bannerbannerbanner
полная версияСочинения. Том 3

Гален
Сочинения. Том 3

Полная версия

3.4.31. οὐδὲ γὰρ ἂν ῥαγῶσιν ὑπὸ φθόνου σύμπαντες οἱ μετ’ αὐτὸν οὐδ’ ἂν ὑπὸ φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβαλέσθαι ποτὲ δυνήσονται τὴν Πλάτωνος ἢ τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον· ἀλλ’ ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ πιστεύειν ἀλλ’ ἀναμένει τὴν ἀπόδειξιν.

3.4.32. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς οὔτ’ ἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας οὓς εἰ καὶ ζῶντας ἤρετό τις εἰ τῆς περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξωμολογήσαντο ἂν εὖ οἶδ’ ὅτι μηδενὸς ἐπαΐειν αὐτῶν, αὐτοὶ δὲ μᾶλλον ἂν οἶμαι παρὰ Χρυσίππου τι μαθεῖν ἢ παρ’ αὑτῶν ἀποδεικνύειν ἠξίωσαν.

3.4.33. εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτούς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν.

3.4.34. ἀλλ’ εἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν οἶμαι σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ’ ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν.

3.4.35. ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γοῦν μάρτυρας ὑφ’ ὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην κἀγὼ νῦν ἀδολεσχεῖν, ἵν’ ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον.

3.4.36. οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ ῾Ιπποκράτους εἰρημένων ἀποδείξεων οὔτε ἀντεῖπεν οὔτ’ αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν οὔτε οἶδεν οὓς χρὴ καλεῖν μάρτυρας.

3.4.37. ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία τἀνδρός, ἃ χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτ’ οὐ μόνον <οὐκ> ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβάνοντος.

3.5.1. ᾿Αποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ὧδε·

3.5.2. “τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι καὶ νὴ Δία <καὶ> τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια.

3.5.3. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ πάντες, ἵνα ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν θυμὸν καὶ καταπίνειν τὴν χολήν τι-νας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν.

3.5.4. οὕτω δὲ λέγεσθαι καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν καὶ ὅτι “καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν”, ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους ὅτι “πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρεις,” ἔφησεν “ἀλλ’ οὐ πάντα καταπίνεται”, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων εἰ μὴ περὶ τὸν θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν εἰς ὃ ταῦτα πάντα φέρεται.

3.5.5. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν, ἀναβαίνειν [δ’] ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον˙· “τῆς <γὰρ> κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται, ἐὰν δὲ περὶ τὴν κεφαλήν, ἀλλοτριώτερον.”

3.5.6. ἐν τούτοις πάλιν ὁ Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ’ ἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν ἢ καταβαίνειν τὴν χολὴν ὅσα τ’ ἄλλα τοιαῦτα λέγεται μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν.

3.5.7. τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι μηδὲ μανθάνωσι τῶν λεγομένων, <ἀλλ’> ἐπειδὰν λέγηται μέν τινα ὡς ὀργὴν ἢ λύπην ἢ θυμὸν ἤ τι τοιοῦτον πάθος ἐκκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν ὁ ἀκούων μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω.

3.5.8. μετὰ ταῦτα δ’ ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνητα˙ “αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσιν ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδε τὰ εἰρημένα.”

3.5.9. τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστι δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ καὶ μὴ ὥσπερ τὰ πρόσθεν τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κἀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς γυναῖκας μάρτυρας.

3.5.10. οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως οὐδ’ ὀρχοῦνται ταῖς χερσὶν ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας ἢ ἀπειλῆς ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι μήτε θυμοῦσθαι μήθ’ ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ’ αὐτὸν οἶμαι λανθάνει τὸν Χρύσιππον.

3.5.11. ἀντιφθεγγόμενος γοῦν κἀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον ὡδί πως γράφει˙ “ἀφ’ ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ βαθεῖς τινάς φαμεν εἶναι διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεῖσθαι καταβὰν αὐτῶν.”

3.5.12. ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων ἢ λοιδορούντων λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα, καὶ αὐτὸς ὁ Χρύσιππος μαρτυρεῖ.

3.5.13. προσέρριψε δὲ τῷ λόγῳ τὸ τῆς διανοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ˙ τὸ μὲν γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα καὶ τὸ μαχόμενον ἢ ἀκόλουθον ἐπίστασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον˙ τὸ δὲ ἐπὶ λοιδορίαις ἢ ἀπειλαῖς μήτ’ ὀργισθῆναι μήτε θυμωθῆναι τῆς θυμοειδοῦς ἴδιον.

