αὐτοῦ τοῦ ἥπατος ἐκείνων ἕνεκεν ἀλλοιώσαντος τὴν τροφήν, ἀλλὰ καθ’ ὃν εἴρηκα τρόπον, ἡνίκα µεταβάλλοντός τε καὶ ἀλλοιοῦντος ἐπιτηδειοτέρα ἐν τῷδε γίγνεται τοῖς µεθ’ ἧπαρ µορίοις.

6.8.19. ὡς γὰρ αὐτὸ διὰ τῶν φλεβῶν εἵλκυσεν ἐκ γαστρός τε καὶ τῶν ἐντέρων τὴν τροφήν, οὕτως ὅσα µετ’ ἐκεῖνο τέτακται δι’ ἄλλων ἕλκει φλεβῶν εἰς ἑαυτά, κἄπειτ’ αὖθις ἕτερα, καὶ τοῦτο ὑπάρχει γιγνόµενον ἄχρι περ ἂν εἰς ἅπαν ἀφίκηται τοῦ ζῴου µόριον ἡ τροφή· παρασκευάζει δ’ ἕκαστον ἀεὶ καὶ προπέττει τῷ µεθ’ αὑτὸ κατὰ τὸ συνεχὲς τῆς διαδόσεως.

6.8.20. οὕτως οὖν καὶ τὸ ἧπαρ παροµοιοῖ τὸν ἐκ τῆς κοιλίας ἀναδοθέντα χυλὸν ἑαυτῷ,τουτέστι τῇ σαρκί τε καὶ τῇ οὐσίᾳ τῇ ἑαυτοῦ, τῷ καλουµένῳ πρὸς ἐνίων ἰατρῶν παρεγχύµατι.

6.8.21. ἕκαστον γὰρ τῶν ὀργανικῶν τοῦ ζῴου µορίων, σύνθετον ὑπάρχον ἐξ ἑτέρων ἁπλουστέρων µορίων, πάντως ἕν γέ τι τοιοῦτον ὑπάρχει κατὰ τὴν οὐσίαν οἷον οὐκ ἄλλο καθ’ ὅλον τοῦ ζῴου τὸ σῶµα.

6.8.22. τοῦ γοῦν τῆς γαστρὸς σώµατος τὸ ἴδιον οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὡσαύτως δὲ καὶ τὸ τοῦ σπληνὸς ἐγκεφάλου τε καὶ νεφρῶν καὶ γλώττης καὶ ὀφθαλµῶν καὶ κύστεων καὶ µητρῶν.

6.8.23. ἀρτηρίαι µὲν οὖν καὶ νεῦρα καὶ φλέβες ἐµφύονται τοῖς ὀργάνοις ἕνεκα χρείας κοινῆς, ὡσαύτως δ’ ἐνίοις αὐτῶν ὑµένες τε καὶ σύνδεσµοι· τὸ δ’ ἴδιον ἑκάστου σώµατος χωρὶς τούτων ἐστί, διὸ καὶ τὴν ἐνέργειαν ἐξαίρετον ἢ τἆλλα κέκτηται.

 

6.8.24. κατὰ µὲν γὰρ τὸ κοινὸν ἀνάγκη δήπου καὶ τὴν ἐνέργειαν εἶναι κοινήν· οὐ γὰρ οἷόν τε παρὰ τοὺς τόπους τοῦ σώµατος ὑπαλλάττεσθαι φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου τὴν ἐνέργειαν, ἀλλ’ ἄν τε κατὰ τὴν πτέρναν ἄν τε κατὰ τὸν ἐγκέφαλον ἀρτηρίαν ἐννοήσῃς, εὐθὺς αὐτῇ συνεπινοήσεις τὴν κοινὴν ἁπασῶν ἀρτηριῶν ἐνέργειαν· ὡσαύτως δὲ καὶ νεύρῳ καὶ φλεβὶ καὶ ὀστῷ καὶ χόνδρῳ καὶ ὑµένι καὶ συνδέσµῳ καὶ πιµελῇ· κατὰ δὲ τὸ ἴδιον εἶδος ἑκάστηςοὐσίας ἰδίαν ἀναγκαῖον εἶναι τὴν ἐνέργειαν.

