bannerbannerbanner
полная версияСочинения. Том 4

Гален
Сочинения. Том 4

Полная версия

ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ[119]

7.1.1. Οὐκ ἐγὼ τοῦ µήκους τῆς πραγµατείας αἴτιος, ὡς καὶ πρόσθεν εἶπον, ἀλλ’ οἱ ψευδῶν λόγων ὧν ἠρώτησαν ὑπὲρ ἡγεµονικοῦ ψυχῆς οὐκ ὀλίγας πληρώσαντες βίβλους, οὓς εἰ µὲν ἀνελέγκτους τις εἴασεν, ὥσπερ ἐγνώκειν ἐγὼ τότε κατ’ ἀρχάς, οὐκ ἂν ἐδόκει βεβαίως ἀποδεδεῖχθαι τἀληθές, εἰ δὲ ἐξήλεγχε πάντας ἑξῆς ἐπιὼν ὡς µηδένα παραλιπεῖν, εἰς µῆκος οὐκ ἀναγκαῖον ἐκτείνεσθαι συνέβαινε τὴν ὅλην πραγµατείαν.

7.1.2. ἐπειδὴ τοίνυν τῶν πρώτων ἤδη <γεγραµµένων> ὑποµνηµάτων οὐκ ὤκνουν τινὲς ἐπαινεῖν ὡς ἀληθεῖς οὓς Χρύσιππός τε καὶ ἄλλοι τινὲς ὑπὲρ ἡγεµονικοῦ ψυχῆς ἠρώτησαν λόγους, ἔδοξε τοῖς ἑταίροις, οἷς µάλιστα χαριζόµενος ἔγραφον ταῦτα, προσθεῖναι τὰς λύσεις αὐτῶν.

7.1.3. ἀναγκαῖον γὰρ ὂν ἢ µηκῦναι κατὰ τὴν πραγµατείαν ἢ µὴ δοκεῖν ἀποδεδειχέναι τελέως ὑπὸ τριῶν ἀρχῶν διοικούµενον τὸ ζῷον, αἱρετώτερον ἔδοξεν εἰς µῆκος ἐκτεῖναι. καὶ µέντοι καὶ τὸ τέλος αὐτὸ τὸ γιγνόµενον δείκνυσιν ὀρθῶς ἡµᾶς ἑλοµένους ἅπαντας ἐλέγξαι τοὺς ἠρωτηµένους λόγους.

7.1.4. οὔτε γὰρ Στωϊκὸς ἔτι φιλόσοφος οὔτε Περιπατητικὸς οὔτε ἰατρός τις ὁµοίως θρασὺς ὡς πρόσθεν [εἴρηται ἔσται], ἀλλ’ ἔνιοί γε καὶ φανερῶς ἐπὶ τὸν ἀληθῆ µετέστησαν λόγον, ἰατροὶ µὲν ἐξ ἐγκεφάλου συγχωροῦντες ἐπιρρεῖν αἰσθήσεώς τε καὶ κινήσεως δύναµιν ἅπασι τοῖς κατὰ τὸ ζῷον µέλεσι, φιλόσοφοι δὲ τὸ λογιζόµενον τῆς ψυχῆς ἐνταῦθ’ ὑπάρχειν.

7.1.5. ᾐδέσθησαν γὰρ ἐναργῶς ὑπὸ τῆς ἀνατοµῆς ἐλεγχθέντος θατέρου τῶν ληµµάτων, προηγουµένως ᾧ χρώµενοι ψευδῶς συνελογίζοντο, προστιθέντες αὐτῷ τὸ πρὸς ἁπάντων ὁµολογούµενον καθ’ ὅ φασιν ἔνθα τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθ’ εἶναι τὸ ἡγεµονικόν, ὅπερ καὶ ἀληθές ἐστιν.

7.1.6. ἀλλ’ ἥ γε προσληφθεῖσα δεοµένη µὲν ἐξ ἀνατοµῆς εὑρεθῆναι, κατεψευσµένη δ’ ὑπ’ ἐκείνων οἰοµένων ἐκ τῆς καρδίας ὁρµᾶσθαι τὰ νεῦρα ψευδὲς εἰκότως εἰργάζετο τοῦ παντὸς λόγου τὸ συµπέρασµα. καί τινές γε τῶν οὐκ ἀλήθειαν, ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ἔθεντο στεργόντων ἐπιχειρήσαντες ἀνατρέπειν <τὸ> πᾶσιν ὁµολογούµενον ἔµπροσθεν λῆµµα καταγέλαστοι τελέως ἐφάνησαν.

7.1.7. ἐδείχθη γὰρ ἀπ’ αὐτῆς τοῦ ζητουµένου πράγµατος τῆς οἰκείας φύσεως ἢ οὐσίας ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλῃ τὴν πίστιν ἔχον, ἡγεµονικὸν ἁπάντων νοούντων καὶ λεγόντων τὸ κατάρχον αἰσθήσεώς τε καὶ τῆς καθ’ ὁρµὴν κινήσεως.

7.1.8. ἐδείχθη δὲ καὶ ὡς αὐτὸς ὁ λόγος ἀρχαῖς µέν ἐστιν ἀρκούµενοςοὐκ ἐνδόξοις, οὐ µὴν ἀλλ’ ἐπιστηµονικοῖς τοῖς λήµµασι κεχρηµένος, ὅπερ ἴδιόν ἐστιν ἀποδεικτικῆς µεθόδου. οὐ µόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεµονικοῦ λόγους ἠρωτηµένους ὑπ’ αὐτῶν ἐλέγχοντες ἐµηκύναµεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραµµένα, τοῦτο µὲν ἐν τοῖς λογικοῖς ὑποµνήµασι τρισί, τοῦτο δ’ ἐν τῷ θεραπευτικῷ, µετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόµενον τὸν Χρύσιππον.

7.1.9. ἐπεµνήσθηµεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραµµάτων ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρηµένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς εἰ µόνον εἴη τὸ λογιστικὸν τῆς ψυχῆς αὐτῆς, µηδενὸς µήτ’ ἐπιθυµητικοῦ µήτε [τοῦ] θυµοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι.

7.1.10. καίτοι κἀνταῦθ’ εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ τά[ς] τε Περὶ τῆς [ψυχῆς] διαφορᾶς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραµµένα βασανίζων ὅσα τε καθ’ ἓν ἄλλο διῆλθεν, <ἐν> ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς ἐλέγχων τὸν ᾿Αρίστωνος λόγον, οὐχ ἑνὸς ἢ δυοῖν, ἀλλὰ τριῶν ἢ τεττάρων δεήσει βιβλίων.

7.1.11. ἔστι µὲν γὰρ κἀνταῦθα λόγος εἷς βραχὺς ἐπιστηµονικὸς ἐλέγχων τὸν Χρύσιππον οὔτε τἀληθῆ πρεσβεύοντα καὶ µηκύνοντα περιττῶς.

7.1.12. ἀλλ’ οἱ µήτε παιδευθέντες ἐν ἀποδεικτικῇ µεθόδῳ µήθ’ ὅλως γνόντες ὁποία τίς ἐστι, µόνῳ δὲ τῷ µεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν, ἀληθῆ νοµίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ ὄντως ἐστὶ τὰ πλεῖστ’ αὐτῶν ἀληθῆ καὶ µάλιστά γε τὰ κατ’ ἐκεῖνο τὸ βιβλίον ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετάς.

7.1.13. ἀλλ’ ὅτι τῷ µίαν ὑποθεµένῳ δύναµιν ὑπάρχειν ἐν τῇ ψυχῇ τὴν λογικήν τε καὶ κριτικὴν ὀνοµαζοµένην, ἀνελόντι δὲ τὴν ἐπιθυµητικήν τε καὶ θυµοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, µάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρηµένα, ταυτὶ µέµψαιτ’ ἄν τις αὐτῷ.