3.5.14. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει˙ μεταξὺ δὲ ταύτης τῆς τε νῦν γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν ἣν ἤδη παραγράψω πρὸς τὸ μηδὲν ὅλως ὑπερβαίνειν δοκεῖν.

3.5.15. ἔχει δὲ ὧδε˙ “τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι τὸν βαθύν, λεγομένων πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις˙ καταπιόντες γάρ, ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα ἐστί, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν καὶ πάλιν ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται.”

3.5.16. τοῦτο τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι καὶ ἐκπτύσαι καὶ ἐκβαλεῖν καὶ ἀπορρῖψαι καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῆναι μοχθηρῶν.

3.5.17. εἰ δ’ ἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι καὶ ἀπορρῖψαι καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις ὁμοίως ἔχον.

3.5.18. ὅτι δ’ οὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλ’ οὐδὲ ῥητορικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων ἀναμνήσαντα τῶν ῥητορικῶν τεχνῶν ἃς ἐκεῖνοι γράφουσι διδάσκοντες ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν.

3.5.19. οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν οἵων ὁ Χρύσιππος ἐνέπλησε τὰ ἑαυτοῦ συγγράμματα.

3.5.20. ἀλλὰ γὰρ εἴπερ πᾶσαν ῥῆσιν ἀκριβολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν ἁμαρτημάτων ἀνέλεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος ἐκταθείη τὸ βιβλίον.

3.5.21. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἀπάρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’ ὥ<σ>περ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον.

3.5.22. ἀρξάμενος οὖν ἀπό τινος ᾿Εμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογ[γ]ωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ἐν ᾧ βιβλίῳ πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους οἳ τὸ πιθανὸν ἔχουσι καὶ οὐχὶ ἀπόβλητοι τελέως εἰσὶν οὐδὲ γυναῖκας οὐδὲ ἰδιώτας οὐδὲ ἐτυμολογίας ἢ φορὰς χειρῶν ἢ ἐπινεύσεις ἢ ἀνανεύσεις κεφαλῆς ἢ ποιητὰς ἐπικαλοῦνται μάρτυρας· ἐφ’ ὧν καὶ μόνων ἐγνώκειν καταμεῖναι μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι γραφόμενα.

3.5.23. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθ’ ὑπερβῆναι παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν ἐπιδεῖξαί τε πρὸς τῷ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν Στωϊκῶν δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα πάντα ταῦτα κατὰ τόδε τὸ βιβλίον.

3.5.24. περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε σύμπαντα τὸν τόπον ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ, ὅσα δὲ ἐφεξῆς ἐστι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα τούτων ἤδη μνημονεύσω.

3.5.25. ἔστι δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅταν ἐφαπτώμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνήν, ἃ δὴ κἀν τοῖς ἐτυμολογικοῖς εἶπεν, ἔχειν [τε] τι φάσκων αὐτὴν δεικτικὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβὴν ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος.

3.5.26. εἴρηταί μοι καὶ περὶ τούτων ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κἀν τοῖς περὶ ὀνομάτων ὀρθότητος.

3.5.27. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς ὧδέ πως ἔχοντα˙

3.5.28. “τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη.”

3.5.29. τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι τὸ σπλάγχνον οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν, ὦ γενναιότατε Χρύσιππε, οὐ μὴν ἁπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν.

3.5.30. οὐ γὰρ ἄρχειν αὐτῷ καὶ δεσπόζειν τῶν ἄλλων ἡ φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικῆται τὰ κατὰ τὸν ἄνθρωπον, ἀλλ’ ἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ καρδίᾳ, καθάπερ ἡμεῖς ἀποδείκνυμεν.

 

3.5.31. ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Χρύσιππος τάδε γράφει˙ “ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος καὶ συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα.”

3.5.32. ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν ἐστι καὶ εἴπερ ἀπέδειξεν ὁ Χρύσιππος αὐτά, τότ’ ἂν ἐπῃνοῦμέν τε τὸν ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα τῶν Στωϊκῶν.

3.5.33. ἐπεὶ δ’ ἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν, ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη περὶ τῶν αὐτῶν ἀπεδείξαμεν ὡς οὔτε κατὰ τὴν καρδίαν γίγνεται καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν ἀρχή, καὶ διὰ τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκέτ’ ἂν οἶμαι δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, ἀλλὰ τοῖς ῾Ιπποκράτους καὶ Πλάτωνος.