6.8.25. οἷον γάρ ἐστι τὸ τοῦ πνεύµονος σῶµα κατὰ τὴν οὐσίαν οὐκ ἂν εὕροις ἕτερον οὐδ’ οἷον ἐγκέφαλος οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶµα κατὰ τὴν οὐσίαν ἐστὶν οὐδὲν ἀκριβῶς ἄλλο τοιοῦτον ὑπάρχει, καὶ νεφροὶ δὲ καὶ σπλήν, ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο, καὶ διὰ τοῦτο ἡ ἐνέργεια καθ’ ἕκαστον ἴδιος ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ, καὶ εἴ τις δὲ σὰρξ ἰδιότητα πολλὴν ἔχει παρὰ τὰς ἄλλας σάρκας.

6.8.26. ἐν ὀφθαλµῷ δὲ τί δεῖ καὶ λέγειν ὡς ἴδιον ἐξαίρετον καὶ οὐδ’ ἐγγὺς οὐδενὶ τῶν ἄλλων ἐοικός ἐστι τὸ κρυσταλ<λ>οειδές, ὅτε καὶ τὸ τῆς ἐνεργείας τῆς κατ’ αὐτὸ µηδενὶ προσέοικεν;

6.8.27. Oὐδὲν οὖν θαυµαστόν ἐστιν οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶµα κατὰ τὴν αὐτοῦ φύσιν κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον µὲν γάρ ἐστιν ὥσπερ τὸ αἷµα, τῷ πεπῆχθαι µόνον αὐτοῦ <διαφέρον.

6.8.28. αἵµατος δὲ πῆξις ἡ µὲν ὑπὸ τοῦ> περιέχοντος γίγνεται, σβεννύουσα µὲν ἐξ αὐτοῦ τὴν θερµότητα, µελαίνουσα δὲ διὰ τὴν ψῦξιν· οὐχ οὕτως δὲ κατὰ τὸ ἧπαρ, ἀλλ’ ὑπό γε τῆς ἐµφύτου θερµασίας κοσµούσης αὐτὸ µᾶλλον ἢ φθειρούσης.

6.8.29. ἀλλοιοῦται µὲν γὰρ ἑκατέρως τὸ αἷµα, κἂν θρόµβος γένηται κἂν ἥπατος σάρξ· ἀλλ’ ἡ µὲν εἰς θρόµβον ἀλλοίωσις ὁδὸς ἐπὶ φθοράν ἐστι<ν>, ἡ δ’ εἰς τὴν ἥπατος οὐσίαν ἐνέργεια φύσεως· οὐδ’ ἐστὶν οὐδὲν ὁµοιότερον εὑρεῖν αἵµατι τῆς ἥπατος ἰδέας.

6.8.30. εἴρηται µὲν οὐ καλῶς οὐδ’ ὑπὸ τῶν εἰπόντων τῇ πρώτῃ καὶ νεοπαγεῖ σαρκὶ παραπλήσιον γίγνεσθαι στάξαν εἰς ὕδωρ χλιαρὸν αἷµα· πολὺ δὲ δὴ µᾶλλον ἡ συµµετρία τῆς ἐµφύτου θερµασίας ἀκριβῆ περιτίθησιν αὐτῷ τὸν κόσµον.

6.8.31. εἴπερ οὖν ἕκαστον µόριον ἐξ ὁµοιοτάτου κατὰ τὴν οὐσίαν ἑαυτῷ τρέφεται χυλοῦ καὶ τοῦτον παρασκευάζειν ἑαυτῷ πέφυκεν ἀλλοιοῦν τε καὶ µεταβάλλον, ἡ τοῦ αἵµατος γένεσις ἔργον τῆς ἥπατος σαρκός. αὕτη δ’ ἐστίν, ὡς ἐδείχθη, τὸ ἴδιον ἑαυτοῦ σῶµα. διὸ τῶν ἄλλων ἀποκριθὲν ἕν τι τῶν σπλάγχνων ἐστὶ µονογενές.

6.8.32. Mετέχει µὲν οὖν καὶ ἡ καρδία τοῦ τοιούτου χρώµατος, ἀλλ’ οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τὸ σπλάγχνον τοῦτο τῆς καρδίας καὶ διὰ τοῦτ’ ἐρυθρότερόν τε καὶ µαλακώτερον, ἡ δὲ ξηροτέρα τε καὶ θερµοτέρα τοῦ ἥπατος ὑπάρχει.