7.1.14. τὸ µέντοι καταβάλλεσθαι τὴν ᾿Αρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραµµένων οὐκ ἄν τις µέµψαιτο. νοµίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος µίαν οὖσαν τὴν ἀρετὴν ὀνόµασι πλέοσιν ὀνοµάζεσθαι κατὰ τὴν πρός τι σχέσιν.

7.1.15. ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γενόµενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλ’ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττοµέναις κατὰ τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἐβούλετο λόγος·ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθεν <ἐν τῷ> ποιὰς εἶναι τὰς ἀρετὰς τοῖς τ’ ἐπιχειρήµασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι µόνον τῆς ψυχῆς τεθειµένῳ, τὸ παθητικὸν δ’ ἀνῃρηκότι.

7.1.16. πῶς οὖν ἐγὼ τοῦ µήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἐπιδεικνύειν ἀλλοτρίας αἱρέσεως ἐπιχειρήµασι χρώµενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν ᾿Αρίστωνος δόξαν;

7.1.17. οἱ γὰρ µήτε γνόντες οἷόν τι πρᾶγµά ἐστι µέθοδος ἀποδεικτική, µήτ’ ἀσκηθέντες ἐν αὐτῇ µήτε ἀλήθειαν τιµῶντες, οὗτοι δικαιότεροι τοῦ µήκους τῶν λόγων ἔχειν τὴν αἰτίαν.

7.1.18. οὗτοι γάρ εἰσι καὶ οἱ πρὸς ἅπασαν ἀπόδειξιν ἀεὶ λυγιζόµενοι καὶ στροφὰς ἀσχήµονας στρεφόµενοι χάριν τοῦ δοκεῖν ἀτελῆ τὸν ὅλον ὑπάρχειν λόγον, ὅπου καὶ νῦν ἐκ πολλοῦ γεγραµµένων τῶν πρὸ τούτου βιβλίων ἔτεσί τε πολλοῖς βεβασανισµένων ὑπὸ τῶν ἀρίστων ἀνδρῶν ἔκ τε τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, ἐξαίφνης τις ἀνεφάνη τῶν Περιπατητικῶν ὑµένας εἶναι λέγων τοὺς ἀπὸ τῆς καρδίας εἰς ἐγκέφαλόν τε καὶ µήνιγγας ἀναφεροµένους, ὑφ’ ὧν ἡ ψυχικὴ δύναµις ἀνακοµίζεται· καὶ ταῦτ’ ἐπιχειρεῖ λέγειν ἄνθρωπος οὐδ’ ὅλως ἀνατοµῆς ἁψάµενος.

7.1.19. ἐπεὶ δὲ πρὸς ἡµῶν ἐδέδεικτο καὶ διὰ τῶν ἔµπροσθεν ὡς τοῖς νεύροις ἐγκέφαλος ἐπιπέµπει δυνάµεις οἷον πηγή τις ὑπάρχων αὐτός, οὐκ ἐκ καρδίας λαµβάνων, ὡς µὲν ἔνιοι δι’ αὐτῶν ὧν ἔφασαν νεύρων, ὡς δ’ ἄλλοι διὰ τῶν καρωτίδων ἀρτηριῶν, ἠναγκάσθηµεν οὖν αὖθις ἡµεῖς ἐπιδεικνύναι µήθ’ ὑµένας ἀναφεροµένους ὅλως ἐκ καρδίας εἰς κεφαλήν, εἰ δὲ καί τινες τῶν κατὰ τράχηλον ὑµένων, ἐκ καρδίας µὴ εἶναι φάσκειν, διατέµνοντές τε πάντας αὐτοὺς ἐκκόπτοντές τε µηδὲν τοῦ ζῴου βλαπτοµένου.

7.1.20. σκεπάσµατα γάρ εἰσιν οἱ ὑµένες, ἔνθα περ ἂν ὑπάρχωσι, µορίων, µηδεµίαν ἐνέργειαν ἢ χρείαν ἑτέραν ἔχοντες ὁποίαν ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες.

7.1.21. ὥσπερ οὖν ἐν τούτοις οὐκ ἐγὼ τοῦ µήκους τῶν λόγων αἴτιος, ἀλλ’ ὅσοι µήτ’ ἠσκήθησαν ἐν ἀποδεικτικῇ µεθόδῳ µήτ’ ἀληθείας ἐρῶσιν, οὕτω κἀπὶ τοῦ πλήθους τῶν ἀρετῶν ὁ µὲν ἐπιστηµονικὸς λόγος ἐλάχιστος, οἱ δ’ ἐξ ἀµαθίας τε καὶ φιλονεικίας ὁρµώµενοι πολλοί.

7.1.22. τίς οὖν ὁ ἐπιστηµονικὸς λόγος; ὁ ἀπ’ αὐτῆς δηλονότι τῆς τοῦ πράγµατος οὐσίας ὁρµώµενος, ὡς ἐν τῇ Περὶ τῆς ἀποδείξεως ἐδείχθη πραγµατείᾳ.

7.1.23. χρὴ γὰρ ἄρξασθαι µὲν ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐννοίας, µεταβῆναι δ’ ἐντεῦθεν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν, ἐπισκοπούµενον εἴτε µία τῆς κατὰ ψυχὴν ἀρετῆς εἴτε πλείους εἰσὶν αἱ οὐσίαι, κατὰ τὸ κοινότατον τῶν σηµαινοµένων, ὡς ἐν τοῖς Περὶ τῆς ἀποδείξεως εἴρηται βιβλίοις, ἀκουόντων ἡµῶν τοῦ τῆς οὐσίας ὀνόµατος, ὅπερ ἐστὶν οἷον ὕπαρξις.

7.1.24. <ἀρετὴ δὲ διάθεσις>, ὥς φασιν, ἡ βελτίστη, <ἢ> τελειότης τῆς ἑκάστου φύσεως. ἀλλ’ εἴπερ τι τοιοῦτον πρᾶγµά ἐστι<ν> ἡ ἀρετή, µία καθ’ ἕκαστον ὑπάρξει τῶν ὄντων.

7.1.25. εἴπερ γὰρ τὸ βέλτιστον ἓν καὶ ἡ τελειότης ἐστὶ µία, κατὰ µὲν τὸ λογιστικὸν µέρος τῆς ψυχῆς ἐπιστήµην ἀναγκαῖον εἶναι τὴν ἀρετήν, καὶ εἴπερ ἓν τοῦτο ἔστι µόνον ἐν ταῖς ψυχαῖς ἡµῶν, τὸ λογιζόµενον, οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς· εἰ δὲ καὶ τὸ θυµικόν, ἀναγκαῖον ἔσται κἀκείνου γενέσθαι τὴν ἀρετήν.

7.1.26. οὕτω δὲ εἰ καὶ τρίτον ἄλλο πρὸς τούτοις εἴη, τὸ ἐπιθυµητικόν, ἑξῆς µὲν αὗται τρεῖς, ἄλλη δ’ ἐκ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως γίγνεται τετάρτη.

7.1.27. ἆρα µή τι µακρὸς ὁ λόγος; οὐδαµῶς, ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς τῶν ἐπιστηµονικῶν·ἀλλὰ µακρὰ λέγειν ἡµᾶς ἀναγκάζουσιν οἱ ληροῦντες µακρά, καθάπερ ἀµέλει καὶ νῦν ἀναγκαῖόν ἐστιν, εἰ καὶ µὴ τελέως µακρά, µέτρια γοῦν ἔτι διελθεῖν ὑπὲρ τῶν τῆς ψυχῆς ἀρετῶν.