3.5.34. ταυτὶ μὲν οὖν τὰ κεφάλαια τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων οὕτως ταχέως ὁ Χρύσιππος παρέδραμεν ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρή, μηκύνει περιττῶς.

3.5.35. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς, ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν ὑπομνήματα.

3.5.36. καὶ μετὰ ταῦτα τὴν ἀκάρδιος ἐξηγεῖται προσηγορίαν, ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ’ αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου μαρτυρούσης οἷς προεῖπον.

3.5.37. ἔχει δὲ ὧδε˙ “κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί ποι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης.”

3.5.38. ἐν ταύτῃ γὰρ τῇ ῥήσει σαφῶς ὁ Χρύσιππος ἐμαρτύρησεν ἡμῖν ὡς οὐδέποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν καρδίᾳ νενόμικεν ὑπάρχειν, οὐδ’ ὁ ἀκάρδιος τὸν ἄψυχον, ὡς οἴεται ὁ Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παρ’ αὐτοῖς.

3.5.39. οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν, ὡς καὶ τοῦτ’ αὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως τῆς νυνὶ γεγραμμένης, ἐν ᾗ φησιν˙ “ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης.”

3.5.40. οὕτως ἐν ἅπασι τοῖς λόγοις ὁ Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων, οὐ τὸ λογιζόμενον ἢ ἐπιστήμην δεχόμενον ἢ ἀλήθειαν σπουδάζον.

3.5.41. οὕτω δὲ κἀπειδὰν ἐπιφέρων εἴπῃ˙ “τὸ γὰρ ὅλον καθάπερ ἐν ἀρχῇ εἶπον εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι,” μαρτυρεῖ κἀνταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ.

3.5.42. καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς˙

3.5.43. “ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ οὐκ ἄλλως ἐπιγεν<ν>ηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, καθὸ καὶ συνιζάνουσιν εἰς αὑτοὺς συναγόμενοι πρὸς τοῦτο ὡς ἂν τὸ ἡγεμονικὸν καὶ κατ’ αὐτὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν.

3.5.44. καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν ἕτερος μὲν οὐδεὶς ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν καρδίαν μάλιστα.”

3.5.45. ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου λέγεσθαι καὶ παρακαλέσομέν γε τοὺς ἀπ’ αὐτοῦ μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρ’ ἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους καὶ τὰς λύπας καὶ πάνθ’ ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι.

3.5.46. ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν· οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν·ἐκεῖνο δ’ ἐπισκέπτεσθαι χρὴ μόνον ἐν ᾧ τὴν πᾶσαν ἀμφισβήτησιν εἶναι συμβέβηκεν, εἰ καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα.

3.5.47. εἰ γὰρ ὥσπερ τὸ θυμοειδὲς ἐναργῶς ἐπιδείκνυται δι’ ὧν ὁ Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον ἐν τῇ καρδίᾳ, ἡμεῖς δὲ καὶ περὶ τοῦ λογιζομένου παραπλησίας ταύταις ἢ καὶ σφοδροτέρας ἔτι προσθείημεν ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον ὑπάρχειν αὐτό, τί ἄλλο ἢ τὸ Πλάτωνός τε καὶ ῾Ιπποκράτους ἀποδειχθήσεται δόγμα τὰς ἀποδείξεις ἀμφοτέρας ἡμῶν συνθέντων;

3.6.1. ῎Ισως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι, τὰ λήμματα δεικνὺς ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον.

3.6.2. ἦν δ’ αὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων καὶ συμβεβηκότων ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι· καὶ δὴ τὰ ὑπάρχοντά τε καὶ συμβαίνοντα καθ’ ἑκάτερον ἰδίᾳ πάντα διήλθομεν ἔμπροσθεν.

3.6.3. ἦν δὲ καὶ τούτων κεφάλαια ταυτί· πρῶτον μὲν ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ προαίρεσιν ἅπασι τοῖς τοῦ ζῴου [γε] μέλεσι παραγόντων ὀργάνων, ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν συμβέβηκεν, ὥσπερ τῶν ἀρτηριῶν τὴν καρδίαν·

3.6.4. ἔπειτα δ’ ὅτι θλιβεισῶν μὲν ἢ τρωθεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν ὅλον τὸ ζῷον αὐτίκα γίνεται καρῶδες, οὐ μὴν ἀπόλλυταί γε οὔτε ἡ κατὰ τὰς ἀρτηρίας οὔτε ἡ κατὰ τὴν καρδίαν κίνησις, ὥσπερ γε κἀπειδὰν ὁμοίως τὴν καρδίαν διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται, τὸ δ’ ὅλον ζῷον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε κίνησιν οὐδὲν φαίνεται βλαπτόμενον.