6.8.33. οὕτως γὰρ ἤµελλεν ἅµα τε σκληροτέρα γενήσεσθαι καὶ κινήσεσθαι διττὴν κίνησιν ὁµοίως ταῖς ἀρτηρίαις, ἵν’ ἐκ µὲν τῆς τοιαύτης κινήσεως ἡ συµµετρία φυλάττηται τῆς ἐµφύτου θερµασίας, ὡς ἐν τῷ Περὶ χρείας σφυγµῶν ἐπεδείξαµεν, ἡ σκληρότης δὲ τὴν δυσπάθειαν αὐτῇ παρέχῃ συνεχέσι τε κινήσεσι καὶ σφόδρα ἰσχυραῖς ἐνίοτε παρεσκευασµέναις ὑπὸ τῆς φύσεως.

6.8.34. ὅθεν οὐδὲ τὸ ἴδιον αὐτῆς αἷµα τοιοῦτόν ἐστιν οἷόν περ τὸ τοῦ ἥπατος, ἀλλ’ ὅσῳ θερµότερον τὸ σπλάγχνον τοῦ σπλάγχνου, τοσούτῳ ξανθότερον, ὅπερ ἴδιον αἵµατος ξηροτέρου, καθάπερ τοῦ ὑγροτέρου τὸ ἐρυθρόν.

6.8.35. εἴρηται δὲ καὶ ὑπὸ Πλάτωνος µὲν ἐν Τιµαίῳ περὶ τῆς τῶνδε τῶν χρωµάτων γενέσεως, ἀτὰρ οὖν καὶ ἡµεῖς αὖθις ἐξηγησάµεθά τε καὶ ἀπεδείξαµεν ὡς ὀρθῶς εἴρηται πάντα, γεγραφότες ὑπὲρ αὐτῶν ἰδίᾳ καθ’ ἕτερον λόγον.

6.8.36. ᾿Aλλὰ νῦν γε τὸ προκείµενον ἡµῖν περαίνωµεν. αἵµατος ὑγροῦ µὲν τὴν κρᾶσιν, ἐρυθροῦ δὲ τὴν χρόαν ἡ πρώτη µὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παράγοντές τε καὶ διανέµοντες αὐτὸ παντὶ τῷ σώµατι φλέβες· αἵµατος δὲ ξανθοῦ καὶ θερµοῦ καὶ λεπτοµεροῦς καὶ πνευµατώδους ἡ µὲν πρώτη γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέµουσι δὲ καὶ παράγουσιν εἰς ὅλον τὸ ζῷον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷµα· δέδεικται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς τῶν Φυσικῶν δυνάµεων ὑποµνήµασιν.

6.8.37. ὥσθ’ ἅµα µὲν ὅπερ ἀνεβαλόµην ἐν τοῖς ἔµπροσθεν λόγοις ἐρεῖν αὖθις ὑπὲρ τοῦ κατὰ τὴν καρδίαν αἵµατος, τὰ νῦν εἴρηται, ἅµα δὲ ὡς ἐσφάλησαν οἱ καὶ τὴν καρδίαν ἀρχὴν εἰπόντες εἶναι τῶν φλεβῶν ἐπιδέδεικται.

6.8.38. εἴπερ γὰρ αἵµατός τινος, εὐθὺς δήπου καὶ φλεβῶν ἐνόµισαν, ὥσπερ µὴ καὶ τῶν ἀρτηριῶν ἐχουσῶν αἷµα λεπτοµερέστατον καὶ θερµότατον.

6.8.39. ὡς οὖν ἀρτηριῶν οὕτως καὶ τοῦ πνευµατώδους τε καὶ τοῦ ζέοντος αἵµατος ἀρχή τε καὶ πηγὴ τοῖς ζῴοις ἐστὶν ἡ καρδία καὶ διὰ τοῦτο καὶ τὸ θυµοειδὲς ἐνδείκνυται τῆς ψυχῆς ἐν αὐτῇ κατῳκίσθαι.

6.8.40. ταῦτ’ ἄρα καὶ ὁ Πλάτων τὴν καρδίαν ἔλεγε πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα µέλη σφοδρῶς αἵµατος. οὐ ταὐτὸν γάρ ἐστιν ἢ πηγὴν αἵµατος ἁπλῶς εἰπεῖν ἢ προσθεῖναι “τοῦ περιφεροµένου σφοδρῶς.”

6.8.41. τὸ µὲν γὰρ ἐξ ἥπατος ὁρµώµενον οὐ περιφέρεται σφοδρῶς, ὅτι µήτε πνευµατῶδές ἐστι µήθ’ ὅλως σφύζουσιν αἱ περιέχουσαι φλέβες αὐτό· τὸ δ’ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρµώµενον θερµότερόν τε τοῦδε καὶ πνευµατῶδες ἱκανῶς ἐστιν, ὡς ἂν σφυζόντων αὐτοῦ τῶν ἀγγείων.