7.1.28. εἰ γάρ, ὡς ἔµπροσθεν δέδεικται, ἕτερον µέν ἐστι τὸ λογιζόµενον, ἕτερον δὲ τὸ ἐπιθυµοῦν, ἄλλο δὲ τὸ θυµούµενον, ἔσται τις ἀρετὴ καθ’ ἕκαστον αὐτῶν µία.

7.1.29. κάλει τοίνυν εἰ βούλει τὴν µὲν ἐν τῷ λογιζοµένῳ σοφίαν ἢ φρόνησιν ἢ ἐπιστήµην ἢ ὅτιπερ ἂν ἄλλο σοι δόξῃ, τὴν δ’ ἐν τῷ θυµουµένῳ πάλιν ἀνδρείαν ἢ ὅτιπερ ἂν ἄλλο βουληθῇς·οὐ γάρ µοι µέλει τῶν ὀνοµάτων, ἀλλ’ ὅτι µίαν αὐτὴν ἀναγκαῖον εἶναι· κάλει δ’ εἴπερ ἐθέλεις καὶ τὴν ἐν τῷ λοιπῷ, τῷ ἐπιθυµητικῷ, γιγνοµένην ἀρετὴν σωφροσύνην, αὖθις ἡµῶν ἐπισκεπτοµένων περὶ τῆς κατ’ αὐτὴν ᾿Αριστοτέλει τε καὶ Πλάτωνι γεγενηµένης διαφωνίας οὐ µεγάλης ὑπαρχούσης.

7.1.30. ἐπεὶ δ’ ἕκαστον µόριον τῆς ὅλης ψυχῆς τὸ κατὰ τὴν ἀξίαν ἑαυτοῦ κάλλος ἔχει, τὴν ψυχὴν ὅλην εἰκότως ἂν εἴποις δικαίαν.

7.1.31. ἐν µὲν οὖν τοῖς ἀλόγοις µέρεσιν αὐτῆς ἕξεις τέ τινές εἰσι καὶ δυνάµεις µόνον αἱ ἀρεταί, κατὰ δὲ τὸ λογικὸν οὐχ ἕξις µόνον ἢ δύναµίς ἐστιν, ἀλλὰ καὶ ἐπιστήµη ἡ ἀρετή.

7.1.32. µόνῳ γὰρ τούτῳ τῷ µέρει τῆς ψυχῆς ἐπιστήµης µέτεστι, τὰ δὲ ἄλλα δυνάµεις µέν τινας καὶ ἕξεις βελτίους τε καὶ χείρους κτᾶσθαι δύναται, µετασχεῖν δ’ ἐπιστήµης ἀµήχανον αὐτοῖς, ἄχριπερ ἂν µηδὲ λόγου. τὸ µὲν οὖν ἀληθὲς οὕτω βραχύ.

7.2.1. Μεταβῶµεν δ’ ἑξῆς ἐπὶ τὸ διηµαρτηµένον· ἔστι γὰρ οὐδ’ αὐτὸ µακρὸν ἀνδρὶ κατὰ φύσιν ἔχοντι.

7.2.2. νοµίσας γοῦν ὁ ᾿Αρίστων µίαν εἶναι τῆς ψυχῆς δύναµιν, ᾗ λογιζόµεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο µίαν, ἐπιστήµην ἀγαθῶν καὶ κακῶν.

7.2.3. ὅταν µὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήµην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν µὲν τἀγαθὰ µὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δ’ ὅταν τὰ µὲν θαρρῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατ’ ἀξίαν ἑκάστῳ νέµῃ, δικαιοσύνην·ἑνὶ δὲ λόγῳ γιγνώσκουσα µὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τ’ ἐστὶ καὶ ἐπιστήµη, πρὸς δὲ τὰς πράξεις ἀφικνουµένη τὰς κατὰ τὸν βίον ὀνόµατα πλείω λαµβάνει τὰ προειρηµένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουµένη.

 

7.2.4. Tοιαύτη µέν τις ἡ ᾿Αρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε µὴν Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ τὴν κοινὴν πρὸς ἑαυτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι.

7.2.5. καλῶς γὰρ ἅπαντα γιγνωσκόντων τε καὶ πραττόντων ἡµῶν ἂν ὁ βίος διοικοῖτο κατ’ ἐπιστήµην, κακῶς δὲ καὶ ψευδῶς γιγνωσκόντων τε καὶ πραττόντων κατ’ ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται, καὶ διὰ ταῦτα µία µὲν ἀρετὴ γίγνοιτ’ ἂν ἡ ἐπιστήµη, µία δ’ ὡσαύτως καὶ ἡ κακία, προσαγορευοµένη καὶ ἥδε ποτὲ µὲν ἄγνοια, ποτὲ δ’ ἀνεπιστηµοσύνη.

7.2.6. ἐὰν οὖν τις τὸν θάνατον ἢ τὴν πενίαν ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαρρεῖν ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ µὲν ἐπιστήµης αὐτὸ τίθεται, ἀγνοῶν τἀληθές, ὡς ἂν ᾿Αρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δ’ ἔχει ψυχῆς ἣν ὀνοµάζουσι δειλίαν· οἷς ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν ἐπιστήµην οὖσαν ὧν χρὴ θαρρεῖν ἢ µὴ θαρρεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειληµµένων, οἷάπερ ἐστὶν ὑγίεια καὶ πλοῦτος καὶ νόσος καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτ’ ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλ’ ἀδιάφορα πάντα.

7.2.7. καὶ τοίνυν εἰ τὸ µὲν ἡδὺ νοµίσας τις ἀγαθόν, τὸ δ’ ἀνιαρὸν κακόν, ἀκολουθῶν τῇ δόξῃ τῇδε τοῦ µὲν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγήν, ἀµαθής ἐστιν οὐσίας ἀγαθοῦ καὶ διὰ ταῦτ’ ἀκόλαστος.

7.2.8. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουµένων ἡµῶν τὸ φαινόµενον ἀγαθόν, φευγόντων δὲ τὸ φαινόµενον κακόν, ἐχόντων δὲ φύσει τὰς ὁρµὰς ταύτας ἐφ’ ἑκάτερον, ἡ φιλοσοφία διδάσκουσα τὸ κατ’ ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν ἀναµαρτήτους ἐργάζεται.

7.2.9. Χρύσιππος δὲ οὐκ οἶδ’ ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐτοῖς πράγµασι, προσέχει τὸν νοῦν ἕτερόν τι νοµίζων δηλοῦσθαι καθ’ ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαρρητέον, ἀγαθόν.

7.2.10. ἔστι δ’ οὐχ ἕτερον, ἀλλ’ ἐν ἁπάσαις ταὐτόν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. τοῦτο γάρ ἐστι µόνον ὅπερ ἂν ἕλοιτό τις ἢ πράξειεν ἢ θαρρήσειεν, ὥσπερ γε καὶ τὸ κακόν, ὃ µήτε ἂν ἕλοιτο µήτε πράξειε µήτε θαρρήσειεν.

7.2.11. ὡς οὖν ὁ λέγων ἔχειν ἡµᾶς ὀφθαλµοὺς οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἔχειν ἡµᾶς ὦπας ἢ ὄµµατα, καθάπερ οὐδ’ εἰ τούτων ἀποχωρήσας τῶν ὀνοµάτων ἡµᾶς ἔχειν φαίη***** µόριον ὀπτικὸν ἢ µόριον ὁρατικὸν ἢ ὄργανον ὁρατικόν, οὕτως ὁ λέγων ἔχειν ἡµᾶς ἐπιστήµην ἀγαθῶν τε καὶ κακῶν οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἐπιστήµην αἱρετέων καὶ οὐχ αἱρετέων ἢ ποιητέων καὶ οὐ ποιητέων ἢ θαρραλέων καὶ οὐ θαρραλέων ἔχειν ἡµᾶς.