3.6.5. ἐπεδείξαμεν δὲ καὶ ὡς οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ’ ἡ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν κινητικῆς οὔθ’ ὁ ἐγκέφαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς, ἀλλ’ ἔστιν ἑκάτερον τῶν μορίων ἑκατέρας δυνάμεως οἷον πηγή τις.

3.6.6. ἐνδείκνυται δ’ ὁ λόγος ἤδη καὶ τὴν ἀπὸ τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχοντος ἕτοιμον παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον γενέσθαι τὸ ζῷον, καρδίας δὲ συγκοπῆναι μὲν καὶ ἀπολέσθαι, τῶν προειρημένων δ’ οὐδὲ ἓν παθεῖν.

3.6.7. εἴπερ οὖν οὕτως ταῦτ’ ἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα λέγειν μὲν δύνανται τοῦτο καὶ γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν, οὐ μὴν ἐπί γε τῶν ζῴων ἐναργῶς δεικνύναι.

3.6.8. τὴν μὲν γὰρ λογιζομένην ἀρχήν, ἀφ’ ἧς τὰ νεῦρα πέφυκεν, ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δ’ ὁ Χρύσιππος ἐπὶ πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ τὸ θυμοῦσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ λυπεῖσθαι καὶ πάνθ’ ὅσα τοῦ θυμοειδοῦς τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη.

3.7.1. ῞Οπερ οὖν εἶπον ἤδη πρόσθεν ἐν τῷδε τῷ γράμματι, τοῦτο καὶ νῦν ἀναγκαῖον ἀναμνῆσαι, ὅτι ὁ Χρύσιππος ἐν τῇ μετὰ τὰς προγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μορίου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει μηδεμίαν ἀπόδειξιν ἢ παραμυθίαν ἢ πιθανότητα τῷ λόγῳ προστιθείς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ τόνδε τὸν τρόπον ἐχούσης·

3.7.2. “ἀτόπως οὖν αὐ<τοῖς> τὸ κατὰ ταῦτα ἐξαχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν <καὶ τὴν ὀδύνην> ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας <αἳ> ἐν ἄλλῳ γίνονται τόπῳ ἢ τῷ ἡγεμονικῷ.

3.7.3. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γινόμενα.

3.7.4. ὃν τρόπον γὰρ ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλήν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ αὐτῆς γινομένης.”

3.7.5. πρὸς ταύτην τὴν ῥῆσιν δίκαιον ἀποκρίνασθαι τῷ Χρυσίππῳ καθ’ ἕκαστον ὧν ἐρωτᾷ κεφαλαίων εὐθέως ἀπὸ τῆς ἀρχῆς τὸ πρῶτον ἀναλαβόντας, ἔνθα φησὶ τὴν λύπην καὶ τὴν ἀγωνίαν καὶ τὴν ὀδύνην ἀλγηδόνας ὑπάρχειν.

3.7.6. εἴτε γὰρ ἐρωτῶν ἡμᾶς οὕτως εἴποι τις, ὡς Χρύσιππος εἴρηκεν, εἴτε ἀποφαινόμενος, ἐπαινέσομεν αὐτοῦ τὸν λόγον καὶ φήσομεν ἀγωνίαν καὶ λύπην καὶ ὀδύνην ἀλγηδόνας εἶναι τῷ γένει, μᾶλλον δ’ εἰ χρὴ τοῖς ὀνόμασι κατὰ τὴν τῶν ῾Ελλήνων χρήσασθαι συνήθειαν, ὀδύνας μὲν καὶ ἀλγηδόνας οὐδέτερον ἀλλήλων διαφέρει<ν>, ὥσπερ οὐδὲ κίονα καὶ στῦλον οὐδ’ ὦπας καὶ ὀφθαλμούς· ἀγωνίας μέντοι καὶ λύπης οἷον γένος εἶναί τι τὴν ἀλγηδόνα.