6.8.42. Kαλεῖται δ’ ὑπὸ µὲν τῶν παλαιοτάτων ἰατρῶν καὶ φιλοσόφων καὶ τουτὶ τὸ γένος τῶν ἀγγείων ὡσαύτως θατέρῳ φλέψ, ὑπὸ δὲ τῶν ἄλλων ἀρτηρία µὲν τὸ σφύζον, τὸ δ’ ἄσφυκτον φλέψ.

6.8.43. ὅτι δ’ οὕτως ὠνόµαζον οἱ παλαιοὶ δέδεικται µὲν ἤδη πολλοῖς τῶν ἔµπροσθεν, ἐπιδέδεικται δὲ καὶ πρὸς ἡµῶν ἑτέρωθι. νυνὶ δὲ τοσοῦτον µόνον ὅσον εἰς τὰ παρόντα χρήσιµον ὑποµνήσω.

6.8.44. τῆς κατὰ τὸν ἀγκῶνα καὶ µάλιστα τὸν ἀριστερὸν ἀρτηρίας ὅταν ἡ κίνησις ἐκ γενετῆς ὑπάρχῃ ταχεῖά τε ἅµα καὶ µεγάλη καὶ εὔτονος, ἰσχυρὰν µὲν ἐνδείκνυται τὴν ἐν τῇ καρδίᾳ θυµοειδῆ δύναµιν, ἀκµαῖον δὲ καὶ ζέον τὸ κατ’ αὐτὴν θερµόν, ὅπερ ὀνοµάζειν µανιῶδές τε καὶ ὀξύθυµον ἔθος.

6.8.45. ὁ τοίνυν ῾Ιπποκράτης ὀνοµάζων φλέβα τὴν ἀρτηρίαν ταύτην ὧδέ πως γράφει κατὰ τὸ δεύτερον τῶν ᾿Επιδηµιῶν· “ᾧ δ’ ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ µανικὸς καὶ ὀξύθυµος, ᾧ δ’ ἂν ἀτρεµέῃ τυφώδης.”

6.8.46. ὅτι δὲ καὶ τὸ σφύζειν ὄνοµα καὶ ὁ σφυγµὸς ἐπὶ τῆς σφοδρᾶς εἰς τοσοῦτον τῶν ἀρτηριῶν κινήσεως, ὡς καὶ πρὶν ἐπιλαβεῖν τὴν ἁφὴν αἰσθητὴν εἶναι τἀνθρώπῳ τὴν κίνησιν, ὑπὸ τῶν παλαιῶν ἐλέγετο, καὶ δι’ ἄλλων µὲν ἀποδέδεικται καὶ νῦν δ’ οὐχ ἥκιστα φαίνεται διὰ τῆς πρὸς τὸ ἀτρεµέειν ἀντιθέσεως καὶ τὸν τυφώδη δέ, δηλονότι τὸν ἐναντίον τῷ µανικῷ ἢ καὶ ὀξυθύµῳ καὶ ἀόργητον.

6.8.47. ὥσθ’ οἷον ὁδοῦ τι πάρεργον ἡµῖν οὐ σµικρὸν ἤνυσται κατὰ τὴν ἐξήγησιν τοῦ τῆς φλεβὸς ὀνόµατος ἐπιδείξασιν ῾Ιπποκράτην πρότερον Πλάτωνος ἐν καρδίᾳ τιθέµενον <τὴν> ἀρχὴν τῆς θυµοειδοῦς δυνάµεως. ἀλλὰ τούτου µὲν καὶ µετ’ ὀλίγον ἐπιµνησθήσοµαι.

6.8.48. Πρὸς δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἐπάνειµι καθ’ ἣν τὰς ἀρτηρίας ὀνοµάζων φλέβας ἔλεγε· “τὴν δὲ καρδίαν ἅµ<µ>α τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα τὰ µέλη σφοδρῶς αἵµατος.”

6.8.49. ἐπειδὴ γὰρ οὐδέπω τὸ σφύζον ἀγγεῖον ὥσπερ νῦν ἀρτηρία[ι] προσηγόρευτο, µόνας δὲ τὰς κατὰ τὸν πνεύµονα τὰς ὑπὸ τῶν νεωτέρων τραχείας ὀνοµασθείσας οὕτως ἐκάλουν, εὐλόγως ὁ Πλάτων εἰς διορισµὸν ὁποίων ἄν τινων βούληται φλεβῶν εἶναι τὴν καρδίαν ἀρχήν, προσέθηκε “καὶ πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα τὰ µέλη σφοδρῶς αἵµατος.”