7.2.12. ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατ’ αὐτὸν τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ µόνον ἐστὶν αἱρετέον καὶ ποιητέον καὶ θαρρητέον· ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήµην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐξεταζοµένην ὀνόµατα πλείω λαµβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάµενον.

7.2.13. ὥσπερ οὖν τὸν περὶ <τῶν> τῆς ψυχῆς ἡµῶν µερῶν λόγον ὁ Πλάτων ἑνὶ λόγῳ βραχεῖ περιέλαβεν ἐπιστηµονικῷ κατὰ τὸ τέταρτον τῆς Πολιτείας, οὕτω καὶ περὶ τῶν ἀρετῶν αὐτῆς ἐφεξῆς ἐδίδαξε διὰ βραχέων.

7.2.14. ἐν δέ γε τῷ Λάχητι παρέγραψεν “εἴ τις ἐπιστήµας εἶναι νοµίζει τὰς ἀρετάς, οὐ πολλαὶ γίγνοιτ’ ἂν ἀλλὰ καὶ µία γνῶσις ἀγαθῶν τε καὶ κακῶν.”

7.2.15. οὔκουν οὔτε Πλάτων οὔτ’ ἐγὼ πολυλογίας αἴτιος καθάπερ οὐδ’ ᾿Αρίστων, ἀλλ’ ὁ µακροὺς µὲν ἀποτείνων λόγους ἐκ ληµµάτων ἀρχοµένους ἤτοι διαλεκτικῶν µόνον, οὐ µὴν ἐπιστηµονικῶν, ἢ οὐδὲ τοιούτων ἀλλ’ ἤτοι ῥητορικῶν ἢ σοφιστικῶν.

7.2.16. ἐπιδέδεικται δέ µοι τοῦτο κατὰ τὸ δεύτερον ὑπόµνηµα τῆσδε τῆς πραγµατείας δεικνύντι τὴν διαφορὰν τῶν ληµµάτων, ὅπερ οὐ τοῦ προκειµένου ἐστὶ σκέµµατος.

7.2.17. οὕτως οὖν κἀν τοῖς Περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστηµονικῶν καὶ ἀποδεικτικῶν ληµµάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὡς ἔν γε τῷ Ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστηµονικῶν µᾶλλον ἅπτεται καταβαλλόντων µὲν ὄντως τὸν ᾿Αρίστωνος λόγον, οὐ µὴν τῇ γε οἰκείᾳ πρεπόντων ὑποθέσει.

7.3.1. Διὰ τοὺς ἀγανακτοῦντας οὖν ἐπὶ τῷ µήκει τῆς ἐνεστώσης πραγµατείας ἑτέρωθι µὲν ἰδίᾳ περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς αὖθις ἔγνωκα ποιήσασθαι τὸν λόγον, ἐν δὲ τῷ παρόντι διὰ τοὺς φιλοµαθεῖς ἐπείγοντάς µε τὰ λείποντα προσθεῖναι τοῖς ἐνεστῶσιν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρηµένοις ἀφίξοµαι.

7.3.2. δέδεικται µὲν γὰρ ὡς ἡ τοῦ γεγεννηµένου ζῴου διοίκησις ὑπὸ τριῶν ἀρχῶν γίνεται, µιᾶς µὲν τῆς ἐν τῇ κεφαλῇ κατῳκισµένης ἧς ἔργα καθ’ ἑαυτὴν µὲν ἥ τε φαντασία καὶ ἡ µνήµη καὶ <ἡ ἀνάµνησις, ἐπιστήµη τε καὶ> νόησις καὶ διανόησις, ἐν δὲ τῷ πρός τι τῆς τ’ αἰσθήσεως ἡγεῖσθαι τοῖς [τ’] αἰσθανοµένοις τοῦ ζῴου µέρεσι καὶ τῆς κινήσεως τοῖς κινουµένοις καθ’ ὁρµήν, ἑτέρας δὲ τῆς ἐν τῇ καρδίᾳ καθιδρυµένης, ἧς ἔργα καθ’ ἑαυτὴν µὲν ὁ τόνος ἐστὶ τῆς ψυχῆς καὶ τὸ µόνιµον ἐν οἷς ἂν ὁ λογισµὸς κελεύσῃ καὶ τὸ ἀήττητον, κατὰ πάθος δ’ <ἡ> οἷον ζέσις τῆς ἐµφύτου θερµασίας ποθούσης τιµωρήσασθαι τῆς ψυχῆς τηνικαῦτα τὸν ἀδικεῖν δόξαντα, καὶ καλεῖται τὸ τοιοῦτον θυµός, ἐν δὲ τῷ πρός τι θερµασίας ἀρχὴ τοῖς κατὰ µέρος εἶναι µορίοις ἀρτηρίαις τε κινήσεως σφυγµικῆς· τῆς δ’ ὑπολοίπου δυνάµεως ἐν ἥπατι καθιδρυµένης ἔργα τὰ περὶ τὴν θρέψιν ἅπαντα κατὰ τὸ ζῷον, ὧν µέγιστον µέρος ἐν ἡµῖν τε καὶ πᾶσι τοῖς ἐναίµοις ζῴοις ἐστὶν ἡ τοῦ αἵµατος γένεσις.

7.3.3. τῆς δ’ αὐτῆς ταύτης δυνάµεως καὶ ἡ τῶν ἡδέων ἐστὶν ἀπόλαυσις, ἐν ᾗ σφοδρότερον τοῦ δέοντος κινουµένη τήν τ’ ἀκρασίαν καὶ τὴν ἀκολασίαν ἐργάζεται.

7.3.4. ῾H µὲν οὖν ἀπόδειξις ἡ δεικνῦσα τὴν τῶν νεύρων ἀρχὴν εἶναι κατὰ τὴν κεφαλὴν εὐθὺς ἔχει καὶ τὸ µέρος αὐτῆς συνεν-δεικνύµενον. ὄντων γὰρ τοῦ λόγου δυοῖν ληµµάτων, ἑνὸς µὲν κατὰ τὴν τοῦ προβλήµατος ἔννοιαν ἢ οὐσίαν ἢ φύσιν ἢ ὅπως ἂν ἐθέλῃς ὀνοµάζειν, ἑτέρου δὲ φαινοµένου διὰ τῆς ἀνατοµῆς, τούτῳ τῷ φαινοµένῳ µετ’ ἀκριβείας γιγνωσκοµένῳ συνδιαγιγνώσκεται τῆς κεφαλῆς τὸ µέρος ὅθεν ἡ ἀρχὴ τῶν νεύρων ἐστίν, οὐχ αἱ µήνιγγες ἀλλ’ ἐγκέφαλος.

7.3.5. ἕκαστον γὰρ τῶν ἀποφυοµένων νεύρων τριπλοῦν τὴν οὐσίαν ἐστί· τὸ µέσον µὲν γὰρ αὐτοῦ καὶ διὰ βάθους, ὅπερ ἀνάλογόν ἐστι τῇ τῶν δένδρων ἐντεριώνῃ, τὴν ἀρχὴν τῆς γενέσεως ἔχον ἐξ ἐγκεφάλου, περιεχόµενον δ’ ἐν κύκλῳ προτέρᾳ µὲν τῇ τῆς λεπτῆς µήνιγγος ἀποφύσει, δευτέρᾳ δὲ τῇ τῆς παχείας.

7.3.6. ᾿Ερασίστρατος δ’ ἄχρι πολλοῦ τὴν ἔξωθεν µοῖραν ὁρῶν µόνην τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας µήνιγγος ὁρµωµένην, ἀπ’ ἐκείνης ᾤετο πεφυκέναι σύµπαν τὸ νεῦρον καὶ µεστά γε τὰ πλεῖστα τούτου τῶν συγγραµµάτων ἐστὶν ἀπὸ τῆς περιεχούσης τὸν ἐγκέφαλον µήνιγγος πεφυκέναι φάσκοντος τὰ νεῦρα.