3.7.7. τὸ δ’ ἐν τῷ ἡγεμονικῷ τόπῳ τὰς ἀλγηδόνας γίνεσθαι, τοῦτ’ οὐκέτι τῷ Χρυσίππῳ συγχωρήσομεν [αὐτῷ τὴν ἀλγηδόνα κατά τε τὸ ἡγεμονικὸν συνίστασθαι]. δίκαιος οὖν ἐστιν ἐπιδεῖξαι καθ’ ἓν <καὶ> ταὐτὸν σπλάγχνον ἀμφοτέρας ᾠκισμένας τὰς δυνάμεις.

3.7.8. καίτοι τί λέγω καὶ καθ’ ἓν καὶ ταὐτόν; οὐ γὰρ πρὸς Χρύσιππον οὕτω χρὴ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ πρὸς ᾿Αριστοτέλην συγχωροῦντα μὲν εἶναι πλείους δυνάμεις ἡμῶν ἐν τῇ ψυχῇ τῷ γένει διαφερούσας, οὐ μὴν ἐν ἄλλῳ γε καὶ ἄλλῳ σπλάγχνῳ καθιδρῦσθαι· πάντων γὰρ ἀρχὴν εἶναι βούλεται τὴν καρδίαν.

3.7.9. ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσθαι τὸ ζῷον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι.

3.7.10. οὔκουν οὐδ’ ἡμᾶς οὕτω χρὴ προβάλλειν αὐτό, καθάπερ ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐπιδεῖξαι παρακαλοῦντας ὡς ἐν ταὐτῷ τόπῳ τοῦ ζῴου καὶ τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν καὶ τὸ ἐπιθυμητικόν.

3.7.11. τὸ τοίνυν πρότερόν τε τούτου καὶ γενικώτερον ζήτημα τοῦτο παρακαλέσομεν ἢ Χρύσιππον ἤ τινα τῶν ἀπ’ αὐτοῦ καταστήσασθαί τε καὶ ἀποδεῖξαι· τοῦτο δ’ ἐστὶ τὸ τῆς αὐτῆς εἶναι δυνάμεως ἔργα τό τε λογίζεσθαι καὶ τὸ θυμοῦσθαι καὶ τὸ βρωμάτων τε καὶ πομάτων καὶ ἀφροδισίων ἐπιθυμεῖν.

3.7.12. ἡμεῖς μὲν γὰρ ἐπί τε τῶν ἀλόγων ζῴων ἐναργῶς ἐπιδείκνυμεν αὐτὰ κεχωρισμένα καὶ προσέτι τῶν παίδων, οἳ λογισμῷ μὲν ἥκιστα χρῶνται, θυμοῖς δὲ καὶ ἐπιθυμίαις ἰσχυροτάταις ὥσπερ τὰ θηρία δουλεύουσι.

3.7.13. καὶ ἡμῶν γ’ αὐτῶν ὁ μὲν τῷ λογισμῷ μάλιστα χρώμενος ἥκιστ’ ἐπιθυμητικός τ’ ἐστὶ καὶ θυμικός, ὁ δ’ ὑπό τινος τῶν ἀλόγων τῆς ψυχῆς μορίων ἀρχόμενος ἥκιστα χρῆται λογισμῷ.

3.7.14. καὶ τῆς Μηδείας δ’ ἀναμνηστέον ἐν τούτῳ τῆς Εὐριπίδου καὶ τοῦ ῾Ομηρικοῦ ᾿Οδυσσέως, ἐν οἷς ἐστασίασε μὲν ἑκάτερα πρὸς ἄλληλα τῆς ψυχῆς τὰ μόρια δηλοῦντα σαφῶς ὡς οὐχ ἕν ἐστιν, ἐνίκησε δὲ ἐπὶ τοῦ σοφωτέρου τὸ βέλτιον, ἐπὶ δὲ τῆς ἀπαιδεύτου τε καὶ βαρβάρου τὸ χεῖρον.

3.7.15. καὶ ἐπὶ πολλῶν ἀνθρώπων τοιαῦτ’ ἐστὶ γινόμενα κατὰ τὴν ψυχήν, τοῦ λογισμοῦ ποτὲ μὲν τῷ θυμοειδεῖ μαχομένου, ποτὲ δὲ τῷ ἐπιθυμητικῷ.

3.7.16. ὁ δὲ Χρύσιππος ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐπὶ μὲν τῶν ἀλόγων ζῴων ὁμόσε χωρεῖ πρὸς τὸ δόγμα μηδ’ ἐπιθυμεῖν φάσκων˙ καί μοι περὶ τῆς ἀναισχυντίας τοῦ λόγου πρόσθεν εἴρηται˙ ἐπὶ δὲ τῶν παίδων ἄνω καὶ κάτω περιπλέκουσιν, οὐχ ὡσαύτως μὲν ἅπαντες, ἀναισχυντοῦντες δὲ καὶ παρὰ τὸ φαινόμενον ἀποφαινόμενοι πάντες.