6.8.50. εἰς ὅ τι µὲν οὖν ἐστι τοῦτο τὸ αἷµα τοῦ ζῴου χρηστὸν αὖθις εἰρήσεται. τὸ δ’ ἐξ ἥπατος ὁρµώµενον εἰς τροφὴν παρεσκεύασται τοῖς τοῦ σώµατος ἅπασι µέρεσιν.

6.8.51. ὅθεν οἶµαι καὶ ὁ Πλάτων ὑπὲρ ἐκείνου διαλεγόµενος ἔφη “οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῆς τοῦ σώµατος τροφῆς τεκτηναµένου.”

6.8.52. καὶ µέντοι καὶ ἐκ τοῦ λέγειν τουτὶ µὲν τὸ καθ’ ἧπαρ εἶδος τῆς ψυχῆς “σίτων τε καὶ ποτῶν ἐπιθυµητικὸν” ὑπάρχειν, οὐ µὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον, δῆλός ἐστιν ἐκ µὲν τῆς γαστρὸς εἰς ἧπαρ βουλόµενος ἀναφέρεσθαι τὴν τροφήν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι µέρος εἰς τὴν τοῦ κατ’ ἐκείνην αἵµατος γένεσιν.

6.8.53. ᾿Aλλ’ ὅτι µὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις εἰς τὴν καρδίαν εὐθέως, ἀλλ’ εἰς ἧπαρ γίγνεται, πρότερον αὐτάρκως ἀποδεδειγµένον ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάµεων, οὐδὲν ἔτι δεόµαι νῦν ἐπεξέρχεσθαι, προσθεῖναι δ’ ἄµεινον τῷ λόγῳ τοσόνδε.

6.8.54. θερµὸν µὲν ἱκανῶς ἀναγκαῖον εἶναι τὸ θυµοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ θερµὸν ἱκανῶς τὸ ἐπιθυµητικόν, ἀλλ’ ἐν φυτοῖς µὲν καὶ πάµπολυ τοῦ θυµοειδοῦς ἀπολειπόµενον, ἐν ζῴοις δ’ οὐ τοσοῦτον µέν, ὅµως δ’ οὐκ ὀλίγον.

6.8.55. οὔτε γὰρ ἂν οὕτως θερµὸν εἰργάζετο χυµόν, εἰ µὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν, οὔτ’ ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερµασίας ἦν ἀρχή.

6.8.56. ταῦτ’ ἄρα καὶ ῾Ιπποκράτης ἐνδεικνύµενος ἔγραφε· “ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται εἰς πάνθ’ αἷµα καὶ πνεῦµα, καὶ θερµασίη διὰ τούτων φοιτᾷ·” αἷµα µὲν ἐξ ἥπατος ἀποπλανᾶσθαι λέγων, πνεῦµα δ’ ἐκ καρδίας, θερµασία<ν> δ’ ἐξ ἀµφοῖν.

6.8.57. ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ ἧπαρ ἢ αἵµατος ἢ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἀλλ’ οἰκειότερόν πως ἰατρῷ µὲν ἐπὶ τοῖς σωµατικοῖς ὀργάνοις, φιλοσόφῳ δ’ ἐπὶ ταῖς ψυχικαῖς δυνάµεσι ποιεῖσθαι τὴν διδασκαλίαν, ἕπεται δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον.

6.8.58. καὶ τοίνυν φαίνονται γεγραφότες οὕτως ὑπὲρ αὐτῶν ῾Ιπποκράτης καὶ Πλάτων, ὁ µὲν ὑπὲρ τῶν σωµατικῶν ὀργάνων τὸν πλείω λόγον ποιησάµενος, ὁ δ’ ὑπὲρ τῶν ψυχικῶν δυνάµεων.

6.8.59. Διὰ τοῦτ’ οὖν ὁ µὲν ῾Ιπποκράτης ἐρεῖ “ῥίζωσις φλεβῶν ἧπαρ” ἀνατοµήν τε γράφει φλεβῶν τήνδε· “ἡπατῖτις ἐν ὀσφύϊ µέχρι τοῦ µεγάλου σπονδύλου κάτωθεν καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν µετέωρος δι’ ἥπατος καὶ διὰ φρενῶν εἰς καρδίαν.