7.3.7. ἀλλ’ ὅτε πρεσβύτης ὢν ἤδη καὶ σχολὴν ἄγων µόνοις τοῖς τῆς τέχνης θεωρήµασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνατοµάς, ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπ’ ἐγκεφάλου πεφυκυῖαν.

7.3.8. ἔχει δ’ ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρόπον· “ἐθεωροῦµεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου καὶ ἦν ὁ µὲν ἐγκέφαλος διµερής, καθάπερ καὶ τῶν λοιπῶν ζῴων, καὶ κοιλίαι παραµήκεις τῷ εἴδει κείµεναι· συντέτρηντο δ’ αὗται εἰς µίαν κατὰ τὴν συναφὴν τῶν µερῶν· ἐκ δὲ ταύτης ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουµένην καὶ ἐκεῖ ἑτέρα ἦν µικρὰ κοιλία.

7.3.9. διαπέφρακτο δὲ ταῖς µήνιγξιν ἕκαστον τῶν µερῶν· ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθ’ ἑαυτὴν καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος, πολὺ δ’ ἔτι µᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολλοῖς ἑλιγµοῖς καὶ ποικίλοις κατεσκεύαστο.

7.3.10. ὥστε µαθεῖν <ἐκ> τούτων τὸν θεωροῦντα ὅτι ὥσπερ ἐπὶ τῶν λοιπῶν ζῴων, ἐλάφου τε καὶ λαγωοῦ καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν ζῴων ὑπεραίρει τοῖς πρὸς ταῦτα χρησίµοις εὖ κατεσκευασµένον µυσί τε καὶ νεύροις, οὕτω καὶ ἀνθρώπῳ, ἐπειδὴ τῶν λοιπῶν ζῴων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτ’ ἔστι <καὶ> πολύπλοκον. ἦσαν δὲ καὶ ἀποφύσεις τῶν νεύρων αἱ πᾶσαι ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθ’ ὅλον εἰπεῖν ἀρχὴ φαίνεται εἶναι τῶν κατὰ τὸ σῶµα ὁ ἐγκέφαλος.

7.3.11. ἥ τε γὰρ ἀπὸ τῶν ῥινῶν γιγνοµένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ αἱ ἀπὸ τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν γλῶσσαν καὶ ἐπὶ τοὺς ὀφθαλµοὺς ἀποφύσεις ἀπὸ τοῦ ἐγκεφάλου.”

7.3.12. ἐν τούτοις ὁ ᾿Ερασίστρατος ὁµολογεῖ τὸ πρότερον ἀγνοούµενον ἑαυτῷ σαφῶς ἑωρακέναι τηνικαῦτα, τῶν νεύρων ἕκαστον ἐξ ἐγκεφάλου φυόµενον. ἀκριβῶς δὲ καὶ περὶ τῶν τεττάρων αὐτοῦ κοιλιῶν ἔγραψεν, ἃς οὐδ’ αὐτὰς ἔτει τῷ πρότερον εἶδεν.

7.3.13. εἰ δὲ κἀπὶ τῶν ζώντων ζῴων ἐπεποίητο τὴν πεῖραν ἣν ἡµεῖς οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πάνυ πολλάκις ἐποιησάµεθα, βεβαίως ἂν ἔγνω τὴν µὲν σκληρὰν καὶ παχεῖαν µήνιγγα σκέπης ἕνεκεν γεγενηµένην ἐγκεφάλου, τὴν δὲ µαλακὴν καὶ λεπτὴν καὶ τούτου µὲν αὐτοῦ χάριν, ἔτι δὲ µᾶλλον ὑπὲρ τοῦ συνδεῖν ἅπαντα τὰ κατὰ τὸν ἐγκέφαλον ἀγγεῖα, τὰς ἀρτηρίας καὶ τὰς φλέβας.

7.3.14. Tίνα δέ ἐστιν ἃ χρῆναί φηµι τεθεᾶσθαι κατὰ τὰς ἀνατοµὰς εἰς τὴν τῶν τοιούτων δογµάτων εὕρεσιν, ἐπὶ πλέον µὲν ἐν ταῖς ᾿Aνατοµικαῖς ἐγχειρήσεσι λέγεται, µνηµονεύσω δὲ καὶ νῦν αὐτῶν τοσούτου µέρους ὅσον εἰς τὰ παρόντα µάλιστ’ ἐστὶ χρήσιµον.

7.3.15. ἐκκοπέντος τοῦ τῆς κεφαλῆς ὀστοῦ ζῶντος ἔτι τοῦ ζῴου καὶ γυµνῆς τῆς παχείας µήνιγγος γενοµένης ἐὰν ἑκατέρωθεν τῆς µέσης εὐθείας, καθ’ ἣν ἐγκαταβαίνει τῷ ἐγκεφάλῳ διπλουµένη, δι’ ἀγκίστρων ἀνατείνας αὐτὴν ἢ τέµῃς µόνον ἢ ἐκτέµῃς ὅλην, οὔτ’ ἀναίσθητον οὔτ’ ἀκίνητον γίγνεται τὸ ζῷον, ὥσπερ οὐδ’ εἰ τὸ σκέπον αὐτῆς µέρος ὅλον τὸν ὄπισθεν ἐγκέφαλον ἢ τέµοις µόνον ἢ ἐκτέµοις.

7.3.16. οὐ µὴν οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ὁπωσοῦν ἐκτέµνοις, οὐδ’ οὕτως τὸ ζῷον ἀκίνητον ἢ ἀναίσθητον γίγνεται, πρὶν ἐπί τινα τῶν κοιλιῶν αὐτοῦ τὴν τοµὴν ἐξικέσθαι.

7.3.17. µάλιστα µὲν οὖν ἡ ὀπίσω βλάπτει τὸ ζῷον, ἐφεξῆς δ’ ἡ µέση· τῶν προσθίων δ’ ἑκατέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην καὶ µᾶλλον µὲν ἐπὶ τῶν πρεσβυτέρων ζῴων, ἧττον δ’ ἐπὶ τῶν νέων.

7.3.18. τὰ δ’ αὐτὰ ταῖς εἰς τὰς κοιλίας τοµαῖς αἱ κατ’ αὐτῶν ἐργάζονται θλίψεις, ἃς οὐδ’ ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ φυλαττοµένων ὁρῶµεν ἐνίοτε γιγνοµένας ἐπὶ τῶν ἀνατιτραµένων ἀνθρώπων, ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν.

7.3.19. ᾿Eκ τούτων οὖν τῶν φαινοµένων ἴσως ἄν τις ὑπονοήσειε τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦµα δυοῖν θάτερον, εἰ µὲν ἀσώµατός ἐστιν ἡ ψυχή, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς ἂν εἴποι τις, οἰκητήριον, εἰ δὲ σῶµα, τοῦτ’ αὐτὸ [πνεῦµα] τὴν ψυχὴν εἶναι.

7.3.20. ἀλλ’ ὅταν γε συναχθεισῶν τῶν κοιλιῶν ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῷον, οὐκέτ’ <οὐδέτερον> οἷόν τε φάναι τῶν εἰρηµένων ὑπάρχειν τουτὶ τὸ πνεῦµα.