3.7.17. εἰρήσεται δέ μοι καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν παθῶν τῆς διαφορᾶς οὐδὲν ὁμολογούμενον οὔτε τοῖς ἐναργέσιν οὔτ’ ἀλλήλοις λέγουσιν οὔθ’ ἕκαστος ἑαυτῷ.

3.7.18. περὶ ὧν ἁπάντων ἔγνωκα κατὰ τὸν ἑξῆς λόγον τὸν δ′ διελθεῖν˙ οὑτοσὶ γὰρ ὁ τρίτος οὐκ οἶδ’ ὅπως παρενέπεσε διὰ τὰς τῶν ἑταίρων δεήσεις ἀξιούντων μη<δ’> ὅσα τῶν ὑπὸ Χρυσίππου γεγραμμένων <ἄτοπα παρελθεῖν>, ἀλλὰ πρὸς ἅπαντα τὴν ἀντιλογίαν ποιεῖσθαι.

3.7.19. ἐγὼ δ’ ὧν μὲν καὶ αὐτὸς ὁ Χρύσιππος ᾔσθετο περιττῶς εἰρημένων ὑφ’ ἑαυτοῦ καὶ τάχ’ ἄν τῳ δοξάντων, ὡς αὐτός φησιν, ὑπὸ γραμματιστοῦ τινος ἢ γραὸς ἀδολεσχούσης εἰρῆσθαι, βέλτιον ᾤμην εἶναι μηδ’ ὅλως μνημονεύειν˙ τὰ δ’ ἄλλα σύμπαντα δίχα τεμὼν ἐν μὲν τῷ πρὸ τούτου διῆλθον ἅπερ ἦν ἁπάντων ἰσχυρότατα, τοῖς δὲ περὶ τῶν τῆς ψυχῆς παθῶν ζητουμένοις ἐγνώκειν ἀναθεῖναι [κατὰ] τόδε τὸ γ′ τῶν ὑπομνημάτων.

3.7.20. τοῦτο μὲν οὖν ἐὰν θεὸς ἡμᾶς σώζῃ πάντως πράξομεν. ἐπεὶ δ’ ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ Περὶ ψυχῆς <ὑπὲρ> ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά.

3.7.21. συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι˙ “καθ’ ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα· ˝ἡψάμην σου τῆς καρδίας˝ ὥσπερ τῆς ψυχῆς, καὶ ˝ἅπτομαι τῆς καρδίας˝ λέγομεν, οὐχ ὡς ἂν εἰ παρέλθοιέν τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες καὶ τοῦ ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως.

3.7.22. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι ὡς ἄν τις ἔφη ˝τῶν ἐντός σου ἅπτομαι,˝ διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον˙ τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον.”

3.7.23. ὅτι καὶ ταῦτα πρὸς τῷ μηδὲν ἀποδεικνύειν ἀλλ’ ἰδιώτας ἐπικαλεῖσθαι μάρτυρας οὐδὲ περαίνει τι τῶν προκειμένων, ἀλλὰ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς, οὐ τὸ λογιζόμενον ἐνδείκνυται κατὰ τὴν καρδίαν ὑπάρχειν, ἄντικρυς δῆλον· ὅθεν οὐδ’ ἐπὶ πλέον ἐν αὐτοῖς χρὴ διατρίβειν ὁμοίαν ἔχουσιν ἀτοπίαν οἷς ἤδη πολλάκις ἔδειξα.

3.7.24. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν, ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται πῶς λέγονται, περὶ ἧς αὐτάρκως ἔμπροσθεν εἴρηται.

3.7.25. μετὰ δὲ ταῦτα τοιάνδε τινὰ γράφει[ν] ῥῆσιν· “κατὰ τοιαύτην δέ μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾶν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται”.

3.7.26. ἐνταῦθα πάλιν ὁ Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀγνοεῖ κατασκευάζων ἕτερόν τι τοῦ προκειμένου σκέμματος. οἱ γὰρ ἀπειλοῦντές τισιν ὥσπερ ἐκκόψαι τοὺς ὀφθαλμοὺς αὐτῶν ἐνίοτε λέγουσιν ἢ κατάξαι τὴν κεφαλὴν ἢ συντρῖψαι τὰ σκέλη, κατὰ τὸν αὐτὸν τρόπον ἔστιν ὅτε καὶ τὴν καρδίαν ἐκσπάσαι φασὶν ἐν ἴσῳ τῷ ἀποκτεῖναι.