6.8.60. καὶ ἡ µὲν ἰθεῖα ἐς κλη ΐ¿δας, ἐντεῦθεν δ’ αἱ µὲν εἰς τράχηλον, αἱ δ’ ἐπ’ ὠµοπλάτας· αἱ δ’ ἀποκαµφθεῖσαι κάτω [περὶ] παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν µὲν µία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι ταύτῃ χωρίον.

6.8.61. ἄλλη δὲ σµικρὸν κατώτερον ἀποκαµφθεῖσα ὁκόθεν µὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἐπὰν δὲ τῇ ἐπ’ αὐτῆς καρδίας προστύχῃ ἀποκαµπτοµένη εἰς τὰ ἀριστερά· ἀποκαµφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο µετεωρίζεσθαι ἀποδιδοῦσα τῇσι πλευρῇσι τὴν ἐπίλοιπον ἁπάσαις καὶ ἔνθεν <καὶ ἔνθεν> ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα µία ἐοῦσα, ἀπὸ µὲν τῆς καρδίας ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι µᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίας, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐµετεωρίσθη.

6.8.62. πρότερον δὲ πρὶν ἐνταῦθα ἐλθεῖν παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη καὶ ἡ µὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσακατηναλώθη.

6.8.63. ἡ δ’ εὐθεῖα ἀπὸ τῆς καρδίας πρὸς κληΐ¿δας τείνουσα ἄνωθεν τῆς ἀρτηρίας ἐστὶ καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ’ ὀσφῦν κάτωθεν τῆς ἀρτηρίας· καὶ ἀπὸ ταύτης ἀΐσσει εἰς τὸ ἧπαρ, ἡ µὲν ἐπὶ πύλας καὶ λοβόν, ἡ δ’ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρµήκει σµικρὸν κάτωθεν φρενῶν.

6.8.64. φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. δισσαὶ δ’ ἀπὸ κληΐδων αἱ µὲν ἔνθεν, αἱ δ’ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅπη δ’ ἐντεῦθεν, οὔπω οἶδα.

6.8.65. φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίας, ταύτῃ ἀµφιβεβηκυῖαι· ἀρτηρίαι δ’ ἐκ τούτου ἐκπεφύκασιν, ἔνθεν καὶ ἔνθεν ἀρτηρίη τόνον ἔχουσα.

6.8.66. ταύτῃ δὲ παλινδροµήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ µέγισται δύο, ἡ µὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται µετέωροι πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀµφὶ ταύτας αἷς καὶ πεφύκασιν. ἄνω δὲ φρενῶν αὗται µᾶλλον ἐκφανέες.”

6.8.67. Oὕτως µὲν ὁ ῾Ιπποκράτης ἔγραψεν τὴν ἀνατοµὴν τῶν ἐξ ἥπατος ἐκφυοµένων φλεβῶν ἐνδεικνύµενος ἐντεῦθεν εἶναι τὴν ἀρχὴν αὐτῶν· ἐξηγησάµεθα δὲ τὴν ῥῆσιν ἑτέρωθί τε κἀν τῷ δευτέρῳ τῆς ῾Ιπποκράτους ἀνατοµῆς.

6.8.68. ὁ δὲ Πλάτων οὐ κατὰ τὰς φλέβας, ἀλλὰ κατὰ τὴν διοικοῦσαν αὐτὰ<ς> δύναµιν ἀφ’ ἥπατος ὁρµωµένην ἐν Τιµαίῳ διαλεγόµενος ὧδέ πως ποιεῖται τὴν τοῦ λόγου διέξοδον·.

6.8.69. “τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυµητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώµατος ἴσχει φύσιν, τοῦτο εἰς τὸ µεταξὺ τῶν τε φρενῶν καὶ τοῦ εἰς τὸν ὀµφαλὸν ὅρου κατῴκισαν οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώµατος τροφῇ τεκτηνάµενοι καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα ὡς θρέµµα ἄγριον, τρέφειν δὲ δὴ συνηµµένον ἀναγκαῖον, εἴπερ τι µέλλει τὸ θνητὸν ἔσεσθαι γένος.”

6.8.70. καὶ µικρὸν προελθών, “τούτῳ δή” φησιν “ὁ θεὸς ἐπιβουλεύσας αὐτῷ τὴν ἥπατος ἰδέαν συνέστησεν.”