7.3.21. βέλτιον οὖν ὑπολαβεῖν ἐν αὐτῷ µὲν τῷ σώµατι τοῦ ἐγκεφάλου τὴν ψυχὴν οἰκεῖν, ἥτις ποτ’ ἂν ᾖ κατὰ τὴν οὐσίαν (οὔπω γὰρ περὶ τούτου σκέψις ἥκει), τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζῴου καὶ προσέτι τὰς καθ’ ὁρµὴν κινήσεις τοῦτ’ εἶναι τὸ πνεῦµα, διὸ καὶ κενωθέν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν µὲν ζωὴν οὐκ ἀφαιρεῖσθαι τὸ ζῷον, ἀναίσθητον δὲ καὶ ἀκίνητον ἐργάζεσθαι.

7.3.22. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία, συνδιεφθείρετ’ ἂν αὐτῷ κενουµένῳ παραχρῆµα τὸ ζῷον.

7.3.23. Eὔλογον οὖν γεννᾶσθαι µὲν τουτὶ τὸ πνεῦµα κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾶν ἀρτηριῶν τε καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούµενα χορ<ι>οειδῆ πλέγµατα γέγονεν, ὄργανον δ’ ὡς ἔφην εἶναι τὸ πρῶτον αὐτὸ τῆς ψυχῆς.

7.3.24. ἔτι δ’ ἂν µᾶλλον ἐλπίσαις γίγνεσθαι τὸ πνεῦµα τοῦτο τῶν ἀγγείων ἀναπνεόντων αὐτὸ καὶ µάλιστα τῶν ἀρτηριῶν εἰς τὰς κοιλίας τοῦ ἐγκεφάλου, τὸ δικτυοειδὲς ἰδὼν πλέγµα γιγνόµενον ἐκ τῶν ἐρχοµένων εἰς τὴν κεφαλὴν ἀρτηριῶν, ὅταν πρῶτον ὑπερβᾶσαι τὸ κρανίον ἐντὸς αὐτοῦ γένωνται κατὰ τὴν καλουµένην ἐγκεφάλου βάσιν.

7.3.25. ἐνταῦθα γὰρ οὐκ ὀλίγην χώραν ἡ φύσις οἷον θαλάµην τινὰ τῷ δικτυοειδεῖ τῷδε παρεσκεύασε πλέγµατι περιεχοµένην ὑπὸ τῆς παχείας µήνιγγος, εἰς ἣν χώραν ἀπὸ τῶν καρωτίδων ὀνοµαζοµένων ἀρτηριῶν οὐ σµικρά τις ἀφικνουµένη µοῖρα, καθ’ ἑκάτερον µέρος ἓν ἀγγεῖον, εἶτα κατασχιζόµεναι πολυειδῶς οὐχ ἁπλοῦν ἐργάζονται καὶ τὸ δίκτυον, ἀλλ’ ἐπ’ ἀλλήλοις κείµενα πολλὰ µετὰ τοῦ συνῆφθαί τε καὶ συµπεφυκέναι πάντα.

7.3.26. καὶ πάλιν γε κατὰ τοῦ πλέγµατος τοῦδε τηλικοῦτον ζεῦγος ἀρτηριῶν ἐκφυόµενον ἡλίκον ἐξ ἀρχῆς ἦν τὸ παρὰ τῶν καρωτίδων ἧκον, εἰς τὸν ἐγκέφαλον ἀναφέρεται τά τ’ ἄλλα µέρη διαπλέκον αὐτοῦ παµπόλλαις ἀπονεµήσεσι καὶ τὰ κατὰ τὰς κοιλίας ἐργαζόµενον πλέγµατα.

7.3.27. τὸ µὲν οὖν κατὰ τὰς ἀρτηρίας πνεῦµα ζωτικόν ἐστί τε καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχικόν, οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ’ ὡς ὄργανον πρῶτον αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ τὴν οὐσίαν.

7.3.28. ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦµα κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν γεννᾶται τὴν ὕλην ἔχον τῆς γενέσεως ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυµῶν ἀναθυµιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει τὴν γένεσιν· ἐχρῆν γὰρ δήπου µᾶλλον ἁπάντων αὐτὸ µεταβολῆς ἀκριβοῦς τυχεῖν.

7.3.29. εἴπερ οὖν τό τε σπέρµα καὶ τὸ γάλα, καίτοι γ’ ἀπολειπόµενα τῇ δυνάµει τοῦ ψυχικοῦ πνεύµατος, ὅµως ἡ φύσις ἀκριβῶς κατεργάζεσθαι δεοµένη πολυχρόνιον αὐτοῖς ἐµηχανήσατο τὴν ἐν τοῖς πεπτικοῖς ὀργάνοις διατριβὴν καὶ διὰ τοῦτο τῷ µὲν σπέρµατι τὴν πρὸ τῶν ὄρχεων ἕλικα παρεσκεύασε, τῷ δὲ γάλακτι τὸ µῆκος τῶν εἰς τοὺς τιτθοὺς ἰόντων ἀγγείων, εἰκότως καὶ κατὰ τὸν ἐγκέφαλον ἐκ τοῦ ζωτκοῦ πνεύµατος ἐργαζοµένη τὸ ψυχικὸν οἷον λαβύρινθόν τινα ποικίλον ἐδηµιούργησε πλησίον ἐγκεφάλου τὸ δικτυοειδὲς πλέγµα.

 

7.3.30. Tοῦτό τε οὖν αὐτὸ τῆς κατασκευῆς τῶν µορίων ἐνδειξαµένης ἐδιδάχθηµεν, ὅτι τε τὸ ψυχικὸν πνεῦµα µήτ’ οὐσία ψυχῆς ἐστι µήτε οἶκος αὐτῆς, ἀλλ’ ὄργανον πρῶτον, ἐκ τοῦ κενωθέντος αὐτοῦ κατὰ τὰς τρώσεις αὐτίκα µὲν οἷόνπερ νεκρὸν γίγνεσθαι τὸ ζῷον, ἀθροισθέντος δὲ αὖθις ἀναβιώσκεσθαι· καὶ πάνθ’ ἁπλῶς ὅσαπερ εἴρηταί τε καὶ µέλλει λεχθήσεσθαι, τὰ µὲν ἐκ τῆς τῶν µορίων κατασκευῆς, τὰ δὲ ἐκ τῶν ἑποµένων συµπτωµάτων ἐπὶ ταῖς τοµαῖς ἢ θλίψεσιν ἔχει τὴν εὕρεσιν.

7.3.31. αὐτίκα γέ τοι τῶν κατὰ τὸν ἐγκέφαλον πόρων οἱ µὲν διὰ τῆς καλουµένης χώνης εἰς ὑπερῴαν καθήκουσιν, οἱ δ’ εἰς τὴν ἀρχὴν τῆς ῥινὸς τελευτῶσιν, οἱ δ’ ἐν τοῖς ὀπτικοῖς φαίνονται νεύροις.

7.3.32. καί τις ἄλλος εἷς ἀζυγὴς ἐµβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθ’ ὃ µέρος µάλιστα τῆς παχείας µήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυµνὸς ἅµα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας, ὅπερ οὐχ ἥκιστα τὸν ᾿Ερασίστρατον ἠπάτησεν, ὡς οἰηθῆναι διὰ τὴν τῆς µήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον· ἑώρα γὰρ ἐπὶ τῶν κατὰ τὸν πρῶτον σπόνδυλον τιτρωσκοµένων βοῶν ἅµα τῷ διαιρεθῆναι τὴν µήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῷον γινόµενον.

7.3.33. ἀλλ’ οὐ τῷ πάθει τῆς µήνιγγος, ἀλλὰ τῷ γυµνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο. δῆλον δ’ ἐστὶν ἐκ τοῦ κατὰ πάντα τἆλλα µέρη τὴν µήνιγγα µηδὲν τοιοῦτον τιτρωσκοµένην ἐργάζεσθαι.