 

3.7.27. ἀλλὰ τί τοῦτο πρὸς τὰ παρόντα; τὸ γὰρ ἀποτεμεῖν ἐνίοτε τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ διασπάσαι πολλάκις ἀλλήλους ἀπειλοῦσιν οἱ ἄνθρωποι, καί πού τις εὐχομένη παρὰ τῷ ποιητῇ γυνὴ τάδε λέγει·

 
“τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα.”
 

3.7.28. τί οὖν οὐ καὶ τὸ ἧπαρ ἀρχὴν τῆς ψυχῆς ἀποφαινόμεθα, φίλτατε Χρύσιππε, καὶ ταῦθ’ ῞Ομηρον ἔχοντες μαρτυροῦντα, τηλικοῦτον ποιητήν, ᾧ μᾶλλον ἦν σε πιστεύειν δίκαιον ἢ τοῖς ἰδιώταις; οὗτος μέν γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ ταῦθ’ ὑπὲρ ἥπατος ἔγραψε·

 
3.7.29. “καὶ Τιτυὸν εἶδον, γ[ρ]αίης ἐρικυδέος υἱόν,
κείμενον ἐν δαπέδῳ, ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα·
γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον
δέρτρον ἔσω δύνοντες, ὁ δ’ οὐκ ἀπαμύνετο χερσί.
Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν
Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.”
 

3.7.30. ἐν τούτοις ὁ ποιητὴς ἐναργῶς ἐνδείκνυται τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. “διότι γάρ,” φησίν, “ἐπεθύμησεν ὁ Τιτυὸς ὑβρίσαι τὴν Λητώ, διὰ τοῦτο γῦπες αὐτοῦ κείρουσι τὸ ἧπαρ”, ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμενοι τὸ κατάρξαν τῆς ὕβρεως.

3.7.31. ἀλλ’ ἐνταῦθα μὲν ἐπαινῶ τὸν Χρύσιππον ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν δόξαν.

3.7.32. ἐν οἷς δ’ ἤτοι περαίνει μηδὲν ἢ καθ’ ἑαυτοῦ καλεῖ τοὺς μαρτυρήσοντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν ἀκολουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων, ὥσπερ γε κἀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι˙ “καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους”.

3.7.33. ἐφ’ ἑκάστῃ τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει, “τί οὖν, ὦ Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικόν, ὑπὲρ οὗ ζητοῦμεν;” οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἢ ἐπιθυμούντων ἡ ἀμφισβήτησις ἦν, εἰ κατὰ τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλ’ εἰ καὶ τὸ λογιζόμενον ἐνταῦθά ἐστιν.

3.7.34. ἐφεξῆς δὲ τούτων τάδε γράφει˙ “εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὑτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο.”

3.7.35. ἀληθῆ ταῦτα γράφεις, ὦ Χρύσιππε. καθ’ ὃ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν ἢ καὶ μετὰ σιγῆς διεξερχόμεθα διανοούμενοι, τοῦτο ἔστι τὸ λογιζόμενον.

3.7.36. ἀλλὰ πότερον ἐγκέφαλος ἢ καρδία τὸ διανοούμενόν ἐστιν, ὃ ἀπ’ ἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον ἡγεῖσθαί τι παρ’ αὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν ζητουμένων εὕρεσιν.

3.7.37. οὐδεὶς γοῦν ἐστιν ὃς οὐχ ὁμολογήσει καθ’ ὃ σκεπτόμεθα καὶ διαλεγόμεθα κατὰ τοῦτο τὸ μόριον εἶναι τὸ τῆς ψυχῆς ἡγεμονικόν.

3.7.38. ἀλλ’ οὐ τοῦτ’ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ καρδία τοῦθ’ ὑπάρχει τὸ μόριον, ὅπερ οὐκ ἀπέδειξας, εἰ μή τινας ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν λογιζομένους.

3.7.39. ἀλλ’ ἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα κατὰ λέξιν ὧδε· “οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφανοῦς γινομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἡ ἀντιλογία προῆλθε καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις”.

3.7.40. ὁ ταῦτ’ εἰπὼν Χρύσιππος εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι τῶν διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων, οὔθ’ ἑαυτοῦ δόξει μεμνῆσθαι καὶ καταψεύδεσθαι τῶν ἐναργῶν.