6.8.71. ἐπὶ µὲν δὴ τοῦδε τοῦ σπλάγχνου καθάπερ νειµάµενοι τοὺς λόγους ὁ µὲν ὑπὲρ τῶν ὀργάνων, ὁ δὲ ὑπὲρ τῆς διοικούσης αὐτὰ δυνάµεως διελέχθη· ἐπὶ δὲ τῆς καρδίας ἑκατέρως ἀµφότεροι µετεχειρίσαντο, Πλάτων µὲν ἐν Τιµαίῳ γράφων ὧδε·

6.8.72. “τὴν δὲ δὴ καρδίαν ἅµµα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα τὰ µέρη σφοδρῶς αἵµατος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυµοῦ µένος τοῦ λόγου παραγγείλαντος, εἴ τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυµιῶν, ὀξέως διὰ πάντω τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώµατι τῶν παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόµενον γίγνοιτο [τὸ] ἐπήκοον καὶ ἕποιτο πάντῃ καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεµονεῖν ἐῷ.”

6.8.73. Πλάτων µὲν οὖν οὕτως ἀµφοτέρους τοὺς λόγους ἔµιξεν εἰς ταὐτό, τούς τε περὶ θυµοειδοῦς ψυχῆς καὶ τοὺς περὶ τῆς καρδίας καὶ τῶν ἀπ’ αὐτῆς πεφυκότων ἀγγείων· ῾Ιπποκράτης δ’ αὖ πάλιν οὐδ’ αὐτὸς ἀπέχεται τοῦ περὶ τῆς τοιαύτης εἰπεῖν τι, µάλιστα µὲν <ἐν> ᾗ µικρὸν πρόσθεν ἔγραψα ῥήσει, καθ’ ἣν ἐκ τοῦ σφυγµοῦ τῆς κατ’ ἀγκῶνα φλεβὸς ἐτεκµαίρετο περὶ τῶν τῆς ψυχῆς ἠθῶν, ἤδη δὲ κἀν τῷ θεραπεύειν ἀχροίας τε καὶ ἰσχνότητας ἐν κατεψυγµέναις ἕξεσι σώµατος· ἐπιτηδεύειν γάρ φησιν “ὀξυθυµίην ἐµποιεῖν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐγχυµώσιος.”

 

6.8.74. ἐξηγεῖσθαι γοῦν σοι δόξει ταῦτα Πλάτων ἐν οἷς φησιν ἐπὶ τῆς καρδίας, “ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυµοῦ µένος.” οἱ δὲ µετ’ αὐτὸν φιλόσοφοι καὶ ὁρισµὸν τοῦτον ἐποιήσαντο τοῦ θυµοῦ, ζέσιν εἶναι φάσκοντες αὐτὸν τοῦ κατὰ τὴν καρδίαν θερµοῦ.

6.8.75. καὶ µὲν δὴ καὶ ὁπότε περὶ γενέσεως πυρετοῦ διαλεγόµενος ὁ ῾Ιπποκράτης φησίν· “αὔξεται µὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόµενος ἀπὸ τοῦ θώρακος, καὶ εἰς τὴν κεφαλὴν ἀναπέµπων οἷα φλόγα,” τῆς ἐµφύτου θερµασίας ἀρχὴν οἶδε τὴν καρδίαν.

6.8.76. ἀλλὰ γὰρ οὐ πρόκειταί µοι κατὰ τήνδε τὴν πραγµατείαν οὔτε ἀθροίζειν ἁπάσας τῶν ἀνδρῶν τὰς ῥήσεις οὔτ’ ἐξηγεῖσθαι µέλλοντί γε δι’ ἑτέρων ὑποµνηµάτων ἰδίᾳ ποιεῖσθαι τὰς ἐξηγήσεις, ὅπερ δὲ ἐναρχόµενος εἶπον, ἐπισκέψασθαί τε καὶ κρῖναι τὰ δόγµατα µόνον εἴτε κατὰ πάντα ἀλλήλοις ὁµολογοῦσιν εἴτε καὶ µή.

6.8.77. Kαταπαύειν ἤδη καιρὸς ἐν τῷδε καὶ τόνδε τὸν λόγον ἀρχῆς τοῦ ἥπατος ἀποδεδειγµένου καὶ φλεβῶν καὶ αἵµατος καὶ τῆς ἐπιθυµητικῆς ψυχῆς.