7.3.34. περὶ µὲν οὖν τῆς ὅλης φύσεως ἐγκεφάλου δι’ ἑτέρων λέγεται πραγµατειῶν, τὰ µὲν ἐξ ἀνατοµῆς φαινόµενα κατὰ τὴν τῶν ᾿Aνατοµικῶν ἐγχειρήσεων, ἡ δὲ χρεία τῆς κατασκευῆς ἑκάστου τῶν µελῶν ἐν τῇ Περὶ χρείας µορίων εἴρηται, οὐκ ὀλίγα δὲ κἀν τοῖς Περὶ τῆς ῾Ιπποκράτους ἀνατοµῆς ὑποµνήµασιν· ἐν δὲ τῷ παρόντι τὰ χρήσιµα µόνα πρὸς τὰ προκείµενα διέρχοµαι.

7.3.35. τῶν γάρ τοι νεύρων ἐκπεφυκότων ἐγκεφάλου τε καὶ τῶν περικειµένων αὐτῷ µηνίγγων διὰ µὲν τῆς κατὰ τὸν ἐγκέφαλον ἀποφύσεως ἥ τ’ αἴσθησις ἅπασι τοῖς µέλεσι καὶ ἡ κίνησις χορηγεῖται, ὃ δ’ ἑκατέρας τῶν µηνίγγων ἐστὶν ἀποβλάστηµα, τὴν αὐτὴν χρείαν παρέχει τοῖς νεύροις ἥνπερ ἐγκεφάλῳ παρεῖχον ἐκεῖναι.

7.3.36. διὸ κἂν ἄµφω περιέλῃς οὐδὲν βλάπτεται τὸ µόριον εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, καθάπερ οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ἀφέλοιο τὰς ἔξωθεν µήνιγγας· οὐδὲν γὰρ οὐδ’ ἐπὶ ταύταις βλάπτεται τὸ ζῷον ἔν γε τῷ παραυτίκα· χρόνῳ δ’ ὕστερον εἰ κατὰ συµπάθειαν ἕπεται κίνδυνος, οὐδὲν τούτων ἐστὶ πρὸς τὸ ζητούµενον.

7.4.1. Πότερον οὖν, ὥσπερ ἐπὶ τῶν κοιλιῶν τοῦ ἐγκεφάλου κενωθέντος τοῦ πνεύµατος ὅλον τὸ ζῷον ἀναίσθητον ἐγίνετο καὶ διὰ τοῦτ’ ἔφαµεν αὐτὸχρήσιµον ὑπάρχειν εἰς τὰς τῶν µορίων αἰσθήσεις τε καὶ κινήσεις, οὕτως ἡγητέον ἐστὶ καὶ καθ’ ἕκαστον νεῦρον εἶναί τι πνεῦµα; καὶ πότερον ἐγχώριόν γέ τι καὶ σύµφυτον αὐτοῖς εἶναι τοῦτο, [τὸ] πληττόµενον ὑπὸ τοῦ παρὰ τῆς ἀρχῆς ἥκοντος ὥσπερ ἀγγέλου τινός, ἢ σύµφυτον µὲν ἔνεστιν αὐτοῖς οὐδέν, ἐπιρρεῖ δ’ ἐξ ἐγκεφάλου κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ κινῆσαι προαιρούµεθα τὸ µέρος; ἐγὼ µὲν οὐκ ἔχω προχείρως ἀποφήνασθαι, προκείσθω δ’ ἐν κοινῷ σκοπεῖσθαι καὶ ταῦτα µὲν ἄµφω τὰ νῦν εἰρηµένα καὶ πρὸς τοῖσδε τρίτον ἡ κατὰ ποιότητα τῶν συνεχῶν ἀλλοίωσις, ὅπερ αἰνίττεσθαί µοι δοκοῦσιν οἱ κατὰ δύναµιν ἐπιρρεῖν τινα χωρὶς οὐσίας φάσκοντες.

7.4.2. αἱ γὰρ κατ’ ἀλλοίωσιν εἰς τὰ συνεχῆ σώµατα διαδόσεις τῶν ποιοτήτων ἐπιρροαὶ δυνάµεως ὑπ’ αὐτῶν λέγονται, καθάπερ ὅταν ἐπὶ τοῦ περιέχοντος ἀέρος ἐκ τῆς ἡλιακῆς αὐγῆς ὁρµηθεῖσά τις ποιότητος εἰς ἅπαν αὐτοῦ µέρος ἀφικνῆται διάδοσις, αὐτῆς τῆς οὐσίας τοῦ ἡλίου µενούσης κατὰ χώραν· ἐπιδέδεικται γὰρ ἡµῖν τοῦτο κατὰ τὴν Περὶ τῆς ἀποδείξεως πραγµατείαν.

7.4.3. οὔκουν οἷόν τε προχείρως ἀποφήνασθαι πότερον οὕτως ἐξ ἐγκεφάλου δύναµις ἐπιρρεῖ τοῖς µέλεσι διὰ νεύρων, ἢ τῆς τοῦ πνεύµατος οὐσίας παραγινοµένης ἄχρι τῶν αἰσθανοµένων καὶ κινουµένων µορίων, ἢ µέχρι τινὸς ἐµπιπτούσης τοῖς νεύροις ὡς ἀλλοιῶσαι σφοδρῶς αὐτά, κἄπειθ’ οὕτως τῆς ἀλλοιώσεως ἄχρι τῶν κινουµένων µελῶν διαδιδοµένης.

7.4.4. Tοιοῦτον γοῦν τι καὶ κατὰ τὴν ὀπτικὴν αἴσθησιν ἐν τοῖς περὶ τῆς ἀποδείξεως ἐδείχθη γιγνόµενον. ὅτι γὰρ ἐπ’ ἐκείνων τῶν νεύρων αὐγοειδὲς φέρεται πνεῦµα τρήµατα ἐχόντων σαφῆ κατά τε τὴν ἄνωθεν ἀρχὴν καὶ τὴν εἰς τοὺς ὀφθαλµοὺς ἔµφυσιν, ἐν ταῖς τῶν µεγάλων ζῴων ἀνατοµαῖς ἐστι θεάσασθαι.

7.4.5. τὸ µὲν οὖν κάτω καὶ πρὸς τοῖς ὀφθαλµοῖς οἱ πλεῖστοι τῶν ἀνατοµικῶν ἐγνώκασιν, ἡ δ’ ἄνωθεν ἀρχὴ τῶνδε τῶν νεύρων σχεδὸν ἅπασιν αὐτοῖς ἠγνόηται κατὰ τὴν εἰς τὸ πλάγιον ἐπιστροφὴν οὖσα τῶν προσθίων κοιλιῶν.

7.4.6. ἑκατέρας γὰρ αὐτῶν στενὴν καὶ προµήκη τὴν κάτω τελευτὴν ἐχούσης, ἔνθα τῶν τῆς ῥινὸς πόρων ἐστὶν ἡ ῥίζα, τὸ δὲ ἄνω πέρας, ὃ πρὸς τὴν µέσην ἀνήκει κοιλίαν, εὐρυνόµενον, ἐπιστροφή τις ἐντεῦθεν εἰς τὸ πλάγιον γίγνεται ῥέπουσα βραχὺ πρός τε τὸ κάτω καὶ τὴν βάσιν.

7.4.7. οὐ µὴν ἐξικνοῦνταί γ’ ἐπ’ ἐκείνην, ἀλλὰ κατ’ ὀλίγον στενωθεῖσαι παύονται κέρατος δίκην οὐκ ἀκριβῶς εὐθέος ἀλλ’ ἀτρέµα πως ἀποστρεφοµένου.

7.4.8. πρὸς τοῦτ’ οὖν τὸ πέρας τῶν κοιλιῶν ἀνήκει τῶν ὀπτικῶν νεύρων ἡ ἀρχὴ τρῆµα δυσθεώρητον ἔχουσα.