3.7.41. οὐ μὴν τοιοῦτός γ’ ὁ ἀνήρ, ὥστ’ οὐκ ἂν εἴποι δι’ αἰσθήσεώς τινας ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ δι’ αἰσθήσεως, ἀλλὰ δι’ ἀποδείξεώς τινος, ἡδέως ἂν ἀκούσαιμεν αὐτῆς.

3.7.42. ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαι δὲ καὶ ἐκ τῶν ἐπιφερομένων· “ἀπὸ γὰρ τῆς διανοίας” φησὶ “δεῖ λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ φωνὴν διεξιέναι] καὶ διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι καὶ ἐκτὸς ἐκπέμπειν”.

3.7.43. ὁμολογούμενον γάρ τι λαμβάνων ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων αὐτῷ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον ἐν τῇ καρδίᾳ γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν.

3.7.44. ἀλλ’ ἡμεῖς γε κατὰ τὸ πρὸ τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον ὑπὲρ τοῦ τὴν φωνὴν ἀπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν ἐπεδείξαμεν, ὥστε καὶ ὁ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου λόγος ἅμα ἐκείνῳ συνανῄρηται.

3.7.45. ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς˙ “οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται.” καὶ τοὺς στεναγμούς, ὦ Χρύσιππε, καὶ τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ τοῦ πνεύμονος, οὐ μὴν [οὐδ’] ἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ τὰς φωνάς.

3.7.46. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων ἐν ἑτέροις οὐχ ἁπλῶς οὐδ’ ὥσπερ ὑπὸ σοῦ νῦν οὐδεμίαν ἀπόδειξιν προσθέντος.

3.7.47. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα.

3.7.48. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις <καὶ> κατὰ ταῦτ’ ἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτόν, ἣν ἐν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον.

3.7.49. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐτῶν ἐπιμνησθήσομαι μόνων ἐχουσῶν ὧδε˙ “ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτά, καθάπερ καὶ δεῖ ποιῆσαι”.

3.7.50. φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ μὲν ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι φησίν, ὅπερ ᾿Αριστοτέλους ἐστίν, οὐ τῶν Στωϊκῶν δόγμα.

3.7.51. καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει˙ “ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα διὰ τούτων ἐμφαίνει˙

 
˝οὐ γὰρ πώποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
θυμὸν ἐνὶ στήθεσ<σ>ι περιπροχυθεὶς ἐδάμασ<σ>εν.˝”
 

3.7.52. εἶτ’ ἐφεξῆς· “ὅτι δὲ τὸ θυμοειδὲς [εἰ] ἐνταῦθά πού ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα

 
˝῞Ηρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα˝
 

καὶ <ἔτι

 
˝καὶ> χόλος, ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.˝”
 

3.7.53. ἐν τοῖς τοιούτοις ἅπασιν ὁ Χρύσιππος ὁμολογεῖ δυνάμεις τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητικὴν ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων ὡς ἔφην ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι.

3.7.54. τὰ δ’ ὑπόλοιπα τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον.

3.7.55. μετὰ δὴ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς ὅσα τε τούτοις συνέζευκται διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα.

3.8.1. Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτ’ ἔδοξε προσθεῖναι τά τ’ ἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς [τε] προσθήσω τὸν περὶ τῆς ᾿Αθηνᾶς λόγον.

3.8.2. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεοῦ μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι τοιάδε λέγει˙ παραγράψω γὰρ ἅπασαν αὐτοῦ τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν·

3.8.3. “ἀκούω δέ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος.

3.8.4. τὸ γὰρ τὴν ᾿Αθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί˙ πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’ ὡς ἐμοὶ φαίνεται καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι.

3.8.5. φασὶ δ’ οἱ μὲν οὕτως ἁπλῶς ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον, [ὁ δὲ ῾Ησίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις] τινῶν μὲν ἐν ταῖς θεογονίαις γραφόντων τὴν γένεσιν αὐτῆς πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμι-δι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς·

3.8.6. <ὁ δὲ ῾Ησίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις> ὡς ἄρα γενομένης ἔριδος τῷ Διὶ καὶ τῇ ῞Ηρᾳ γεννήσειεν ἡ μὲν ῞Ηρα δι’ ἑαυτῆς τὸν ῞Ηφαιστον, ὁ δὲ Ζεὺς τὴν ᾿Αθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30 
Рейтинг@Mail.ru