6.8.78. ἐπεὶ δ’ οὐ µόνον ῾Ιπποκράτης καὶ Πλάτων οὕτως ἐδόξαζον, ἀλλὰ καὶ τῶν ποιητῶν οἷς ὡς ἂν µάρτυσι χρῆται Χρύσιππος οὐχ οἱ φαυλότατοι, ἔγνωκα ἔτι καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ διὰ τὴν θαυµαστὴν αὐτοῦ σοφίαν, ὃς ἀποχωρῶν ἑκάστοτε τῶν ἐπιστηµονικῶν ἀποδείξεων ποιηταῖς καὶ µυθολογήµασι καὶ γυναιξὶν εἰς πίστιν δογµάτων χρῆται, οὐ µὴν οὐδὲ αὐτὸ τοῦτ’ αἰσθανόµενος, ὡς ἀντιµαρτυροῦσιν αὐτῷ καὶ τἀναντία τίθενται σύµπαντες αὐτοί, καθάπερ ἔµπροσθεν ἔδειξα, τὸν µὲν θυµὸν ἐν τῇ καρδίᾳ, τὸν λογισµὸν δ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι πεπιστευκότες.

6.8.79. ὅτι δὲ καὶ τὸ ἐπιθυµητικὸν ἐν ἥπατι κατοικίζουσιν, ἐνῆν µέν µοι καὶ τοῦτο διὰ πλειόνων πιστοῦσθαι µαρτύρων, ὅπως δὲ µὴ δόξαιµι σπουδάζειν ἃ φεύγειν παραινῶ, καὶ τρίβειν τὸν χρόνον ἀχρήστοις πράγµασιν, ῾Οµήρου <µόνου> µνηµο-νεύσω τὸν Τιτυὸν εἰς ῞Αιδου κολαζόµενον εἰσάγοντος ἐφ’ οἷς ἀκολασταίνειν ἐπεχείρησεν εἰς τὴν Λητώ·

 
6.8.80. καὶ Τιτυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
κείµενον ἐν δαπέδῳ, ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα·
γῦπε δέ µιν ἑκάτερθε παρηµένω ἧπαρ ἔκειρον
δέρτρον ἔσω δύνοντες, ὁ δ’ οὐκ ἀπαµύνετο χερσί.
Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν
Πυθώδ’ ἐρχοµένην διὰ καλλιχόρου Πανοπῆος.
 

6.8.81. οὐ τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων µορίων ἐσθιόµενον ἐποίησε τοῦ Τιτυοῦ δι’ ἐρωτικὴν ἐπιθυµίαν ἐξυβρίζειν ἐπιχειρήσαντος, ἀλλὰ τὸ ἧπαρ µόνον εἰς τὸ τῆς ὕβρεως αἴτιον σπλάγχνον κολάζεσθαι φάµενος αὐτόν, ὥσπερ ἦν εὔλογον.

6.8.82. οὕτω γοῦν εἰώθασι καὶ νῦν ποιεῖν οἱ τοὺς ἁµαρτάνο-ντας οἰκέτας καταδικάζοντες, τῶν µὲν ἀποδιδρασκόντων τὰ σκέλη καίοντές τε καὶ κατασχάζοντες καὶ παίοντες, τῶν δὲ κλεπτόντων τὰς χεῖρας, ὥσπερ γε καὶ τῶν γαστριµάργων τὴν γαστέρα καὶ τῶν φλυαρούντων τὴν γλῶτταν, ἁπλῶς δ’ εἰπεῖν ἐκεῖνα κολάζοντες τὰ µόρια δι’ ὧν ἐνεργοῦσι τὰς µοχθηρὰς ἐνεργείας.

6.8.83. εἰ δ’ ἄλλην τινὰ αἰτίαν ἔχει τις εἰπεῖν τῶν ἐπαινούντων τὰ Χρυσίππου δι’ ἣν οὕτως ῞Οµηρος ἐποίησε κολαζόµενον τὸν Τιτυόν, ἡδέως ἂν ἀκούσαιµι· µὴ λεγόντων µέντοι µηδ’ εὑρισκόντων εὔλογον οἶµαι πρὸ ῾Ιπποκράτους καὶ Πλάτωνος ἐπαινεῖν ῞Οµηρον οὕτω δοξάζοντα καὶ µάρτυρα τίθεσθαι καὶ αὐτὸν ὧν ἡµεῖς δι’ ἀποδείξεως ἐπιστωσάµεθα.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 
Рейтинг@Mail.ru