7.4.9. θεάσῃ δὲ αὐτὸ τριῶν τούτων στοχασάµενος, ἑνὸς µὲν τοῦ µέγα τὸ ζῷον εἶναι, δευτέρου δὲ τοῦ παραχρῆµα µετὰ τὸν θάνατον ἀνατέµνεσθαι καὶ τρίτου τοῦ τὸν πέριξ ἀέρα φωτεινὸν εἶναι.

7.4.10. ἐὰν γὰρ ἐπὶ τούτοις οὕτω παρεσκευασµένοις γυµνώσῃς ἐπιτηδείως τὸ πέρας τῆς κοιλίας ἀφελὼν ἅπαντα τὰ κατ’ αὐτῆς ἐπικείµενα σώµατα χωρὶς τοῦ διασπάσαι τε καὶ θλάσαι τὴν ἔκφυσιν τοῦ νεύρου, θεάσῃ τὸ κατὰ τὴν ἀρχὴν αὐτοῦ τρῆµα.

7.4.11. ῞Oτι µὲν οὖν φέρεταί τι πνεῦµα διὰ τῶν πόρων τούτων ἐπὶ τοὺς ὀφθαλµούς, ἥ τε κατασκευή σε διδάσκει καὶ προσέτι τὸ κλεισθέντος µὲν αὐτῶν ἑνὸς εὐρύνεσθαι θατέρου τὴν κόρην, ἀνοιχθέντος δέ, παραχρῆµα πάλιν εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι µέγεθος.

7.4.12. ὅτι τε γὰρ ὑπό τινος οὐσίας διατεινοµένου τοῦ ῥαγοειδοῦς χιτῶνος ἐν τῷ πληροῦσθαι τὴν ἔνδον αὐτοῦ χώραν ἀναγκαῖόν ἐστιν εὐρύνεσθαι τῷ κατὰ τὴν κόρην τρήµατι καὶ ἄλλως ἀµήχανον, ὅτι τε τὸ τάχος τῆς κενώσεώς τε καὶ πληρώσεως οὐχ ὑγροῦ τινος ἐπιρρέοντος [τε], ἀλλὰ µόνης ἐστὶ πνευµατικῆς ἔργον οὐσίας, οὐ χαλεπὸν συνιδεῖν.

7.4.13. ἐπεὶ δ’ ἐς ταὐτὸ ἀµφότεροι οἱ πόροι παραγίγνονται, καὶ γὰρ καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ τῆς ἀνατοµῆς, εἰκός ἐστι τὴν κοινὴν χώραν ἐξ ἀµφοτέρων τῶν πόρων τὸ πνεῦµα δεχοµένην ἐν τῷ µύσαι τὸν ἕτερον ὀφθαλµὸν ἐπιπέµπειν τῷ λοιπῷ σύµπαν αὐτό.

7.4.14. µέγιστον δὲ µαρτύριον τοῦ λεγοµένου καὶ τὸ τῶν ὑποκεχυµένων, οἷς µὲν ἂν εὐρύνηται τὸ τρῆµα κλεισθέντος θατέρου τῶν ὀφθαλµῶν, ἔτι σώζεσθαι τὴν ὀπτικὴν δύναµιν, οἷς δ’ ἂν µὴ γίγνηται τοῦτο, τελέως ἀπολωλέναι καὶ διὰ τοῦτο, κἂν καλῶς καταχθῇ τὸ ὑπόχυµα, µὴ βλέπειν αὐτούς.

7.4.15. ἄλλοις δέ τισι συνέβη µὴ βλέπειν ὑποχύµατος χωρίς, ἐφ’ ὧν εἰ κλεισθείη θατέρου τὸ βλέφαρον, ἡ κόρη τὸν ἴσον ὁρᾶται κύκλον ἔχουσα τῷ πρόσθεν, ὡς ἂν µηκέτι πνευµατικῆς οὐσίας ἀφικνουµένης εἰς τὸν ὀφθαλµόν, ὑφ’ ἧς διατείνεται πληρούµενος ἔνδοθεν ὁ ῥαγοειδὴς χιτών.

7.4.16. εἰκότως οὖν ἐπὶ τούτων ἐµπεφράχθαι τοὺς πόρους τῶν ὀπτικῶν νεύρων ὑπὸ πολλῶν εὐδοκίµων ἰατρῶν εἴρηται.

7.4.17. καὶ οἶδά γέ τινα τῶν οὕτω παθόντων διηγούµενον ἡµῖν ὡς πρὶν µὲν παθεῖν ἐπὶ τοῖς ὕπνοις ἀνοιχθέντων τῶν βλεφάρων ἑώρα φῶς πολὺ πρὸ τῶν ὀφθαλµῶν, ὅπερ ἀµέλει κἀµοὶ καὶ πολλοῖς ἄλλοις ὑπάρχει, κατὰ βραχὺ δ’ ἔφη µειωθῆναι τό τε φῶς αὐτὸ µέχρι τοῦ µηδ’ ὅλως ἔτι φαίνεσθαι, καὶ τὴν ὀπτικὴν αἴσθησιν ἀµαυρουµένην ὁµοίως εἰς ἀπώλειαν ἀφικέσθαι παντελῆ.

7.4.18. λέουσι δὲ καὶ παρδάλεσι καὶ τῶν ἄλλων ζῴων οἷς αὐγοειδής ἐστιν ἱκανῶς ὁ ὀφθαλµός, ἔνεστί σοι θεάσασθαι νύκτωρ, ὅταν ἐπιστρέψωσι τὴν κόρην ἐπὶ τὴν ῥῖνα, κύκλον αὐγῆς ἐπ’ αὐτῆς φαινόµενον, ὡς ἀναλογίσασθαι τοσοῦτον ἀπὸ τῆς κόρης ἐν τῷ µεταξὺ τὸν ὀπτικὸν ηὐξῆσθαι κῶνον, ἡλίκος ἂν ᾖ κατὰ τὴν ἀναλογίαν τοῦ διαστήµατος ὁ κύκλος αὐτῆς.

7.4.19. τοῖς µὲν γὰρ µείζονα τοῦτον ἔχουσι φύσει καὶ ὁ τῆς αὐγῆς κύκλος µείζων φαίνεται, τοῖς δ’ ἐλάττονα τοσοῦτον ἀνὰ λόγον ἐλάττων, ὅσον κἀκεῖνος.

7.4.20. πότερον οὖν ὥσπερ ἐπὶ τοὺς ὀφθαλµοὺς ἀφικνεῖταί τι πνεῦµα διὰ τῶν ὀπτικῶν νεύρων, οὕτω καὶ κατὰ τἆλλα ἔχει σύµπαντα καί τις ὁδός ἐστι καθ’ ἕκαστον αὐτῶν ἀόρατος ὑπὸ σµικρότητος ἢ τοῦτο ἀδύνατον ἐπὶ τῶν ἐν τοῖς νεύροις λεπτοτάτων ὑπάρχειν ἰνῶν;

7.4.21. δεήσει γὰρ ἡµᾶς ἐπινοῆσαί τι τῷ πόρῳ περικείµενον ἐν κύκλῳ, τὸ τοῦ νεύρου σῶµα, λεπτότερον καὶ τῶν ἀραχνίων, ὥστ’ αὐτό τε διασπασθήσεται τάχιστα καὶ ὁ πόρος ἐµφραχθήσεται µόνον οὐ καθ’ ἑκάστην ῥοπήν. διὰ ταῦτα µὲν ἡγοῦµαι µὴ πᾶσι τοῖς νεύροις ὑπάρχειν πόρους.

119Древнегреческий текст приводится по изданию: Galeni De placitis Hippocratis et Platonis / Ed., comm. Ph. De Lacy. Editio tertia. Berlin, 2005 (CMG V 4,1,2). P. 428–479.
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 
Рейтинг@Mail.ru